- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:553.17-554.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》210a25中提出的“事物是否可能处于自身之中”这一疑难,辛普利丘指出了此问题对反驳阿那克萨戈拉以及证明场所不在场所之中的意义,并通过区分按照部分与在自身层面的含义来阐释论证。
" Ἀπορήσειε δ’ ἄν τις εἰ ἄρα καὶ αὐτό τι ἕως τοῦ ὅ τε γὰρ καὶ ἐν ᾧ ἀμφότερα τοῦ αὐτοῦ μόριά ἐστι." Ἀπαριθμησάμενος τοὺς τοῦ ἔν τινι τρόπους ἀπορίας ἄξιόν φησιν, εἰ ἔστι τις καὶ ἄλλος τρόπος καθ’ ὃν αὐτό τι ἐν ἑαυτῷ ἐστιν. εἰ μὲν γὰρ ἔστιν, ἢ λείπει τοῖς εἰρημένοις τρόπος ἢ ὑπό τινα τῶν εἰρημένων ὑπαχθήσεται· εἰ δὲ μὴ ἔστι, χρὴ τοῦτο δειχθῆναι. καὶ μάλιστα δι’ Ἀναξαγόραν αἴτιον τῆς τοῦ ἀπείρου μονῆς λέγοντα τὸ αὑτὸ αὑτὸ στηρίζειν, τοῦτο δὲ ὅτι ἐν αὑτῷ· ἄλλο γὰρ οὐδὲν περιέχει. ταύτην δὲ τὴν δόξαν ἐκεῖ μὲν ἀνεῖλεν ἀπὸ τῆς τοῦ ἀπείρου ἐννοίας (εἰ γὰρ ὅμοιόν φησι τῷ ὅλῳ τὸ μέρος, καὶ τὸ μέρος ἂν ἐν ἑαυτῷ στηρίζοι, καὶ ἔσται πάντα ἀκίνητα. καὶ ἄλλα δὲ κατὰ τὴν αὐτὴν ἔφοδον τίθησιν ἐπιχειρήματα), ἐνταῦθα δὲ περὶ τοῦ ἔν τινι προελόμενος εἰπεῖν ἀπὸ τοῦ ἐν ἑαυτῷ οἰκείως πανταχοῦ τοῖς προκειμένοις ποιούμενος τοὺς λόγους καὶ δεικνὺς1 ὅτι ἀδύνατόν τι αὐτὸ ἐν ἑαυτῷ εἶναι. ὡς εἰκὸς δὲ καὶ εἰς τὸ μὴ εἶναι τὸν τόπον ἐν τόπῳ χρησιμεύσει τι ἡ προκειμένη ἀπόδειξις. εἰ γάρ ἐστιν ὁ τόπος ἐν τόπῳ καθὸ τόπος, αὐτό τι ἐν ἑαυτῷ ἔσται. εἰ οὖν τοῦτο ἀδύνατον, οὐδὲ ὁ τόπος ἐν τόπῳ ἔσται. ζητῶν δὲ εἴ τι αὐτὸ ἐν ἑαυτῷ δύναται εἶναι, ἐπειδὴ τὸ μὲν καθ’ αὑτό τι λέγοιτο ἂν εἶναι ἐν ἑαυτῷ, τὸ δὲ καθ’ ἕτερον, τὸ μὲν καθ’ ἕτερον αὐτό τι ἐν αὑτῷ εἶναι συγχωρεῖ. δύναται γὰρ κατὰ μόριον. ὅταν γὰρ φησὶν μόρια ᾖ τὸ ἐν ᾧ οἷον ὁ ἀμφορεὺς καὶ τὸ ἐν τούτῳ οἷον ὁ οἶνος (μέρη γὰρ ταῦτα τοῦ συναμφοτέρου), τότε δυνατὸν καὶ τὸ συναμφότερον