- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:552.8-553.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“在某物之中”的其余几种含义(在统治者、在目的、在容器/场所之中),引用亚历山大与欧德谟关于质料中的形式与基底中的偶性之异同的见解,并与《范畴篇》注疏中的十一种划分进行对比,同时分析了同名异义的不同类型。
ἕκτον δέ ἐστιν ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι, ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων ἐλέγετο πράγματα. καὶ ὅλως ἐν τῷ πρὸ τοῦ κινοῦντι καὶ ποιοῦντι ὡς ἐν ἐξουσίᾳ καὶ δυνάμει καὶ διοικήσει, ὡς καὶ παρ’ Ὁμήρῳ τὸ Διὸς δ’ ἐν γούνασι κεῖται. ἕβδομον δὲ ὡς ἐν τῷ ἀγαθῷ καὶ ὅλως ἐν τῷ τέλει τὰ τοῦ τέλους ἕνεκεν, ὡς ἐν τῷ πλουτεῖν ἢ ὑγιαίνειν τὰ αὑτῶν εἶναι,1 οὗ δὴ ἕνεκα πάντα πρακτέον, ἢ ὡς ἐν τῇ εὐδαιμονίᾳ αἱ ἀρεταί. ὄγδοον δὲ τὸ ὡς ἐν ἀγγείῳ. ἐπειδὴ δὲ τὸ ἀγγεῖον τόπος λέγεται μεταφορητός, εἰκότως ἐπήγαγε καὶ ὅλως ἐν τόπῳ, εἴτε ὡς ἓν σημαινόμενον εἴτε καὶ ὡς δύο λαμβάνων. “Σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι τοῦ ἐν ὑποκειμένῳ παράδειγμα τὴν ὑγείαν παραθέμενος ἐπήγαγε καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς τοῦ εἴδους ἐν ὑποκειμένῳ ὄντος. καίτοι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ἐστι, τὸ δὲ εἶδος οὐσία, φαίη ἄν.2 καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐκ ἔστι μέρος τοῦ συνθέτου (ὡς αὐτὸς ἐν Κατηγορίαις ὡρίσατο λέγων “ὃ ἔν τινι μὴ ὡς μέρος ὂν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι”), τὸ δὲ εἶδος μέρος ἐστὶ τοῦ ἐξ ὕλης καὶ εἴδους.” καὶ Εὔδημος δὲ τούτοις παρακολουθῶν καὶ εἰπὼν “ἄλλως δὲ τὰ πάθη καὶ αἱ ἕξεις ἐν ταῖς οὐσίαις” ἐπήγαγεν· “ἐπισκεπτέον δὲ εἰ οὕτως καὶ τὸ σχῆμα καὶ ὅλως ἡ μορφὴ ἐν τῇ ὕλῃ” καὶ αὐτὸς δηλονότι τὴν διαφορὰν ἐνδεικνύμενος· ἔοικεν οὖν ὡς ἓν λαμβάνειν τό τε ὡς εἶδος ἐν ὕλῃ καὶ τὸ κυρίως ἐν ὑποκειμένῳ κατὰ κοινήν τινα φύσιν τοῦ μορφωτικοῦ. ἄμφω γὰρ μορφωτικὰ τοῦ ὑποκειμένου ἐστί. κυριώτατον δὲ τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ἐν τόπῳ ὁ Ἀλέξανδρος ἀκούει, διότι τὸ ἔν τινι κοινῶς τὸ ποῦ σημαίνει, τὸ δὲ ποῦ τὸ ἐν τόπῳ μάλιστα. κυριώτατον οὖν ὡς καὶ τῶν ἄλλων κοινόν· καὶ γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὄν που ἔστι, καὶ τὰ ἄλλα τὰ εἰρημένα ὁμοίως. ἰδίως δὲ τὸ ποῦ εἴωθεν ἐπὶ τῶν ἐν τόπῳ καὶ τῶν ἐν ἀγγείῳ λέγεσθαι.3 μήπω δὲ εἰρηκὼς τίνι διαφέρει ὁ τόπος τοῦ ἀγγείου ὡς ἴσον δυναμένοις αὐτοῖς χρῆται. Ταῦτα μὲν ἐνταῦθα τοῦ ἔν τινι σημαινόμενα παραδέδοται ὀκτὼ ἢ ἐννέα. εἰ δὲ ἐν Κατηγορίαις ἑνδεκαχῶς οἱ ἐξηγηταὶ τὸ ἔν τινι ἀπαριθμοῦνται, ἀναμνηστέον ὅτι ἐκεῖ ἄλλο μὲν τὸ ὡς εἶδος ἐν ὕλῃ, ἄλλο δὲ τὸ ὡς συμβεβηκὸς ἐν οὐσίᾳ καὶ ὅλως ἐν ὑποκειμένῳ λέγουσι, καὶ ἄλλο μὲν τὸ ἐν τόπῳ ἄλλο δὲ τὸ ἐν ἀγγείῳ, ἐκ τῶν ἐνταῦθα λεγομένων τὰ δέκα σημαινόμενα διακρίνοντες καὶ ἄλλο τι παρὰ ταῦτα προστιθέντες τὸ ἐν χρόνῳ (οἷον ὅτι Ἀριστοτέλης ἐγεννήθη ἐπὶ τῆς τοσῆσδε ὀλυμπιάδος), ὃ νῦν ἴσως οὐ προσέθηκε διὰ τὸ μήπω διδάξαι ὅλως τι περὶ τοῦ χρόνου. λέγεται δὲ ἔν τινι καὶ τὸ ὑποκείμενον ἐν τῷ συμβεβηκότι, ὡς λέγομεν τὸ σῶμα ἐν νόσῳ εἶναι καὶ τὸν ἄνθρωπον ἐν περιστάσει. εἰκὸς δὲ καὶ ἄλλα εἶναι τοῦ ἔν τινι σημαινόμενα. δῆλον δὲ ὅτι πολλαχῶς λέγεται τὸ ἔν τινι καὶ ὁμώνυμός ἐστιν ἡ φωνή. τῶν δὲ ὁμωνύμως λεγομένων τὰ μὲν ἐπ’ ἴσης ὑπάρχει ὡς τὸ ἐρῶ κατὰ τοῦ φιλῶ καὶ κατὰ τοῦ λέξω (οὐδὲν γὰρ κυριώτερον ἐν τῷ ἑτέρῳ μᾶλλον ἢ ἐν τῷ ἑτέρῳ), τὰ δὲ 〈οὐκ ἐπ’ ἴσης〉 ὡς τὰ μὲν κυριώτερον τὰ δὲ ἀκυρότερον λέγεσθαι, ὡς ποὺς καὶ κορυφὴ κυριώτερον μὲν ἐπὶ τῶν ζῴων, ἀκυρότερον δὲ καὶ μεταφορικώτερον ἐπὶ τοῦ ὄρους.
