- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:551.1-552.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了《物理学》卷四第3章开篇亚里士多德着手探索场所本性之处,说明亚里士多德为了解决芝诺关于场所的无穷后退疑难而划分“在某物之中”的诸种含义,并阐释了前五种模式(部分与整体、种与属、形式与质料等)之间的区分。
" Μετὰ δὲ ταῦτα ληπτέον, ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέγεται ἕως τοῦ πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ὡς ἐν τόπῳ." Συμπερανάμενος τοὺς λόγους, ἐξ ὧν τε ἀναγκαῖον εἶναί τι τὸν τόπον δοκεῖ, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις περὶ τῆς οὐσίας αὐτοῦ τί ποτέ ἐστιν ὁ τόπος, καὶ εἰ ἔστιν ὅλως (εἰ γὰρ ἃ δοκεῖ εἶναι ὁ τόπος μὴ ἔστιν, ἀνάγκη καὶ εἰ ἔστιν ὅλως ἀπορεῖσθαι), τούτοις οὖν συμπερανάμενος τοὺς λόγους καὶ τὰς συγκεχυμένας ἐν ἡμῖν δόξας διακρίνας ἐπὶ τὴν εὕρεσιν λοιπὸν τῆς τοῦ τόπου φύσεως παρασκευάζεται. ἐπειδὴ δὲ ἀπὸ τοῦ ἐν τόπῳ ὄντος εἰς ἔννοιαν ἐρχόμεθα τοῦ τόπου, τὸ δὲ ἐν τόπῳ ἔν τινί ἐστι, διαιρεῖται πρῶτον πολλαχῶς λεγόμενον τὸ ἔν τινι. χρησιμεύσει δὲ αὐτῷ μάλιστα ἡ διαίρεσις καὶ εἰς τὴν λύσιν τοῦ ἐν τόπῳ τὸν τόπον ἔσεσθαι κατὰ τὴν Ζήνωνος ἀπορίαν, ἣν εἶπε ζητεῖν τινα λύσιν· ἔλεγε γὰρ ὁ Ζήνων· “εἰ πᾶν τὸ ὂν ἐν τόπῳ, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται, καὶ τοῦτο ἐπ’ ἄπειρον πρόεισι”. λυθήσεται οὖν ὁ λόγος οὗτος ἐκ τοῦ πλεοναχῶς τοῦ ἔν τινι λεγομένου μὴ εἴ τί ἐστιν ἔν τινι καὶ ἐν τόπῳ εἶναι.1 διὸ καὶ εἰς τοῦτο συνεπληρώθη πᾶς ὁ λόγος ὁ περὶ τοῦ ἔν τινι. τὰ οὖν ἔν τινι κατὰ ὀκτὼ ἢ ἐννέα τρόπους λέγεσθαί φησιν· ἔν τινι γάρ ἐστιν ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἐν τῷ ὅλῳ σώματι, ἐν μὲν τῇ χειρὶ ὡς μέρος, ἐν δὲ τῷ ὅλῳ σώματι ὡς μέρους μέρος, ὃ καὶ μόριον καλοῦσιν. ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν ὡς τὸ πρόσωπον ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ τοῖς τοιούτοις. οὐ γάρ ἐστι φησὶ παρὰ τὰ μέρη τὸ ὅλον. κἂν γὰρ ἄλλο τὸ εἶδος ᾖ τοῦ ὅλου παρὰ τὸ τῶν μερῶν εἶδος, καθὸ καὶ ὅλον καὶ μέρη φαμὲν εἰδητικῶς ἀντιτιθέντες,2 ἀλλὰ τό γε ὑποκείμενον τὸ αὐτό· οὐ γὰρ ἀπέσπασται τὸ ὅλον τῶν μερῶν. ἄλλον δὲ τρόπον τὸ ἔν τινι ὡς τὸ εἶδος ἐν τῷ γένει, ὡς λέγομεν ἐν τῷ ζῴῳ τὸν ἄνθρωπον· καὶ ἄλλον ὡς τὸ γένος ἐν εἴδει, ὡς ζῷον ἐν ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς ἄλλοις, ὅτι ἐν τῷ ἑκάστου τῶν εἰδῶν λόγῳ περιέχεται. διὸ εἴδει εἶπεν, οὐκ εἴδεσιν· ὅτι γὰρ ἄλλως ἔν τινί ἐστι τὸ ὡς μέρος ἐν ὅλῳ καὶ ἄλλως τὸ ὡς εἶδος ἐν γένει, δῆλον ἐκ τοῦ τὸ μὲν ὅλον μηκέτι ὅλον εἶναι ἑνὸς ἀφαιρεθέντος μέρους, τὸ δὲ γένος μηδὲν κωλύεσθαι ἔτι εἶναι γένος ἑνὸς εἴδους ἀφαιρεθέντος. καὶ τὸ μὲν γένος πᾶν συνωνύμως πάντων τῶν εἰδῶν κατηγορεῖται, τὸ δὲ ὅλον μόνων τῶν ὁμοιομερῶν, καὶ τούτων οὐ καθὸ ὅλον. ἔτι δὲ τὸ μὲν ὅλον ἐν πᾶσίν ἐστι τοῖς μέρεσι, τὸ δὲ γένος καὶ ἐν ἑνί. διὸ καὶ ὁ Ἀριστοτέλης ὅπου μὲν ὅλον ἐν μέρεσιν εἶπεν, ὅπου δὲ γένος ἐν εἴδει. πρὸς δὲ τούτοις τὸ μὲν γένος μέρος γίνεται τοῦ λόγου τοῦ εἴδους, καὶ οὕτως τὸ γένος ἐν τῷ εἴδει· τὸ δὲ ὅλον οὐκ ἔστι μέρος τοῦ λόγου τοῦ μέρους. καὶ ταῦτα εἰκότως, εἴπερ γένος μέν ἐστι κοινότης τοῖς ἤδη διακεκριμένοις ἐπ’ ἴσης ὑπάρχουσα, ὅλον δὲ συνοχὴ τῶν ἔτι διακεκριμένων πρὸς ἄλληλα. πέμπτον δέ ἐστι τοῦ ἔν τινι σημαινόμενον ὡς τὸ εἶδος ἐν τῇ ὕλῃ, ὡς ἡ ὑγίεια ἐν θερμοῖς καὶ ψυχροῖς. ἐν ᾧ ἔοικε σημαινομένῳ πάντα τιθέναι τὰ ἐν ὑποκειμένῳ.