καὶ ὅλον ἐν ἑαυτῷ λέγειν, ὅτι μέρος αὐτοῦ ἐν μέρει. καὶ ὅτι λέγεται τινα κατὰ τὰ μέρη πιστοῦται ἐκ τοῦ καὶ λευκὸν λέγεσθαι σῶμα, ὅτι ἡ ἐπιφάνεια λευκή, καὶ ἐπιστήμονα ἄνθρωπον, ὅτι ἐν τῷ λογιστικῷ ἡ ἐπιστήμη. εἰ τοίνυν καθ’ ἑκάτερον τῶν μερῶν τὸ ὅλον θεωρηθείη, ἔσται τὸ ὅλον αὐτὸ καὶ τὸ ἐν ᾧ οἷον ὁ ἀμφορεὺς καὶ τὸ ἐν τούτῳ οἷον ὁ οἶνος, καὶ διὰ τοῦτο αὐτὸ ἐν ἑαυτῷ. ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν ἑαυτῷ οὐδὲ ὁ οἶνος ἐν ἑαυτῷ, ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἐν ἑαυτῷ ἔσται, εἴ τις μὴ φροντίζει τοῦ καταχρῆσθαι τοῖς ὀνόμασι τὰ ἑκατέρῳ τῶν μερῶν ἴδια προσόντα συνάγων εἰς τὸ ὅλον·2 εἰ δὲ τὴν ἐπιφάνειαν μέρος λέγει τοῦ λευκοῦ σώματος καίτοι πέρας οὖσαν αὐτοῦ, πρῶτον μὲν ἐπιστῆσαι χρὴ ὅτι καὶ τὸ λευκὸν μέρος καλεῖ τοῦ λευκοῦ σώματος καίτοι, ὡς ὁ ὁρισμὸς τῶν συμβεβηκότων λέγει, μὴ ὡς μέρος ὄν. ἔοικε γὰρ μέρη τὰ ὁπωσοῦν συμπληροῦντα καλεῖν. ἔπειτα εἰ τὸ σῶμα ἐκ τῶν τριῶν διαστάσεων συνέστηκε, μία δὲ τῶν διαστάσεων ἡ ἐπιφάνεια, ὡς φησιν Ἀλέξανδρος, διὰ τί μὴ μέρος ἂν λέγοιτο τοῦ σώματος; ἀλλὰ πῶς μία τῶν τριῶν διαστάσεών ἐστιν ἡ ἐπιφάνεια, εἴπερ ἐπιφάνειά ἐστι τὸ μῆκος καὶ πλάτος ἔχον; δῆλον δὲ ὅτι καὶ οὕτως μέρος. κἂν ὡς πεπερασμένον δέ τις λάβῃ σῶμα, τί κωλύει τὸ πέρας μέρος ὡς συμπληρωτικὸν εἶναι τοῦ πεπερασμένου σώματος; οὐκ ἀνάγκη δὲ οἶμαι, ὡς Ἀλέξανδρος ἐπέστησε, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως ἀκούειν·3 κυριωτάτη γὰρ ἀντίθεσις τοῦ καθ’ αὑτὸ πρὸς τὸ καθ’ ἕτερον οἷον τὸ κατὰ μέρος, ὡς νῦν, ἤ τι ἔξωθεν, ὅτε τὸ κυρίως κατὰ συμβεβηκὸς ποιεῖ. οὕτως δὲ καὶ τὸ πρώτως τῷ δευτέρως ἀντίκειται κυρίως. αὐτὸς δὲ τὸ κατ’ ἄλλο ἀντέθηκεν.
