- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:547.33-549.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了《物理学》210a5中的第六个论证,该论证通过形式或质料若为场所则将产生“场所的场所”这一荒谬结论来进行反驳,并讨论了亚历山大关于内在成分之场所性的疑难与解答。
" Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος, δεῖ γάρ ἕως τοῦ ὥστε τοῦ τόπου ἔσται τόπος." Ἕκτον τοῦτο ἐπιχείρημα ὡς οἶμαι δεικνύον ὅτι οὔτε τὸ εἶδος οὔτε ἡ ὕλη τόπος ἐστὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο· λέγει δέ· εἰ ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστίν, ἔσται τοῦ τόπου τόπος· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, καὶ δι’ αὐτὸ μὲν τοῦτο διὰ τὸ τὸν τόπον σώματος εἶναι ἀλλ’ οὐ τόπου καὶ διὰ τὴν ἐπ’ ἄπειρον δὲ προχώρησιν τόπον ἀεὶ πρὸ τόπου τιθέντων ἡμῶν· οὐκ ἄρα ἐν αὐτῷ τῷ πράγματι ὁ τόπος ἐστί. τοῦ δὲ ὑποθετικοῦ τόπου τούτου τὴν μὲν ὑπόθεσιν βεβαιοῦται1 διὰ τοῦ δεῖ γάρ, εἴπερ ἡ μορφὴ ἢ ἡ ὕλη. εἰ γὰρ εἶδος ἢ ὕλη ἐστὶν ὁ τόπος, ἀνάγκη ἐν αὐτῷ εἶναι τῷ πράγματι τῷ ἐξ ὕλης καὶ εἴδους συνεστηκότι· τὸ δὲ συνημμένον ἀποδείκνυσιν ὑγιὲς ἐκ τοῦ μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, τουτέστιν ἡ ὕλη. τοῦ γὰρ πράγματος μεθισταμένου τοῦ συνθέτου συμμεθίσταται καὶ τὸ εἶδος καὶ ἡ ὕλη, ἐξ ὧν ἐστι τὸ σύνθετον, καὶ ἐκεῖ ἐστιν ἔνθα ἂν ᾖ τὸ σύνθετον. εἰ οὖν ταῦτα ὁ τόπος, δῆλον ὅτι μέτεισιν ὁ τόπος τούτων μετιόντων καὶ μέτεισιν ἀπὸ τόπου εἰς τόπον· ὥστε ἐν τόπῳ ἔσται ὁ τόπος. ὅτι δὲ τὰ φυσικὰ σώματα τὰ ἐξ ὕλης καὶ εἴδους κινεῖται κατὰ τόπον καὶ μεταβάλλει τοὺς τόπους, πρόδηλόν ἐστι τοῖς αἰσθανομένοις. καὶ δῆλον ὅτι καὶ αὐτὸ τοῦτο ἄτοπόν ἐστι τὸ κινεῖσθαι τοὺς τόπους· κατὰ τόπον γὰρ καὶ εἰς τόπον ἀνάγκη κινεῖσθαι τὸ κινούμενον. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις· “μήποτε οὐκ ἀνάγκη, εἴ τι ἔστιν ἐν τόπῳ, καὶ τὰ ἐν αὐτῷ ὄντα ἐν τόπῳ εἶναι, εἰ μὴ ἄρα κατὰ συμβεβηκός· ἰδοὺ γὰρ τὰ μέρη τῶν ἐν τόπῳ ὄντων καὶ αἱ ἐν αὐτοῖς ποιότητες οὐκ εἰσὶν ἐν τόπῳ καθ’ αὑτά, ὥστε κἂν τὸ σύνθετον ἐν τόπῳ ᾖ, οὐκ ἀνάγκη τὸ εἶδος ἢ τὴν ὕλην ἐν τόπῳ εἶναι, πλὴν εἰ μὴ2 κατὰ συμβεβηκός. ὥστε καὶ εἰ τόπος εἴη τὸ εἶδος ἢ ἡ ὕλη, οὐκ ἂν εἴη ἐν τόπῳ πλὴν εἰ μὴ κατὰ συμβεβηκός· οὕτως δὲ οὐδὲν ἄτοπον καὶ τὸν τόπον ἐν τόπῳ εἶναι· καὶ γὰρ αὐτὸς λέγων εἶναι τόπον τὸ τοῦ περιέχοντος πέρας, ἐν τῷ αὐτῷ εἶναι τόπῳ φησὶ τό τε τοῦ περιέχοντος πέρας καὶ τὸ τοῦ περιεχομένου· αἱ γὰρ ἐπιφάνειαι ἁπτόμεναι ἀλλήλων ἐν τῷ αὐτῷ εἰσι”. λύων δὲ τὴν ἀπορίαν “εἰ ἔστι, φησί, τὸ εἶδος ἢ ἡ ὕλη τόπος τοῦ συνθέτου, ἴσα αὐτῷ ἐστιν· ὁ γὰρ τόπος ἴσος τῷ ἐν τόπῳ. ἐπεὶ οὖν τὸ σύνθετον ἴσον ἐστὶ καὶ τῷ τόπῳ, ἐν ᾧ κινηθὲν ἐγένετο, τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἴσος ἂν εἴη καὶ τῷ εἴδει καὶ τῇ ὕλῃ ὁ τόπος ἐν ᾧ ἐγένετο τὸ σύνθετον σῶμα· τὸ δὲ ἐν τόπῳ ἴσον τῷ τόπῳ καθ’ αὑτὸ ἐν τόπῳ ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· καθὸ γὰρ διέστηκε τὸ ὄν, ἐν τόπῳ.3 εἰ οὖν ἡ ὕλη ἢ τὸ εἶδος τόπος ὂν τοῦ συνθέτου καὶ συνδιεστὼς αὐτῷ ἐν τόπῳ ἐστίν, ἐν ᾧ γίνεται τὸ σύνθετον, καὶ ἴσον τῷ τόπῳ, καθ’ αὑτὸ ἂν εἴη ἐν τόπῳ. ἄτοπον δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸ δύο τόπους εἶναι ἅμα τοῦ αὐτοῦ πρώτως, εἴ γε ἀμφότεροι ἴσοι τῷ ἐν αὐτῷ, ὅ τε ἐν ᾧ ἐγένετο καὶ τὸ εἶδος ἢ ἡ ὕλη· καὶ ταῦτα γὰρ ἴσα τῷ συνθέτῳ, εἴπερ τόπος αὐτοῦ ἐστι. καὶ δῆλον ὅτι οἱ δύο ἅμα τοῦ αὐτοῦ τόποι πρώτως ἔσονται καὶ καθ’ αὑτό, ἀλλ’ οὐ κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο.”
