← 辛普里丘

亚里士多德《物理学》注释

§543.28-545.15

容器类比论证与质料形式同场所的区别

辛普里修注解亚里士多德《物理学》209b28–32,梳理了基于容器类比的论证在三段论结构中的定位,借助亚历山大的学说阐明了质料与形式区别于场所的本质特征(可分离性与包围关系),并探讨了“某处之物不同于其场所”这一命题究竟构成第四个独立论证还是前述诸论证的共同结论,同时评析了相关异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21

" Καὶ γὰρ δοκεῖ τοιοῦτό τι εἶναι ὁ τόπος οἷον τὸ ἀγγεῖον ἕως τοῦ οὐδὲν τοῦ πράγματός 〈ἐστιν〉." Τοῦτο οἱ ἐξηγηταὶ συνάπτουσι τῷ προσεχῶς εἰρημένῳ δευτέρῳ συμπεράσματι. τὸ αὐτὸ δὲ δείκνυσι καὶ ἐκ τῆς τοῦ ἀγγείου πρὸς τὸν τόπον ὁμοιότητος· καὶ γὰρ τὸ ἀγγεῖον χωρητικόν ἐστι τοῦ ἐν αὐτῷ, καὶ ὁρίζονται αὐτὸ τόπον μεταφορητόν. ὡς οὖν τὸ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν, οὕτως οὐδὲ ὁ τόπος. ἡ δὲ ὕλη καὶ τὸ εἶδος τοῦ πράγματος. καὶ δύναται μὲν τρία εἶναι τὰ συμπεράσματα, δύναται δὲ καὶ ἓν εἶναι. τῶν δὲ ἄλλων δύο τὸ μὲν πρὸς κατασκευὴν εἰλῆφθαι τῆς ἐλάττονος προτάσεως1 τῆς λεγούσης τὸν τόπον ἐνδέχεσθαι χωρίζεσθαι, τὸ δὲ ἀπὸ τοῦ μορίου καὶ τῆς ἕξεως τῆς ἑτέρας προτάσεως. δύναται δὲ καὶ δύο εἶναι τοῦ τρίτου ῥηθέντος ἰδίου ὄντος. καὶ οὕτω μᾶλλον ἐκδέχονται.

“因为场所似乎是诸如容器那样的东西……乃至[容器]决非该事物的任何[部分]。” 诠释家们把这句话与紧接着前文所说的第二个结论联系起来。但他[亚里士多德]从容器对场所的相似性出发也证明了同样的事情;因为容器是其内部之物的容纳者,并且人们将容器定义为可移动的场所。因此,正如容器绝不是该事物的任何部分一样,场所也绝不是。而质料与形式则是属于该事物的。这里可能是有三个结论,也可能是一个结论。而其余两者中,一个可以理解为用于确立断言场所可分离的小前提,另一个来自部分与状态的,则用于确立另一前提。或者也可以是两个结论,第三个被述及的乃是独立的结论;他们[诠释家们]也更倾向于这样理解。

