- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:550.5-550.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修批评了前述亚历山大解释的不融贯之处,依据亚里士多德用空气化为水的体积收缩作为例证的意图,重构了证明形式和质料皆非场所的统一三段论,并补充了欧德谟的论点。
πῶς δὲ τὸ μὲν εἶδος τόπον ὑποθέμενος ἔλεγεν ὅτι1 “τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει” καὶ οὕτω συνῆγεν ὅτι ὁ τόπος οὐκ ἔστι τὸ εἶδος, ἐπὶ δὲ τῆς ὕλης τὸν τόπον φησὶ μὴ εἶναι τὸν αὐτόν, τὴν δὲ ὕλην τὴν αὐτὴν εἶναι, καίτοι τοῦ Ἀριστοτέλους εἰς ἓν μόνον ἄτοπον ἀπαγαγόντος τὸ ἀπόλωλεν ὁ τόπος; μήποτε οὖν ἐν ἀμφοῖν ὁμοίως ἀληθεύεται, ἐν ταῖς μεταβολαῖς τῶν σωμάτων τὸ ἀπολωλέναι τὸν τόπον, εἴπερ ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν ὁ τόπος· εἰ γὰρ μὴ μάτην τὴν ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴν παρέθετο καὶ ὅλως τὴν ἐκ μείζονος εἰς ἔλαττον, ἀλλ’ ἵνα τὴν συστολὴν τοῦ μεγέθους δηλώσῃ οὐ μόνον κατὰ τὸ εἶδος γινομένην, ἀλλὰ καὶ κατὰ τὴν διάστασιν τὴν ὑλικήν, δῆλον ὅτι καὶ ἐπὶ τῆς ὕλης τὸ ἄτοπον συνάγεται καὶ εἴη ἂν ὁ συλλογισμὸς τοιοῦτος· εἰ ὁ τόπος τὸ εἶδος ἢ ἡ ὕλη, ἐν τῇ μεταβολῇ τῶν σωμάτων τῇ ἐκ μείζονος εἰς ἔλαττον ἀπόλωλεν ὁ τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· τίς γὰρ ἂν εἴη φθορὰ τόπου; καὶ τὴν μὲν πρόσληψιν ὡς ἐναργῆ παραλέλοιπε.2 τί γὰρ ἂν εἴη τῷ τόπῳ ἐναντίον εἰς ὃ ἂν φθαρείη ὁ τόπος ἢ ἐξ οὗ ἂν γένοιτο; τὸ δὲ συνημμένον δείκνυσι διὰ τοῦ οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. καὶ γὰρ εἰ μὲν τὸ εἶδος ὑποτεθείη ὁ τόπος, ἄλλος ἐξ ἄλλου τελέως εὑρεθήσεται· εἰ δὲ ἡ ὕλη, ἐλάττων ἐκ μείζονος ὁ τόπος. καὶ πάλιν οὐκ ἐν τῷ αὐτῷ τόπῳ. ὅτι δὲ καὶ ἀπὸ τῆς μερικῆς ἀπωλείας τοῦ τόπου γέγονεν ἡ ἐπιχείρησις,3 δηλοῖ οἶμαι σαφῶς τὸ οὐδὲ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα. καὶ ὅτι εἰς ἄτοπον ἀπάγει τὴν τοῦ τόπου φθοράν, δηλοῖ τὸ τίς οὖν ἡ φθορά. τοῦτο δὲ καὶ ἐκ τῆς κοινῆς περὶ τοῦ τόπου ἐννοίας, ὅτι οὐ συμφθείρεται τοῖς ἐν τόπῳ ὁ τόπος, ὥσπερ οὐδὲ τὰ ἀγγεῖα τοῖς ἐν αὐτοῖς, ἀλλὰ μενόντων τούτων ἄλλοτε ἄλλων εἰς αὐτὰ μετάστασις γίνεται· καὶ ἐκ τοῦ τὰ σώματα μεταβάλλειν κατὰ τοὺς τόπους, οὐ μέντοι τοὺς τόπους εἰς ἀλλήλους. οὐ γὰρ ὁ ἄνω τόπος εἰς τὸν κάτω μεταβάλλει (πῶς γὰρ οἷόν τε;), ἀλλὰ τὰ ἄνω σώματα εἰς τὰ κάτω. ὁ δὲ Εὔδημος δεικνὺς ὅτι οὐκ ἔστιν ὁ τόπος ἡ ὕλη καὶ τοῦτο προστίθησιν· “ἔτι δὲ ἡ μὲν ὕλη κινεῖται· ὁ δὲ τόπος ἀκίνητος”. δῆλον δὲ ὅτι καὶ τῷ εἴδει ἐφαρμόττει ὁ αὐτὸς διορισμός· καὶ γὰρ καὶ αὐτὸ κινεῖται.
