- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:545.16-546.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德援引《蒂迈欧》中质料(容纳者)与场所的等同而向柏拉图发难(即追问为何相或数不在场所中),辛普里丘通过探讨《斐德罗》的记载消解了这一表面矛盾,并对亚历山大的诠释作了评注与反思。
" Πλάτωνι μέντοι λεκτέον ἕως τοῦ ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν." Ἐν τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἔλεγεν, ὅτι ὁ Πλάτων ἔξω τοῦ οὐρανοῦ “οὐδὲν εἶναι σῶμα” ἐβούλετο “οὐδὲ τὰς ἰδέας διὰ τὸ μηδέ που εἶναι αὐτάς.” ἐν δὲ τούτοις ἐμνημόνευσεν ὡς τὴν ὕλην τὸ μεθεκτικὸν τῶν εἰδῶν τόπον εἰπόντος.1 συγκρούει οὖν κατὰ τὸ φαινόμενον τοὺς λόγους. εἰ γὰρ τὸ μεθεκτικὸν τῶν εἰδῶν ὁ τόπος ἐστί, διὰ τί μὴ ἐν τῷ τόπῳ τὰ εἴδη ἅπερ καὶ ἀριθμοὺς ἔλεγε; τὸ δὲ μεθεκτικὸν ἐν μὲν ταῖς ἀγράφοις ταῖς Περὶ τἀγαθοῦ συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει, ἐν δὲ τῷ Τιμαίῳ ὕλην, ἣν καὶ τόπον καὶ χώραν ὠνόμαζε. καὶ δῆλον ὅτι φαινομένη τίς ἐστιν ἐναντίωσις αὕτη· οὐ μέντοι ἐστὶν ἐναντία· τὴν μὲν γὰρ ὕλην τόπον ἔλεγε τῶν ἐνύλων εἰδῶν ὡς ὑποδοχὴν αὐτῶν, τὰ δὲ εἴδη τὰ χωριστὰ τῆς ὕλης ἤτοι τὰς ἰδέας ἔλεγε μὴ εἶναι ἐν τόπῳ. οὔτε γὰρ ὡς ἔνυλα εἴδη ἐν τῇ ὕλῃ ἐστὶν ὡς ἐν τόπῳ ἐκεῖνα, οὔτε ὡς σώματα ἐν τῷ τῶν σωμάτων δεκτικῷ. ἐναργεστέρα δὲ ἂν ἔδοξεν ἡ ἐναντίωσις, εἴ τις τῷ λέγοντι τὰς ἰδέας μὴ εἶναι ἐν τόπῳ μηδὲ ἔξω τοῦ οὐρανοῦ τὰ ἐν Φαίδρῳ προήγαγεν, ἐν οἷς φησι “τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε ποιητὴς τῶν τῇδε οὔτε ὑμνήσει κατ’ ἀξίαν. ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ θεατή, περὶ ἣν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος, τοῦτον ἔχει τὸν τόπον”. ἐν δὲ τούτῳ φησίν “καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην, οὐχ ᾗ γένεσις πρόσεστιν, οὐδὲ ἥ ἐστί που ἑτέρα ἐν ἑτέρῳ οὖσα, ὧν ἡμεῖς νῦν ὄντων καλοῦμεν, ἀλλὰ τὴν ἐν τῷ ὅ ἐστιν ὄντως ἐπιστήμην οὖσαν, καὶ τὰ ἄλλα ὡσαύτως τὰ ὄντα ὄντως”. ἰδοὺ γὰρ σαφῶς ἐν τόπῳ τὰς ἰδέας εἶναί φησι τὴν τῆς δικαιοσύνης καὶ σωφροσύνης καὶ ἐπιστήμης· αὐτὸ γὰρ ἕκαστον ἡ ἰδέα ἐστί. λέγει δὲ καὶ ἔξω τοῦ οὐρανοῦ τοῦτον εἶναι τὸν τόπον. ἀλλὰ δῆλον ὅτι ἄλλον μὲν τόπον ἀπέφασκε τῶν ἐκεῖ τὸν ὑποδεκτικὸν τῶν ἐνύλων εἰδῶν ἢ τῶν σωμάτων, ἄλλον δὲ ἐξυμνεῖ τὸν ἀφοριστικὸν τῆς ἐκεῖ τάξεως· θαυμαστὸν δὲ πῶς ὁ Ἀλέξανδρος καίτοι συννοήσας, ὅτι εἴδη λέγει τὰς ἰδέας νῦν ὁ Ἀριστοτέλης, ὅμως ἀναγκάζεσθαι