← 辛普里丘

亚里士多德《物理学》注释

§546.22-547.32

基于自然运动否定场所为质料或形式

辛普里丘注解了亚里士多德在《物理学》210a2中根据物体向本有场所的自然运动证明场所既非质料亦非形式的段落。在介绍了亚历山大和阿斯帕西奥斯将该文句划分为多个并列论证的解释后,辛普里丘提出了自己的观点,认为整个论证是一个单一的假言三段论,而其后的因果分句旨在证明该假言前提的前后件联结关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25

" Ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον ἕως τοῦ ὥστε ζητητέος ἐν τοῖς τοιούτοις ὁ τόπος." Πέμπτον τοῦτο ἐπιχείρημα δεικτικὸν τοῦ τὸν τόπον μήτε τὴν ὕλην εἶναι μήτε τὸ εἶδος τοιαύτην ἔχον καὶ τοῦτο τὴν τοῦ λόγου ἀγωγήν· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινούμενον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ φέρεται τόπον, τὰ μὲν βαρέα κάτω, τὰ δὲ κοῦφα ἄνω· οὐκ ἄρα ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν. οὐδὲ γὰρ φέρεται ἐπὶ τὴν ὕλην ἢ τὸ εἶδος, διότι σὺν αὐτοῖς καὶ ἐν αὐτοῖς ἐστι τούτων ἑκάτερον τοῖς φερομένοις. τί γὰρ ἄλλο ἐστὶ τὸ φερόμενον ἢ ὕλη καὶ εἶδος; τὸ δὲ ἐφεξῆς λεγόμενον τὸ ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι ἄλλον λόγον ὁ Ἀλέξανδρός φησι1 συνημμένον τῷ πρὸ αὐτοῦ τοιοῦτον· ἐφ’ ὃ μὴ ἔστι κίνησις, τοῦτο τόπος οὐκ ἔστιν· ἐπὶ δὲ τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἔστι κίνησις· οὐδὲ ἄρα ἡ ὕλη ἢ τὸ εἶδος τόπος ἐστί. “δύναται δέ, φησί, καὶ τὸ τούτῳ συγκείμενον ἄλλος εἶναι λόγος τοιοῦτος· ὃ μὴ ἔχει διαφορὰς τήν τε ἄνω καὶ τὴν κάτω, τοῦτο οὐκ ἔστι τόπος· ἡ δὲ ὕλη καὶ τὸ εἶδος οὐκ ἔχει διαφορὰς τὸ ἄνω καὶ τὸ κάτω· οὐκ ἄρα ἡ ὕλη καὶ τὸ εἶδος τόπος. αὐτὸς δέ, φησί, πάντα συνθεὶς ὡς ἕνα ἠρώτηκε λόγον προσθεὶς τὸ ‘πῶς ἂν φέροιτο ἔτι τὰ κινούμενα εἰς τοὺς αὑτῶν τόπους, εἰ ἡ ὕλη ἢ τὸ εἶδος τόπος’· ὡς ὂν τοῦτο ἐναργές, ὅτι οὐδὲν ἐπὶ τὸ ἴδιον εἶδος ἢ τὴν ὕλην κινεῖται”. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος καὶ ὁ Ἀσπάσιος. μήποτε δὲ εἷς μέν ἐστιν ὁ ὅλος λόγος, ὡς καὶ Ἀλέξανδρος ἐπέστησε συνημμένον ἔχων τὸ πρότερον ῥηθὲν τοιοῦτον· εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδός ἐστιν, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο· ἀλλὰ μὴν πᾶν τὸ κινούμενον κατὰ φύσιν ἐπὶ τὸν αὑτοῦ τόπον φέρεται. ἐν δὴ τούτῳ τὴν μὲν πρόσληψιν ὡς σαφῆ παρῆκε, τὸ δὲ συνημμένον ἀποδείκνυσι2 διὰ τοῦ ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι. εἰ γὰρ ἐπὶ τὴν ὕλην ἢ τὸ εἶδος οὐκ ἔστι κίνησις, ἀλλ’ οὐδὲ τὸ ἄνω ἢ κάτω, ἐφ’ ἃ γίνονται αἱ φυσικαὶ κινήσεις, ὕλης ἢ εἴδους εἰσὶ διαφοραὶ τόπου οὖσαι διαφοραί, ἐξ ἀμφοῖν δῆλον ὅτι, εἰ τὸ εἶδος ἢ ἡ ὕλη τόπος, οὐδὲν ἂν τῶν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον φέροιτο, τουτέστιν τὸν ἄνω ἢ τὸν κάτω· ἐνάγει δέ με πρὸς τὴν τοιαύτην τῶν εἰρημένων ἀποδοχὴν καὶ ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος· ὡς γὰρ αἰτίαν ἐπάγων τοῦ μὴ ἂν φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον, εἰ τόπος εἴη ἡ ὕλη ἢ τὸ εἶδος, οὕτως ἐπῆκται.3 εἰ οὖν ἀληθῆ τὰ εἰρημένα, οὐκ ἐν τῇ ὕλῃ ἢ τῷ εἴδει χρὴ τὸν τόπον ζητεῖν, ἀλλ’ ἐν ἐκείνῳ οὗ διαφορὰ τὸ ἄνω καὶ τὸ κάτω ἐστίν. ἐπὶ γὰρ ταῦτα οἷόν τε φέρεσθαι τὰ κινούμενα, οὐκ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δυνατὸν δὲ καὶ κατηγορικῶς οὕτως ἐρωτᾶν τὸν λόγον ἐν δευτέρῳ σχήματι· τόπος ἐστὶν ἐφ’ ὃν ἕκαστον τῶν κατὰ φύσιν κινουμένων ἐπὶ τὸν αὑτοῦ τόπον κινεῖται· εἰς δὲ τὴν ὕλην ἢ τὸ εἶδος οὐδὲν κινεῖται· οὐκ ἄρα τὸ εἶδος ἢ ἡ ὕλη τόπος ἐστίν. ὅλως δὲ εἰ τὴν ὕλην καὶ τὸ εἶδος ἔχει ἀεὶ τὰ σώματα τόπον ὄντα, πῶς ἂν ἔτι κινοῖτο ἐπὶ τὸν οἰκεῖον τόπον;