§4.22

"Ἧι μὲν οὖν χωριστὸς τοῦ πράγματος ἕως τοῦ ταύτῃ γε ἕτερος τῆς ὕλης." Ἡ ὕλη καὶ τὸ εἶδος τὸ μὲν ἀχώριστα εἶναι τοῦ συνθέτου κοινὸν ἔχουσι, καὶ ἐκ τούτου πρότερον κοινῶς ἐπ’ ἀμφοῖν ἔδειξεν, ὅτι οὔτε ἡ ὕλη, οὔτε τὸ εἶδος ὁ τόπος ἐστί· τὸ μέντοι περιέχεσθαι ἀλλὰ μὴ περιέχειν ἴδιόν ἐστι τῆς ὕλης διάφορον πρὸς τὸν τόπον. βουλόμενος οὖν μηδὲ τοῦτο παρεῖναι τὴν μὲν ὕλην ἐχώρισε τοῦ τόπου κατὰ τὸ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν. τὸ δὲ εἶδος κατὰ τὴν αὐτὴν πάλιν ἐπιβολήν, καθ’ ὅσον ὁ μὲν τόπος χωριστός, τὸ δὲ εἶδος ἀχώριστον· εἰ μὴ ἄρα οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν εἴληπται νῦν ἁπλῶς τὸ ἀχώριστον τοῦ εἴδους, καθ’ ἣν ἐλήφθη πρότερον.2 περιττὸν γὰρ ἂν εἴη δὶς παρὰ πόδας τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ληφθὲν ἔννοιαν. ἀλλ’ ἐνεδείξατο διὰ τούτου, ὅτι τὸ εἶδος κατὰ μὲν τὸ περιεκτικὸν κοινωνεῖ τῷ τόπῳ καίτοι τῆς ὕλης καὶ κατὰ τοῦτο διαφερούσης αὐτοῦ. τὸ δὲ περιεκτικὸν οὕτως ἔχει τὸ εἶδος ὡς συμφυῶς καὶ ἀχωρίστως περιέχον, ἀλλ’ οὐχὶ χωριστῶς ὥσπερ ὁ τόπος. καλῶς δὲ καὶ ὁ Ἀλέξανδρος ἐπιβάλλει τῷ χωρίῳ λέγων· “νῦν γὰρ ἀπὸ τοῦ μάλιστα ἑκατέρῳ ὑπάρχοντος, τῷ τε εἴδει φημὶ καὶ τῇ ὕλῃ, τὴν πρὸς τὸν τόπον λαμβάνει διαφοράν. τῷ μὲν γὰρ ἐνύλῳ εἴδει μάλιστα ὑπάρχει τὸ ἀχώριστον· ὁ γὰρ χωρισμὸς τούτου φθορὰ τούτου ἐστίν. ἡ δὲ ὕλη εἰ καὶ ἀχώριστός ἐστιν εἴδους, ἀλλὰ τοῦδέ γε τοῦ εἴδους χωριστή. τοῦ γὰρ ἀνθρώπου φέρε εἰπεῖν τοῦ ἐν γενέσει τὸ μὲν εἶδος ἅμα τῷ χωρισθῆναι ἔφθαρται, τὸ δὲ ὑποκείμενον μένει ἄλλο μεταλαβὸν εἶδος. εἰκότως οὖν τὸ μὲν εἶδος ἔδειξε μὴ ὂν τόπον ἀπὸ τοῦ μὴ χωρίζεσθαι, τὴν δὲ ὕλην ἐπειδὴ χωριστή πώς ἐστιν, οὐκέτι ἀπὸ τούτου, ἀλλ’ ἀπὸ τοῦ περιέχεσθαι. ἀδύνατον γὰρ αὐτὴν ἄλλως ἐν ὑποστάσει εἶναι καὶ κρατεῖσθαι ἐν τῷ ὄντι μὴ ὑπὸ τοῦ εἴδους ὁριζομένην.”

“因此,就其可与事物分离而言……乃至至少在这一点上它不同于质料。” 质料与形式具有不可与复合实体分离的共同特征,此前他[亚里士多德]正是基于此点共同对两者证明了质料与形式都不是场所。然而,被包围而非包围,乃是质料区别于场所的固有特征。因此,由于他不愿忽略这一点,便根据质料被包围而场所包围,将质料从场所中区分开来。另一方面,形式则再次依照同一着眼点[被区分],即只要场所是可分离的,而形式是不可分离的;除非现在形式的不可分离性并不是完全依照此前所取的相同含义被理解的。因为若依照相同的含义理解,把同一内容紧接着重复两次将是多余的。但他通过这一点表明,尽管质料在包围性这一点上也与场所相异,形式却就其包围性而言与场所相通。然而,形式拥有这种包围性,乃是作为浑然一体且不可分离地包围着,而不是像场所那样分离地包围着。亚历山大亦恰切地针对该文本说道:“因为现在他是根据最属于各自(即形式与质料)的特征,来获得它们与场所的差别的。因为对于内在于质料的形式而言,最属于它的是不可分离性;因为它的分离就是它的毁灭。而质料即使不可与形式分离,至少也可与‘这个’形式分离。例如对于生灭领域中的人而言,形式一旦分离就毁灭了,而底层基质则留存下来并分有另一种形式。因此理所当然地,他根据形式不被分离而证明它不是场所;至于质料,既然它在某种意义上是可分离的,他便不再根据分离性,而是根据它被包围这一点来证明。因为质料若不受形式界定,绝不可能以其他方式拥有实质存在并在实存中得以维系。”