“人们也许会提出疑难,是否某物自身也能[处于自身之中……]”,直至“因为处于其中的事物和它在其中的事物,两者都是同一事物的部分”。 在列举了“在某物之中”的诸方式之后,他说,是否存在某物自身处于自身之中的另一种方式,这是值得怀疑的。因为如果存在,那么要么所说的诸方式中遗漏了一种方式,要么它将被归入所说的某种方式之下;而如果不存在,就必须表明这一点。这尤其针对阿那克萨戈拉,后者声称无限者静止的原因是它支撑着它自身,而这又是因为它处于自身之中;因为没有别的事物包围着它。他在那里[《物理学》第三卷]根据无限者的概念驳斥了这一观点(因为他说,如果部分与整体相似,部分也将在自身之中支撑自身,万物就都将是不动的;并且他按照同一途径提出了其他论证);但在这里,他决意谈论在某物之中,便根据处于自身之中〔驳斥了这一观点〕,在各处都适当地针对当下的论题构建其论述,并表明任何事物自身都不可能处于自身之中。而这一提出的证明很可能对“场所不在场所之中”也有些用处。因为如果场所在其作为场所的范围内处于场所之中,某物自身就会处于自身之中。因此,如果这是不可能的,场所也就不会处于场所之中。 在探究某物自身是否能够处于自身之中时,既然某物被称为处于自身之中可以是在自身层面上,也可以是因别物而然,所以他承认某物自身因别物而然地处于自身之中。因为按照部分而言这是可能的。他说,当它在其中的事物(例如坛子)和处于其中的事物(例如酒)是部分时(因为这些是两者的复合物的部分),那么也可以说复合物和整体处于自身之中,因为它的一个部分处于另一个部分之中。而某些事物是按照各部分而被说的,这一点也可以得到证实:身体被称为白色的,乃是因为其表面是白色的;人被称为有知识的,乃是因为知识处于其理性能力之中。因此,如果整体按照每个部分来被考察,整体自身就既是它在其中的事物(例如坛子),又是处于其中的事物(例如酒),且因这一缘故自身处于自身之中。因此,坛子不会处于自身之中,酒也不会处于自身之中,但酒坛子将处于自身之中——如果有人不介意通过把属于两部分的各自特有属性结合进整体之中来误用词语的话。 如果他把表面称为白色的身体的部分,尽管它是其界限,首先必须注意的是,他也把白称为白色的身体的部分,尽管正如偶性的定义所言,它并非作为部分而存在。因为他似乎把无论以何种方式起补足作用的东西都称为部分。其次,如果身体是由三个量度构成的,而量度之一是表面(正如亚历山大所言),为何表面不能被称为身体的部分呢?但是,如果表面是具有长和宽的东西,表面又怎能是三个量度之一呢?不过显然即便如此它也是部分。并且即使有人将身体视为有界限的,又有何妨碍界限作为补足有界限身体的东西而成为部分呢?我认为没有必要像亚历山大所指出的那样,将“在自身层面”理解为“首先”的代称;因为“在自身层面”的最严格的对立是相对于“因别物而然”而言的,例如现在的按照部分而言,或者是某种外在之物(当它构成严格意义上的偶性时)。同样,“首先”在严格意义上也是与“其次”相对立的。但〔亚里士多德〕自己将“按照别的事物”置于对立面。
- 4.29ἐνταῦθα δὲ περὶ τοῦ ἔν τινι προελόμενος εἰπεῖν ἀπὸ τοῦ ἐν ἑαυτῷ οἰκείως πανταχοῦ τοῖς προκειμένοις ποιούμενος τοὺς λόγους καὶ δεικνὺς
该分句与前面的 ἐκεῖ μὲν ἀνεῖλεν... 相对比,承前省略了主谓动词 ἀνεῖλεν(及其宾语 ταύτην τὴν δόξαν)。短语 ἀπὸ τοῦ ἐν ἑαυτῷ 与前面的 ἀπὸ τῆς τοῦ ἀπείρου ἐννοίας 平行,附属于省略的 ἀνεῖλεν,而 προελόμενος 以及 ποιούμενος ... καὶ δεικνύς 均为表伴随情况的分词。
- 4.29εἴ τις μὴ φροντίζει τοῦ καταχρῆσθαι τοῖς ὀνόμασι τὰ ἑκατέρῳ τῶν μερῶν ἴδια προσόντα συνάγων εἰς τὸ ὅλον
带冠词属格不定式 τοῦ καταχρῆσθαι 是动词 φροντίζει 的宾语(“介意/顾忌误用……”),而分词短语 τὰ ... προσόντα συνάγων 修饰条件从句的主语 τις,表示方式或手段(“通过将两部分各自特有的属性结合进整体之中”)。
- 4.29οὐκ ἀνάγκη δὲ οἶμαι, ὡς Ἀλέξανδρος ἐπέστησε, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως ἀκούειν
不定式 ἀκούειν 附属于无人称表达 οὐκ ἀνάγκη [ἐστί],其直接宾语为 τὸ καθ’ αὑτό。短语 ἀκούειν ἀντί τινος 意为“当作……来理解/听取”。插入句 ὡς Ἀλέξανδρος ἐπέστησε 中的动词 ἐφίστημι 意为“提示、指出”。