“此外,它又如何能运动到自身的场所……直到因此场所必须在诸如此类的事物中去寻求为止。” 这是证明场所既非质料亦非形式的第五个论证,它也具有如下的推理进程:如果场所是质料或形式,那么运动的事物中就没有任何一个会运动到自身的场所;然而一切依自然而运动的事物都会运动到自身的场所,重者向下,轻者向上;因此场所既非质料亦非形式。因为没有任何事物会朝向质料或形式运动,由于这两者中的每一者都与被运动的事物在一起并内在于其中。因为被运动的事物除了质料和形式之外还能是什么呢?对于接下来说的“因为没有运动、也没有上或下的事物不可能成为场所”,亚历山大说这是与前一论证相联结的另一个论证,形式如下:凡没有运动朝向之物,都不是场所;而朝向质料与形式并没有运动;因此质料或形式都不是场所。“而且,”他说,“与此相结合的文句也可以是另一个论证,形式如下:凡不具有上与下之差异者,都不是场所;而质料与形式不具有上与下之差异;因此质料与形式不是场所。但他自身,”他说,“把所有这些结合起来,作为一个论证提了出来,加上了‘如果质料或形式是场所,运动的事物又如何能再运动到自身的场所呢?’,因为这一点是昭著的,即没有任何事物会向着自身的形式或质料运动。”亚历山大和阿斯帕西奥斯就是这样论述的。然而,或许整个论证原本就是一个,正如亚历山大也指出的那样,具有前面所说的那种条件命题:如果场所是质料或形式,那么运动的事物中就没有任何一个会运动到自身的场所;然而一切依自然而运动的事物都会运动到自身的场所。因此在这个论证中,他将附加前提作为显而易见的而略去,通过“因为没有运动、也没有上或下的事物不可能成为场所”来证明这个条件命题的联结关系。因为如果朝向质料或形式没有运动,而作为场所之差异的、自然运动所朝向的上与下,也不是质料或形式的差异,那么从这两点显然可见,如果形式或质料是场所,那么运动的事物中就没有任何一个会运动到自身的场所,即上方或下方。说明原因的连词“因为”也引导我如此去接受所说的话;因为它的引入正是为了提出理由,说明何以如果质料或形式是场所,各个事物就不会运动到自身的场所。因此,如果所说的话是真实的,就决不应当在质料或形式中寻求场所,而应当在具有上与下之差异的事物中去寻求;因为运动的事物能够朝向这些运动,而不是朝向质料与形式。也可以在第二格中以直言三段论的方式这样提出论证:场所是依自然运动的各个事物运动到自身场所时所朝向之物;而没有任何事物朝向质料或形式运动;因此形式或质料不是场所。总而言之,如果物体始终拥有作为场所的质料和形式,它们又如何能再向着自身的本有场所运动呢?

语法注3 条
  1. 4.25τὸ δὲ ἐφεξῆς λεγόμενον τὸ ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω τόπον εἶναι ἄλλον λόγον ὁ Ἀλέξανδρός φησι

    句首的宾格短语 τὸ ἐφεξῆς λεγόμενον ... 既可理解为主要动词 φησί 的话题宾格(“关于接下来所说的……亚历山大说”),也可与后置的宾格补足语 ἄλλον λόγον 构成同位或谓词宾格关系。这表明亚历山大将所引文句(τὸ ἀδύνατον ... εἶναι)视作与前文相连接的“另一个论证”。

  2. 4.25τὴν μὲν πρόσληψιν ὡς σαφῆ παρῆκε, τὸ δὲ συνημμένον ἀποδείκνυσι

    这是晚期希腊逻辑学的专业术语。πρόσληψις 指假言三段论中附加在假言大前提(τὸ συνημμένον,即条件命题“如果A则B”)之下的小前提(直言前提“今A”或“今非B”)。辛普里丘借此指出,亚里士多德省略了自明的小前提(“依自然运动者皆向自身场所运动”),而着重证明条件命题本身(即从“场所是质料或形式”推导至“没有任何事物向自身场所运动”的联结)。

  3. 4.25ὡς γὰρ αἰτίαν ἐπάγων τοῦ μὴ ἂν φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον, εἰ τόπος εἴη ἡ ὕλη ἢ τὸ εἶδος, οὕτως ἐπῆκται

    该句具有 ὡς ... οὕτως 的相关结构。主动分词 ἐπάγων 的逻辑主语为连词 γάρ 或亚里士多德,与主句被动动词 ἐπῆκται(“被引入/附加”)相呼应。属格动名词短语 τοῦ μὴ ἂν φέρεσθαι ... 作名词 αἰτίαν 的宾格性属格,其中 ἄν 加上不定词保留了潜势/虚拟语气(“说明何以不会运送到自身的场所”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:546.22-547.32