← 辛普里丘

亚里士多德《物理学》注释

§549.4-550.5

物体变化中场所是否消亡的难题

针对亚里士多德《物理学》210a9中关于水由空气生成时场所毁灭的论点,辛普利丘介绍了阿斯帕西乌斯将其视为关于场所自身消亡之独特难题的解释,但更倾向于亚历山大的看法,即该论证延续前文问题,旨在通过归谬法证明形式和质料都不是场所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27#1

" Ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος ἕως τοῦ περὶ τῆς οὐσίας αὐτοῦ εἴρηται." Τοῦτο τὸ ἐπιχείρημα δυνατόν φασι καὶ ἀπορίαν ἰδίαν ἔχειν περὶ τόπου,1 ὅτι δοκεῖ ἀπόλλυσθαι ὁ ἑκάστου τόπος τῶν σωμάτων, ὅταν εἰς ἄλλο σῶμα μεταβολὴ αὐτοῖς γένηται· τοῦ δὲ ἀπολωλέναι τὸν τόπον σημεῖον, ὅτι οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλ’ ἄτοπον· τίς γὰρ ἂν γένοιτο τόπου φθορά; μήποτε δὲ τὸ ἔτι προσκείμενον δηλοῖ περὶ τὸ αὐτὸ τῷ προσεχῶς εἰρημένῳ προβλήματι στρέφεσθαι τὸ ἐπιχείρημα. εἴπερ δὲ ἄρα ἄλλην ἔχει ἀπορίαν, οὕτως μᾶλλον αὐτὴν ἐκδεκτέον, ὡς ὁ Ἀσπάσιος ἐνδείκνυται· ὅταν γὰρ ἐξ ἀέρος ὕδωρ γένηται, τουτέστιν ἐκ μείζονος σώματος ἔλαττον, ἀπόλλυται τοῦ τόπου μέρος· οὐ γὰρ τοσοῦτός ἐστιν ὁ τοῦ γινομένου ὕδατος τόπος, ὅσος ἦν ὁ τοῦ ἀέρος τοῦ εἰς αὐτὸ μεταβαλόντος. τίς δὲ τόπου φθορὰ πάνυ χαλεπὸν ἀποδοῦναι, ὡς μαθησόμεθα. καὶ εἴη ἂν τοῦτο συγγενὲς ἐκείνῳ τῷ ἐπιχειρήματι τῷ ἀπὸ τῆς αὐξήσεως τοῦ τόπου· ἐν ᾧ ἔλεγε “πῶς οὖν περὶ τῶν αὐξανομένων ἐροῦμεν”· ὡς γὰρ ἐκεῖ ἐδείκνυτο, ὅτι εἰ ἔστιν ὁ τόπος, ἀνάγκη αὔξεσθαι τὸν τόπον, οὕτως ἐνταῦθα ἀνάγκη φθείρεσθαι τὸν τόπον. ἄπορον δὲ πῶς ἂν αὐξηθείη ἢ μειωθείη τόπος. πῶς γὰρ τὸ πρότερον ἀληθές; οὐδὲ γάρ ἐστι σημεῖον τοῦ ἀπολωλέναι τὸν τόπον τὸ μηκέτι ἐν τῷ αὐτῷ εἶναι· δύναται γὰρ καὶ ὅταν ἐξ ἀέρος μεταβαλὸν τὸ ὕδωρ κάτω γένηται, μένειν ὁ αὐτὸς ἄνω τόπος, κἂν μὴ ὁ αὐτὸς ἀὴρ ᾖ ἐν αὐτῷ. κάλλιον δὲ τοῦ αὐτοῦ προβλήματος εἶναι τὸ ἐπιχείρημα δεικνύντος,2 ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος τόπος ἐστί. καὶ μᾶλλον ἐπὶ τοῦ εἴδους ἀποδείκνυσθαί φησιν ὁ Ἀλέξανδρος οὕτως ἐκδεχομένων ἡμῶν· “ὅταν τῶν σωμάτων αἱ μεταβολαὶ εἰς ἄλλα σώματα γένωνται, ἀπόλωλεν αὐτῶν τὸ εἶδος (οὐ γὰρ ταὐτὸν ὕδατος καὶ ἀέρος)· εἰ δὴ τὸ εἶδος τόπος, ἀπόλωλεν αὐτῶν ὁ τόπος· ὥστε οὐκέτι εἰσὶν ἐν τῷ αὐτῷ τόπῳ. ἀλλὰ μὴν ἄπορον τίς τοῦ τόπου φθορά. ὥστε εἰ τοῦ μὲν εἴδους φανερὰ ἡ φθορά, εἰ δὲ ὁ τόπος φθείρεσθαι δύναται ἀπορίαν ἔχει, οὐκ ἔστι ταὐτὸν τῷ τόπῳ τὸ εἶδος. εἰ δὲ τὴν ὕλην τις λέγει τόπον ἐν τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ, ὁ μὲν τόπος οὐκέτι ὁ αὐτός, ἡ δὲ ὕλη ἡ αὐτή· μένουσαν γὰρ αὐτήν φαμεν δέχεσθαι τὰ διαφέροντα εἴδη. ὥστε οὐκ ἔστιν ἡ ὕλη τόπος”. καὶ τῷ μὲν Ἀλεξάνδρῳ μᾶλλον δοκεῖ ἐπὶ τοῦ εἴδους ἀληθεύεσθαι τὸν λόγον.

