← 辛普里丘

亚里士多德《物理学》注释

§554.27-555.21

首先与因别物之分及内在方式

辛普里修阐明亚里士多德在210a33处关于“首先”与“因别物而然”的区别,通过表面和身体中的白等例子,论证即便某物首先处于某物之中,也并不处于自身之中,因为容纳者与被容纳者在定义上并不相同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.30

" Οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν αὑτῷ εἶναι ἕως τοῦ ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν." Δείξας ὅτι κατ’ ἄλλο δυνατὸν αὐτό τι ἐν ἑαυτῷ εἶναι καὶ ὅτι κατ’ ἄλλο ἀδύνατον, ἐφεξῆς δείξει ὅτι πρώτως καὶ καθ’ αὑτὸ ἀδύνατον· ἵνα δὲ σαφὴς ᾖ ἡ διαφορά, διδάσκει πρῶτον τί ἐστι τὸ πρώτως καὶ τί τὸ κατ’ ἄλλο. τὸ γὰρ χρῶμα ἐν μὲν τῷ σώματι κατ’ ἄλλο, ἐν δὲ τῇ ἐπιφανείᾳ πρώτως. καὶ ἡ ἐπιστήμη πρώτως μὲν ἐν τῷ λογιστικῷ, ἐν δὲ τῇ ψυχῇ καὶ τῷ ἀνθρώπῳ κατ’ ἄλλο. ἐπειδὴ οὖν ἡ ἐπιφάνεια λευκή, μέρος δὲ ἡ ἐπιφάνεια, κατὰ μέρος δὲ αἱ προσηγορίαι, τὸ σῶμα προσαγορεύεται λευκὸν οὐ πρώτως οὐδὲ καθ’ αὑτό, ἀλλὰ κατ’ ἄλλο, καὶ ὁ ἄνθρωπος ἐπιστήμων. ὡς ὅταν γε ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ λογιστικὸν ἐπιστῆμον λέγηται, ἀλλὰ μὴ ἐν ἀνθρώπῳ,1 οὐκέτι κατὰ μόριον ἢ κατ’ ἄλλο, ἀλλὰ καθ’ αὑτὸ καὶ πρώτως ἡ κατηγορία γίνεται. διὸ καὶ ἐπήγαγε τὸ ὥς γε ἐν ἀνθρώπῳ. οὕτω δὲ καὶ ὁ ἀμφορεὺς τοῦ οἴνου λέγεται ἐν ἑαυτῷ κατ’ ἄλλο, διότι μέρος ἐν μέρει. τοιγαροῦν ὅταν καθ’ αὑτὸν μὲν ὁ οἶνος ᾖ, καθ’ αὑτὸν δὲ ὁ ἀμφορεύς, οὐ λέγεται ἐν ἑαυτῷ ὁ τοῦ οἴνου ἀμφορεύς· ὅταν δὲ συνέλθῃ, τότε ἐν ἑαυτῷ λέγεται. διότι ὅταν μὲν καθ’ αὑτὰ ᾖ ταῦτα, οὐκ ἔστιν ἑνὸς μέρη, καὶ διὰ τοῦτο οὐκ ἔστι τὸ κατὰ ταῦτα λεγόμενον· ὅταν δὲ λέγηται μέρη, ἐπειδὴ δέδοκται καὶ κατὰ μέρη ὀνομάζειν τὸ ὅλον, ἔσται αὐτὸς ἐν ἑαυτῷ ὁ τοῦ οἴνου ἀμφορεὺς κατ’ ἄλλο, ὡς τὸ λευκὸν ἐν σώματι κατὰ τὴν ἐπιφάνειαν, ἐν δὲ τῇ ἐπιφανείᾳ οὐ κατ’ ἄλλο ἀλλὰ πρώτως. οὐ μὴν ἐπειδὴ πρώτως ἡ ἐπιφάνεια λευκή, ταὐτόν ἐστιν ἐπιφάνεια τε καὶ λευκόν, ὡς διὰ τοῦτο δύνασθαι αὐτό τι ἐν ἑαυτῷ κυρίως εἶναι· ἄλλος γὰρ ἐπιφανείας καὶ ἄλλος λευκοῦ λόγος καὶ ἄλλη φύσις ἑκατέρου. ὥστε τὸ πρώτως ἔν τινι οὐκ ἐν ἑαυτῷ ἀλλ’ ἐν ἄλλῳ. τοῦτο δὲ ἐκ τῶν παρατεθέντων παραδειγμάτων συνενόησε, κυριώτατον εἰς ἀπόδειξιν ὂν τοῦ μηδὲν αὐτὸ ἐν ἑαυτῷ εἶναι πρώτως καὶ καθ’ αὑτό,2 ὡς μαθησόμεθα.