§4.23

" Δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ." Τὸ μὲν οὖν λεγόμενον δῆλον, ὅτι καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τῆς κοινῆς ὑπολήψεως τοῦτο προφανές, ὡς ἄλλο μέν τι τὸ ἐν τόπῳ, ἄλλο δὲ ὁ τόπος· τοῦτο δὲ οἱ μὲν ἐξηγηταὶ ὡς ἄλλο τέταρτον ἐπιχείρημα τιθέασιν ἀπὸ τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἄλλο δὲ τὸν τόπον τὸ ἐν ᾧ ἐκτὸς ὂν τοῦ ἐν αὐτῷ·3 εἰ οὖν τὸ ἐν τόπῳ ἡ ὕλη καὶ τὸ εἶδός ἐστιν, ἄλλο ἂν εἴη παρὰ ταῦτα ὁ τόπος. δύναται δὲ καὶ κοινὸν συμπέρασμα εἶναι τῶν πρὸ αὐτοῦ ἐπιχειρημάτων ἀπὸ τῆς ἐναργείας εἰλημμένον. καὶ τῇ γε τοιαύτῃ ἐννοίᾳ συνάδει μᾶλλον ἡ τοιαύτη γραφὴ αἰτιολογικὸν ἔχουσα τὸν γάρ· δοκεῖ γὰρ ἀεὶ τὸ ὄν που, ἔν τισιν ἀντιγράφοις οὕτως φερομένη. ἐπειδὴ γὰρ δοκεῖ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἐξ ὕλης καὶ εἴδους ὄν, ἄλλο δὲ ὁ τόπος, εἰκότως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν.

“而且,在某处的存在者似乎总是自身为某一事物,而在其外另有某一事物。” 所言之事是显而易见的,即无论是出于明晰的事实还是出于共同的观念,在场所中的事物是一回事,而场所是另一回事,这是显然的。诠释家中的一些人将此作为基于“在场所中的事物是一回事,而〔它〕在其内、在其内部之物以外的场所是另一回事”的另一个第四论证;因此,如果在场所中的事物是质料与形式,那么场所就应当是不同于这些东西的他者。但这也可以是此前各论证从明晰事实中得出的共同结论。而对于这样的理解,带有表示原因的“因为(γάρ)”的如下读法更为契合,即“因为在某处的存在者似乎总是……”,某些抄本中便是如此记载的。因为,既然由质料和形式构成的在场所中的事物似乎是一回事,而场所是另一回事,那么场所理所当然是一回事,而形式与质料是另一回事。

语法注3 条
  1. 4.21τῶν δὲ ἄλλων δύο τὸ μὲν πρὸς κατασκευὴν εἰλῆφθαι τῆς ἐλάττονος προτάσεως τῆς λεγούσης τὸν τόπον ἐνδέχεσθαι χωρίζεσθαι, τὸ δὲ ἀπὸ τοῦ μορίου καὶ τῆς ἕξεως τῆς ἑτέρας προτάσεως

    句首的 τῶν δὲ ἄλλων δύο(“其余两者中”)为部分属格,其后并列宾格 τὸ μέν 与 τὸ δέ 作为不定式 εἰλῆφθαι 的逻辑主语。在后半句(τὸ δὲ ἀπὸ τοῦ μορίου...)中,承前省略了 εἰλῆφθαι(或 πρὸς κατασκευὴν εἰλῆφθαι),属格 τῆς ἑτέρας προτάσεως 用作其补足语,表示另一前提(大前提)的确立。

  2. 4.22εἰ μὴ ἄρα οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν εἴληπται νῦν ἁπλῶς τὸ ἀχώριστον τοῦ εἴδους, καθ’ ἣν ἐλήφθη πρότερον

    由 εἰ μὴ ἄρα(“除非确实”)引导的表例外与保留的条件从句。辛普里修以此提出限定,旨在说明亚里士多德对形式“不可分离性”的再次提及并非毫无意义的同义重复(περιττόν),进而引出下文亚历山大所作的精细辨析(内在于质料的形式之不可分离性与质料相对的具分离性)。

  3. 4.23τοῦτο δὲ οἱ μὲν ἐξηγηταὶ ὡς ἄλλο τέταρτον ἐπιχείρημα τιθέασιν ἀπὸ τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν τόπῳ ἄλλο δὲ τὸν τόπον τὸ ἐν ᾧ ἐκτὸς ὂν τοῦ ἐν αὐτῷ

    ἀπὸ τοῦ 之后的骨架为带冠词的不定式结构:ἀπὸ τοῦ [ἄλλο μὲν εἶναι ..., ἄλλο δὲ τὸν τόπον ...]。其中 τὸ ἐν ᾧ(“其所在者”)作为 τὸν τόπον 的同位语从句,分词短语 ἐκτὸς ὂν τοῦ ἐν αὐτῷ(“处于其内部之物的外在”)修饰该同位成分,说明场所的特性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:543.28-545.15