然而,当把形式假设为场所时,他是如何说出“形式的消亡是显而易见的,但场所能否毁灭却包含疑问”,并由此推论出场所不是形式,而关于质料他却说场所不是同一个、质料却是同一个的呢?尽管亚里士多德仅仅将其归谬于唯一一个荒谬结论:“场所已经毁灭”。因此,如果质料或形式确实是场所,那么在物体的转变中场所已经毁灭,岂不在两种情况中同样成真吗?因为,如果他援引从空气到水的转变、以及总体上从较大物体到较小物体的转变并非毫无缘由,而是为了表明量度的收缩不仅按照形式发生,而且也按照质料性的延展发生,那么显而易见,这一荒谬结论在质料的情况下同样被推导出来,并且该三段论将是如下形式:如果场所是形式或质料,在物体从较大向较小的转变中,场所就已经毁灭;然而这却是不可能的;因为场所究竟能发生何种消亡呢?而他将小前提作为显而易见的予以省略了。因为对于场所来说,场所会消亡于其中或由之生成的对立面又能是什么呢?但他通过“因为生成的物体并不在同一场所之中”证明了该假言命题。因为如果形式被假设为场所,则将发现完全由另一个成为另一个;而如果是质料,场所则由较大变为较小。并且,它同样不在同一场所之中。我认为,“因为生成的物体甚至不在同一场所之中”清楚地表明,论证也是源于场所的部分丧失而成立的。而他将场所的消亡归于荒谬,则由“那么何种消亡呢”所表明。这也是出于关于场所的共通观念,即场所并不与处于场所中的事物一同消亡,正如容器并不与其中的事物一同消亡,而是在这些容器持存时,不同事物在不同时间向它们转移;并且也出于物体是依场所而转变、场所之间却不相互转变这一事实。因为上方的场所并不转变为下方的场所(因为这怎可能呢?),而是上方的物体转变为下方的物体。而欧德谟在表明场所不是质料时,也补充了这一点:“此外,质料运动;场所却是不动的”。显而易见,同样的限定也适用于形式;因为形式自身也是运动的。
- 4.27πῶς δὲ τὸ μὲν εἶδος τόπον ὑποθέμενος ἔλεγεν ὅτι
分词 ὑποθέμενος(不定过去时中动分词主格单数)与主动词 ἔλεγεν 的逻辑主语是在前一模块中被引述的亚历山大。后文的 φησί 以及与属格绝对结构 καίτοι τοῦ Ἀριστοτέλους... 的对比清楚表明,这是对亚历山大注疏立场的诘问,而非针对亚里士多德本人。
- 4.27καὶ τὴν μὲν πρόσληψιν ὡς ἐναργῆ παραλέλοιπε
作为古希腊逻辑学专业术语,πρόσληψις 指假言三段论中的“小前提”(minor premise/assumption,即否定假言结论的“然而这却是不可能的”)。与此相对,后文出现的 τὸ δὲ συνημμένον 则指作为大前提的“假言命题/条件命题”(hypothetical premise)。
- 4.27ὅτι δὲ καὶ ἀπὸ τῆς μερικῆς ἀπωλείας τοῦ τόπου γέγονεν ἡ ἐπιχείρησις
ὅτι 引导的名词性从句作为及物动词 δηλοῖ 的前置宾语,全句的主语是后置的引用短语 τὸ οὐδὲ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα。此句结构上采用了宾语前置的倒装语序。