“然而如果场所是在事物自身之内,因为必须……直至‘因此场所的场所将会存在’。” 依我之见,这是证明形式和质料都不是场所的第六个论证,此论证同样是通过归谬法来进行的。他说:如果场所在事物自身之内,那么就会存在场所的场所;但这却是不可能的,既因其自身——因为场所属于物体而不属于场所,也因为我们总是在场所之前设定场所而导致的无穷倒退;因此场所不在事物自身之内。而在这一假言论题中,他通过“因为如果是形态或质料,就必须如此”来确立其前提假设;因为如果形式或质料是场所,那么它必然存在于由质料和形式所构成的该事物自身之内。而他从“因为形式与不定者(即质料)同事物一同转变和运动”证明了该条件联结关系的合理性。因为当复合的事物移动时,复合者所由构成的形式和质料也随之一同移动,并处在复合者所在的任何地方。因此,如果这些是场所,显然随着这些东西的移动,场所也会移动,并且从场所移动到场所;因此场所将处在场所之中。而由质料与形式构成的自然物体依场所而运动并变换诸场所,对有感觉的人而言是昭然若揭的。并且显而易见,场所本身在运动这一事实本身也是荒谬的;因为运动者必然依场所并朝向场所而运动。 然而亚历山大在这些问题上提出了疑问:“或许并不必然出现这种情况:如果某物处在场所中,其内部的事物也处在场所中,除非只是依偶性如此;因为你看,处在场所中的事物的诸部分以及处在它们之中的诸性质,并非依其自身处在场所中,因此即便复合者处在场所中,形式或质料也并无必然性处在场所中,除非依偶性。因此,即便形式或质料是场所,除了依偶性之外,它也不会处在场所中;而若是这样,场所处在场所中也就没有什么荒谬可言了;因为他自身在说场所是包容者的界限的同时,也说包容者的界限与被包容者的界限处于同一场所之中;因为相互接触的诸表面是处于同一[场所]之中的。” 而在化解这一疑问时,他说:“如果形式或质料是复合者的场所,它们便与它相等;因为场所与其内的物体相等。因此,既然复合者也与其在运动后所进入的场所相等,而与同一事物相等者彼此也相等,那么复合物体进入其中的场所也将与形式和质料相等;然而处在场所中且与场所相等的物体,是依其自身处在场所中,而非依偶性;因为存在者只要具有伸展,它就处在场所中。因此,如果质料或形式作为复合者的场所并与其一同伸展,处于复合者所进入的场所中,且与该场所相等,那么它就应当是依其自身处在场所中。” 亚历山大又说:“同一事物在第一意义上同时拥有两个场所,这也是荒谬的,如果两者都与其内的物体相等的话——即它所进入的那个场所,以及形式或质料;因为如果形式或质料是其场所,它们也是与复合者相等的。显然,同一事物的两个场所将同时在第一意义上且依其自身存在,而非依偶性且依其他事物存在。”
- 4.26τοῦ δὲ ὑποθετικοῦ τόπου τούτου τὴν μὲν ὑπόθεσιν βεβαιοῦται
此处的 τόπος 并非物理意义上的“场所”,而是辩证法和修辞学意义上的“论题”、“论法”。属格短语 τοῦ ὑποθετικοῦ τόπου τούτου 作为整体属格,修饰其后的宾语 τὴν μὲν ὑπόθεσιν(“前提假设”),并与后文的 τὸ δὲ συνημμένον(“条件联结关系”)形成对称结构。
- 4.26πλὴν εἰ μὴ
短语 πλὴν εἰ μὴ 是希腊语的惯用重叠表达,结合了 πλήν(“除了”)与 εἰ μή(“如果不”),共同引出保留条件,意为“除非”或“除……之外”。
- 4.26καθὸ γὰρ διέστηκε τὸ ὄν, ἐν τόπῳ
主句中省略了系动词 ἐστί(καθὸ γὰρ διέστηκε τὸ ὄν, [ἐστὶν] ἐν τόπῳ)。完成时态 διέστηκε 意指具有空间延展(διάστασις),整句结构为:“因为存在者只要具有延展,[就在]场所之中”。