第六种是如同被统治者的事情在统治者之中,正如希腊人的事情曾被说是在〔波斯〕王之中一样。并且总的说来,是在先行推动和致作者之中,如同在权柄、力量和治理之中,也正如荷马所说:“这躺在宙斯的膝头。”第七种是如同为了目的的事物在善之中、并且总的说来在目的之中,正如自己的事情系于富有或健康(人们确实必须为之做一切事情),或者如同诸德性在幸福之中。第八种是如同在容器之中。而既然容器被称为可移动的场所,他理所当然地接着说“并且总的说来在场所之中”,无论他是将之视为一种含义还是视为两种。“但必须指出,”亚历山大说,“在提出了健康作为在基底之中的例子之后,他接着写道‘并且总的说来质料之中的形式’,就好像形式是在基底之中一样。然而,在基底之中的事物是偶性,而形式则是实体,有人会这样说。而且在基底之中的事物并非复合体的一部分(正如他自己在《范畴篇》中所下的定义:‘某物在某物之中并非作为部分存在,且不可能脱离它所在之物而存在’),而形式却是质料与形式的复合物的一部分。”欧德谟也遵循这些论点,并在说出“在另一种方式下受动和状态存在于实体之中”之后补充道:“但必须探究,形状以及总的说来形态是否也以此种方式在质料之中”,他显然自己也指出了这种差别。因此,他似乎是根据赋形者的某种共通本性,将作为质料之中的形式与严格意义上的在基底之中合二为一;因为两者都是基底的赋形者。亚历山大理解“如同在容器之中以及总的说来在场所之中”是所有之中最本原的,乃是因为“在某物之中”共通地意味着“在何处”,而“在何处”最主要地意味着处于场所之中。因此,它是最本原的,因为它对其他各者也是共通的;因为部分在整体之中也是在某处,所说的其他诸者亦然。但在固有意义上,“在何处”惯常用于处于场所中之物和处于容器中之物。而既然他尚未说明场所与容器有何差别,便把它们当作具有同等效力来使用。在此处传述的“在某物之中”的含义是这八种或九种。但如果解说者们在《范畴篇》中将“在某物之中”列举为十一种,就必须想起,他们在那里将质料之中的形式与实体之中以及总的说来在基底之中的偶性视为不同,并将处于场所之中与处于容器之中视为不同,从而从此处所说的内容中区分出十种含义,并在这些之外补充了另一种,即处于时间之中(例如,亚里士多德出生于某届奥林匹亚周),此处他或许是因为尚未就时间讲授任何内容而没有补充这一项。基底也被说成是在偶性之中,正如我们说身体在疾病之中、人在困境之中。很可能“在某物之中”还有其他的含义。显然,“在某物之中”是多义地被说的,并且这个表达式是同名异义的。在同名异义地被说的事物中,有些是同等拥有的,如同ero相对于“我爱”和相对于“我将说”(因为在这一意义上绝不比在另一意义上更本原),但另一些〈并非同等〉,以致一些被说得更本原,另一些被说得欠本原,如同脚和顶在动物身上被说得更本原,而在山峰上则被说得欠本原且更具隐喻性。
- 4.28ὡς ἐν τῷ πλουτεῖν ἢ ὑγιαίνειν τὰ αὑτῶν εἶναι
与前面的介词短语 ὡς ἐν τῷ ἀγαθῷ ... τὰ τοῦ τέλους ἕνεκεν 并列的举例说明。带宾格的不定式结构(τὰ αὑτῶν εἶναι)跟在 ὡς 之后作内容阐述,τὰ αὑτῶν(“自己的事情/利益”)是不定式 εἶναι 的主语。
- 4.28καίτοι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ἐστι, τὸ δὲ εἶδος οὐσία, φαίη ἄν.
φαίη ἄν(潜在希求语气,“有人或许会说”)是亚历山大在引文内部作为假想反驳者所插入的短语。主语为不特定之人,支配由 καίτοι 引出的对照陈述。
- 4.28τὰ δὲ 〈οὐκ ἐπ’ ἴσης〉 ὡς τὰ μὲν κυριώτερον τὰ δὲ ἀκυρότερον λέγεσθαι
为了与前文 τῶν δὲ ὁμωνύμως λεγομένων τὰ μὲν ἐπ’ ἴσης ὑπάρχει 相对照,校订本在此补充了 〈οὐκ ἐπ’ ἴσης〉(“并非同等”)。随后的 ὡς 引导带不定式 λέγεσθαι 的解释性或结果性从句,表示“以致一些被说得更本原,另一些被说得欠本原”。