“此外,当水由空气生成时,场所已经毁灭,直至‘关于其实质已经被述说’。” 他们说,这个论证也有可能包含一个关于场所的独特疑问,即每一种物体的场所似乎都会毁灭,每当它们转变成另一种物体时;而场所已经毁灭的一个标志,就是它们不再处于同一场所之中。但这却是荒谬的;因为场所究竟能发生何种消亡呢?不过,“此外”一词的追加,或许表明该论证所围绕的是与刚刚陈述的论题相同的论题。但若它确实包含另一个疑问,则应当更按阿斯帕西乌斯所示的方式来理解:因为当水由空气生成时,也就是从较大的物体生成较小的物体时,场所的一部分便毁灭了;因为生成的水的场所,并不像转变成它的空气的场所那样大。然而,要说明这是场所的何种消亡是极其困难的,正如我们将要知晓的那样。而这将与那个源于场所增长的论证相似,他在该论证中曾说“那么对于增长的事物我们将怎样说呢”;因为正如在那里表明的,如果场所存在,场所必然增长,在此处同样,场所必然毁灭。然而场所如何能够增长或减少是难以索解的。因为前一种说法又怎会是真的呢?因为不再处于同一[场所]之中,甚至都不是场所已经毁灭的标志;因为即便由空气转变而来的水生成在下方,上方的同一场所也是可能保留下来的,哪怕同一空气不在其中。但是,将该论证归属于同一论题更好,即归于表明质料和形式都不是场所的那个论题。亚历山大说,当我们这样理解时,它更多是在形式上得到证明的:“当物体向其他物体的转变发生时,它们的形式已经毁灭(因为水和空气的形式并不是同一个);那么,如果形式是场所,它们的场所就已经毁灭;因此它们不再处于同一场所中。然而场所究竟有何种消亡是令人困惑的。因此,如果形式的消亡是显而易见的,但场所能否毁灭却包含疑问,那么形式便不与场所相同。另一方面,如果在物体相互转变中有人说质料是场所,那么场所已不再是同一个,而质料却是同一个;因为我们说它在持存的同时接受不同的诸形式。因此质料不是场所。”在亚历山大看来,该论述更多是在形式上成真的。

语法注2 条
  1. 4.27Τοῦτο τὸ ἐπιχείρημα δυνατόν φασι καὶ ἀπορίαν ἰδίαν ἔχειν περὶ τόπου

    主要动词是 φασί(“他们说”),支配一个带不定式的宾格结构:τοῦτο τὸ ἐπιχείρημα 作 ἔχειν 的逻辑主语,中性单数宾格形容词 δυνατόν 作为表语,省略了系词 εἶναι(“他们说这个论证能够包含……”)。另一种解读是将其看作非人称结构 δυνατόν [ἐστι] 中插入了 φασί;无论哪种分析,核心句法关系均表明其他注释家主张该论证可以构成一个关于场所本身的独立难题。

  2. 4.27κάλλιον δὲ τοῦ αὐτοῦ προβλήματος εἶναι τὸ ἐπιχείρημα δεικνύντος

    非人称表语 κάλλιον [ἐστί](“更好”)支配一个带不定式的宾格从句,即 τὸ ἐπιχείρημα εἶναι τοῦ αὐτοῦ προβλήματος(“该论证属于同一论题”)。属格分词 δεικνύντος 既可视作阳性单数属格独立结构,在上下文中以亚里士多德为逻辑主语(“当他证明……时”),也可视作中性单数属格修饰前面的 τοῦ αὐτοῦ προβλήματος(“表明……的同一论题”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:549.4-550.5