νομίζει τὸν Πλάτωνα2 ἐν τόπῳ λέγειν τὰς ἰδέας, καίτοι ἀύλους αὐτὰς λέγοντα, ἐπειδὴ τόπον καὶ χώραν τῶν ἐνύλων εἰδῶν εἶπε τὴν ὕλην· παρέκβασιν δὲ καλεῖ τὸν λόγον, ἐπειδή, ὅσον μὲν ἐν τοῖς προκειμένοις, ἤρκει δεῖξαι, ὅτι οὐκ ἔστιν ὕλη ὁ τόπος, ὡς ἐδόκει λέγειν ὁ Πλάτων· τῷ δὲ μὴ ἁπλῶς τόπον ἀλλ’ εἰδῶν τόπον εἰπόντι ἀκολουθεῖ τὸ ἐναντίον τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἐν ἄλλοις τὸ τὰ εἴδη ἐν τόπῳ εἶναι. διὸ παρεκβῆναι τοῦ προκειμένου ὁμολογεῖ τοῦτο ἐπάγων τὸ ἄτοπον.3
“然而应当对柏拉图说……乃至正如他在《蒂迈欧》中所写的那样。” 在关于无限的论述中,他[亚里士多德]曾说柏拉图主张天外“没有任何物体,也没有诸相,因为它们根本不在任何地方”。但在这些话中,他提到他[柏拉图]把质料(即分有诸相者)称为场所。因此,在表面上他使这些论述互相冲突。因为如果分有诸相者是场所,为什么诸相(他也称之为数)不在场所之中呢?而在《论善》的未成文讨论中,他把分有者称为“大与小”,在《蒂迈欧》中则称为“质料”,并且他还将其命名为“场所”和“空间”(chora)。显然这种对立只是表面的,却并不是真正的对立。因为他是把质料作为内在于质料的形式的容纳者而称之为它们的场所,而将与质料分离的诸相(即相本身)说成是不在场所之中的。因为那些[相]既不像内在于质料的形式那样作为在场所中而存在于质料中,也不像物体那样存在于物体的容纳者之中。但是,如果有人面对说相既不在场所中也不在天外的人,援引《斐德罗》中的话,这种对立本会显得更加昭著。柏拉图在其中说道:“对于天上的场所,此地的诗人未曾有人赞颂过,也绝不可能赞颂得当。因为那无色、无形、不可触及的真正存在的实体,唯有灵魂的舵手才能观照,真正知识的门类便与之相关,它正占据着这一场所。”而且在其中他说:“它眺望着正义本身,眺望着节制,眺望着知识,这知识不是带有生成性质的,也不是存在于某处、因在另一事物中而变成另一种事物的知识(如同我们现在所称为存在者的那些事物一样),而是在真正存在者本身之中的真正知识,对于其他真正存在的事物亦复如是。”看啊,他分明清楚地表明正义、节制和知识的诸相是在场所之中的;因为每一个“自身”就是相。而且他也说这一场所是在天外的。但显然,对于那里的存在者,他所否定的场所是容纳具质料形式或物体的场所,而他所赞颂的则是界定那里秩序的另一种场所。然而令人惊异的是,亚历山大尽管理解亚里士多德现在是用“形式”来指诸相,却仍然认为柏拉图被迫承认诸相在场所之中(尽管他说它们是非质料的),因为他曾把质料称为具质料形式的场所和空间;他把这段论述称为题外话,因为就眼前的论题而言,只要证明场所不是质料(正如柏拉图似乎主张的那样)就足够了;但对于一个不仅说场所、而且说是形式的场所的人而言,就会得出与他在其他地方所说的相反的结论,即形式在场所之中。因此[亚历山大主张],他[亚里士多德]在引入这一荒谬推论时承认自己偏离了眼前的论题。
- 4.24ὡς τὴν ὕλην τὸ μεθεκτικὸν τῶν εἰδῶν τόπον εἰπόντος
接在 ἐμνημόνευσεν(亚里士多德提及)之后的属格绝对结构(省去了逻辑主语 Πλάτωνος),由 ὡς 引导,意为“正如[柏拉图]把分有诸相者的质料称作场所那样”。τὴν ὕλην 为 εἰπόντος 的第一宾语,τὸ μεθεκτικὸν τῶν εἰδῶν 是其同位语,τόπον 为宾语补足语(双宾格句式)。
- 4.24θαυμαστὸν δὲ πῶς ὁ Ἀλέξανδρος καίτοι συννοήσας... ὅμως ἀναγκάζεσθαι νομίζει τὸν Πλάτωνα
该句核心骨架为主谓结构 θαυμαστὸν [ἐστί] πῶς... νομίζει(“亚历山大……竟认为,这是令人惊异的”)。καίτοι συννοήσας ὅτι... 为让步分词短语(“尽管他理解到……”),修饰动词 νομίζει。νομίζει 的宾语是带逻辑主语的宾格不定式短语 ἀναγκάζεσθαι τὸν Πλάτωνα(“柏拉图被迫……”),后者再支配补足不定式 ἐν τόπῳ λέγειν τὰς ἰδέας。
- 4.24διὸ παρεκβῆναι τοῦ προκειμένου ὁμολογεῖ τοῦτο ἐπάγων τὸ ἄτοπον
ὁμολογεῖ 的主语承接前文,指亚历山大笔下的亚里士多德(即“[亚历山大认为]他承认……”)。τοῦτο τὸ ἄτοπον 是现在分词 ἐπάγων(引入、推导)的宾语,分离属格 τοῦ προκειμένου 则依附于不定式 παρεκβῆναι(偏离目前论题)。