“因此,以这种方式某物自身处于自身之中是可能的”,直至“表面与白”。 在表明了某物自身因别物而然地处于自身之中是可能的、以及[在某种方式下]因别物而然是不可能的之后,他接下来将表明,首先且在自身层面[处于自身之中]是不可能的。但为了使区别清晰明了,他首先教授什么是“首先”,什么是“因别物而然”。因为颜色在身体之中是因别物而然的,而在表面之中则是首先的。知识首先处于理性能力之中,而在灵魂和人之中则是因别物而然的。既然表面是白的,而表面是部分,且名称是按照部分来赋予的,那么身体被称为白的就不是首先的也不是在自身层面的,而是因别物而然的,人被称为有知识的也是如此。正如当灵魂或灵魂的理性能力被说成有知识、而非在人之中时,这一述谓就不再是按照部分或因别物而然,而是在自身层面且首先地发生的。因此他也补充道“至少作为在人之中而言”。以这种方式,酒坛子也被说成因别物而然地处于自身之中,因为部分处于部分之中。因此,当酒独立存在且坛子独立存在时,酒坛子并不被说成处于自身之中;但当它们合在一起时,那时它就被说成处于自身之中。因为当它们各自独立存在时,它们并不是一个事物的部分,且因这一缘故按照它们而言被说的东西[即复合物]并不存在;但当它们被称为部分时,既然人们公认也可以按照部分来命名整体,酒坛子自身就将因别物而然地处于自身之中,就像白按照表面而在身体之中一样,但在表面之中它不是因别物而然而是首先的。然而,并非因为表面首先是白的,表面与白就是同一回事,以至于某物自身能够因这一缘故在严格意义上处于自身之中;因为表面的定义与白的定义各不相同,两者的本性也各异。因此,首先处于某物之中的东西,并不是处于自身之中,而是处于别物之中。他是从所举的诸例中共同领会到这一点的,正如我们将要学到的那样,这对于证明没有任何事物能够首先且在自身层面处于自身之中是最为关键的。

语法注2 条
  1. 4.30ὡς ὅταν γε ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ λογιστικὸν ἐπιστῆμον λέγηται, ἀλλὰ μὴ ἐν ἀνθρώπῳ

    连词 ὡς 引导 ὅταν 从句,为前文的陈述引出一个对比性的说明例证。短语 ἀλλὰ μὴ ἐν ἀνθρώπῳ 是从句内部插入的省略对比成分,指“并非作为在人之中,而是直接就灵魂或理性能力而言被述谓时”。

  2. 4.30κυριώτατον εἰς ἀπόδειξιν ὂν τοῦ μηδὲν αὐτὸ ἐν ἑαυτῷ εἶναι πρώτως καὶ καθ’ αὑτό

    分词 ὂν 为中性单数,对前句宾语 τοῦτο(或前述事实,即首先在某物之中的东西是在别物之中)起同位语或补足语修饰作用。带冠词不定式 τοῦ ... εἶναι 作为宾格性属格依附于名词 ἀπόδειξιν(“关于……的证明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:554.27-555.21