“在此之后必须把握,一物在另一物之中是在多少种意义上被说的,直到‘而在一切之中最主要的,是如同在容器中、以及总体上如同在场所中。’” 在总结了那些由此场所似乎必然是某种东西的论证,以及人们由此会就场所的实体究竟是什么以及它是否根本存在产生疑难的论证之后(因为如果场所似乎是的那些东西不存在,那么必然也会怀疑它是否根本存在),因此在以这些论点总结了这些论证并区分了我们心中混乱的意见之后,他就为了剩余的工作——发现场所的本性——做好准备。既然我们是由处于场所中的事物而达到对场所的概念,而处于场所中的事物是“在某物之中”,他就首先划分具有多种含义的“在某物之中”。这种划分对他而言也将极其有助于解决按照芝诺的疑难场所将在场所之中的问题,亚里士多德曾说这疑难需要某种解决。因为芝诺说:“如果一切存在者都在场所之中,显然场所也将有其场所,而这将进行至无穷。”因此,这个论证将从“在某物之中”是多义地被说、并非若某物在某物之中它就也在场所之中而得到解决。因此,关于“在某物之中”的整个论述也是为了这个目的而得到补充的。所以他说,在某物之中的事物按照八种或九种方式被说。因为它在某物之中,或者如部分在整体之中,正如手指在手中或在整个身体中——在手中是作为部分,在整个身体中则是作为部分之部分,他们也称之为碎块。或者如整体在各部分之中,正如面孔在眼睛、鼻子及此类事物之中。因为他说,整体并不脱离各部分。因为即使整体的形式不同于各部分的形式,依此我们在形式上相对立地谈论整体与诸部分,但至少基质是同一个;因为整体并没有从各部分中剥离开来。在另一种方式下,“在某物之中”如同种在属之中,正如我们说人在动物之中;而在另一种方式下,如同属在种之中,正如动物在人、马和其他事物之中,因为它被包含在每一个种的定义之中。因此他说是“在种之中”,而不是“在诸种之中”。因为作为部分在整体之中和作为种在属之中以不同方式构成“在某物之中”,这显而易见地源于:当一个部分被去掉时整体就不再是整体,而当一个种被去掉时却毫不妨碍属仍然是属。而且属作为一个整体被同义地述谓于所有种,而整体则仅述谓于同质部分之物,且就这些而言也不是作为整体被述谓的。再者,整体存在于所有部分之中,而属也存在于单个之中。因此亚里士多德在有的地方说“各部分之中的整体”,在有的地方却说“种之中的属”。除此之外,属成为种的定义的一部分,这样属就在种之中;而整体并不是部分之定义的一部分。这些都是合乎常理的,如果属确实是同等地属于已被区分之物的一种共通性,而整体则是相互间仍有区分之物的粘合。第五种“在某物之中”的含义是如同形式在质料之中,正如健康在冷热之中。在这一含义中,他似乎把所有在基底之中的事物都置于其中了。
- 4.28ἐκ τοῦ πλεοναχῶς τοῦ ἔν τινι λεγομένου μὴ εἴ τί ἐστιν ἔν τινι καὶ ἐν τόπῳ εἶναι
此句骨架是由介词 ἐκ 支配的名词化不定词短语 ἐκ τοῦ ... μὴ ... εἶναι(“源于并非……在场所中”),其内部嵌套了一个属格绝对结构 πλεοναχῶς τοῦ ἔν τινι λεγομένου(“由于‘在某物之中’有多重含义”)和一个条件从句 εἴ τί ἐστιν ἔν τινι(“若某物在某物之中”)。否定词 μή 否定不定词 εἶναι,从而否定了由条件命题导出的结论,即“在某物中并不蕴含在场所中”。
- 4.28καθὸ καὶ ὅλον καὶ μέρη φαμὲν εἰδητικῶς ἀντιτιθέντες
καθό 引导一个关系副词从句(“依此……”)。分词 ἀντιτιθέντες 与 φαμέν 的隐含主语(“我们”)一致,作为伴随情况分词,由副词 εἰδητικῶς(“在形式/概念上”)修饰,表示我们在概念上将“整体”与“各部分”相对立,并与后文的 ἀλλὰ τό γε ὑποκείμενον τὸ αὐτό(“但至少基质是同一的”)形成“形式上的区分”与“基底上的同一”之对照。
