← 辛普里丘

亚里士多德《物理学》注释

§542.15-543.27

把握场所的困难与排除质料与形式

辛普利丘注解了亚里士多德通过质料与形式之探究的艰难来论证把握场所之困难的段落(209b17–21),随后梳理了亚里士多德借助第二格三段论以及基于相互替换的归纳法,论证场所既不可能是质料或形式,亦不可能是部分或状态(持存特性)的论述(209b21–27)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις1 ἕως τοῦ καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν." Εἰπὼν ὅτι τινὲς μὲν τῶν περὶ τοῦ τόπου λόγων πείθουσι τὸ εἶδος καὶ τὴν μορφὴν εἶναι τὸν τόπον, τινὲς δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, συνάγει καὶ ἐκ τούτου ὅτι χαλεπός ἐστιν ὁ περὶ τοῦ τόπου λόγος. καὶ γὰρ ὁ περὶ τῆς ὕλης χαλεπώτατος καὶ καθ’ αὑτήν, εἴπερ κατὰ μὲν τὸν Ἀριστοτέλην οὕτως ἄγνωστος ἡ ὕλη, ὡς κατὰ ἀναλογίαν μόνην εἶναι γνωστή, κατὰ δὲ Πλάτωνα νόθῳ λογισμῷ μόγις πιστή. ἡ δὲ τοῦ εἴδους γνῶσις καὶ ζωῆς δεῖται κεκαθαρμένης καὶ γνώσεως ἀκριβοῦς. καὶ ὅ γε ἓν εἶδος βουλόμενος μαθεῖν τῆς πάντων δεῖται γνώσεως διὰ τὴν ταὐτότητα καὶ ἑτερότητα τὴν πρὸς ἄλληλα τῶν εἰδῶν· εἰ δὲ καὶ ἀρχαί εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος, αἱ ἀρχαὶ τὴν ἀκροτάτην ἔχουσι θεωρίαν· καὶ μέντοι χωρὶς ἀλλήλων ἀδύνατον αὐτὰ γνωρίζειν· καὶ γὰρ ἡ ὕπαρξις αὐτῶν μετ’ ἀλλήλων. διὰ πάντα οὖν ταῦτα χαλεπὸν τὸ γνῶναι τί ἐστιν ὁ τόπος, εἴπερ ἢ ὕλη ἢ εἶδος ἢ ἀμφότερά ἐστιν.

“从这些方面考察的人,理所当然地……乃至彼此分离便不易被认知。” 在指出关于场所的论证有的使人相信场所是形式和形态,有的使人相信场所是质料和底层基质之后,他[亚里士多德]由此也得出结论说,关于场所的论述是困难的。因为即使就其自身而言,关于质料的论述也是极其困难的,如果依亚里士多德之见质料是如此不可知,以至于只能依类比来认知,而依柏拉图之见则凭私生子式的推论勉强可信。另一方面,对形式的认知不仅需要被净化的生命,亦需要精确的知识。而且凡是想要认识单一形式的人,由于诸形式彼此之间的同一性与相异性,都需要关于一切[形式]的知识。再者,若质料与形式亦是本原,本原便具有最高等级的观照;而且,要使它们彼此分离地被认知是不可能的;因为它们的存在状态乃是彼此相随的。因此,出于这一切缘故,如果场所或是质料、或是形式、抑或是二者兼有,那么要认识场所究竟为何物便是困难的。

§4.19

"Ἀλλὰ μὴν ὅτι ἀδύνατον ὁποτερονοῦν τούτων εἶναι ἕως τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν." Εἰπὼν ἐκ τίνων ἄν τις ὕλην ἢ εἶδος ὑπονοήσοι τὸν τόπον εἶναι, δείκνυσι διὰ ἑπτὰ ἐπιχειρημάτων, ὅτι οὐδέτερον τούτων δυνατὸν εἶναι τὸν τόπον· καὶ πρῶτον δείκνυσιν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτως· τὴν ὕλην καὶ τὸ εἶδος οὐκ ἐνδέχεται χωρίζεσθαι τοῦ πράγματος οὗ ἐστιν· ὁ δὲ τόπος χωρίζεται· ἡ ἄρα ὕλη ἢ τὸ εἶδος οὐκ ἔστιν ὁ τόπος. καὶ ὅτι μὲν ἡ ὕλη καὶ τὸ εἶδος οὐ χωρίζεται τῶν συνθέτων, ἕως ἂν ᾖ, πρόδηλον· ἐν τούτοις γὰρ ἔχει τὸ εἶναι τὰ σύνθετα. ὅτι δὲ τὸν τόπον ἐνδέχεται χωρίζεσθαι καὶ ὄντος καὶ σῳζομένου τοῦ ἐν τόπῳ, διὰ τῆς κατὰ τὴν ἀντιμετάστασιν ἐπαγωγῆς ἔδειξεν· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ. καὶ ὅτι ἐπακτικὸς ὁ λόγος, ἐδήλωσε διὰ τοῦ καὶ τῶν ἄλλων σωμάτων ὁμοίως.

“然而,它不可能属于这两者中的任何一个……乃至而容器决非该事物的任何部分。” 在谈及根据何种理由人们会猜测场所是质料或形式之后,他[亚里士多德]通过七个论证表明,这两者中的任何一个都不可能是场所。首先,他在第二格中通过如下的三段论来进行证明:质料与形式不可能与其所属的事物相分离;而场所则是分离的;所以质料或形式不是场所。而只要复合实体存在,质料与形式不与复合实体分离,这是显而易见的;因为复合实体正是在这些东西之中拥有其存在的。另一方面,在处于场所中的事物存在并得以保全的同时,场所却可以分离,这一点他通过基于互相替换的归纳法作了证明;因为原先有空气在其中的那个东西,水又重新在其中。而该论证是归纳性的,他通过“其他物体亦同样如此”这一表述予以了说明。

§4.20

"Ὥστε οὔτε μόριον οὔτε ἕξις ἕως τοῦ τὸ δὲ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν." Δείξας ὅτι χωριστός ἐστι τοῦ πράγματος ὁ τόπος εἰκότως συνήγαγεν ἄλλο συμπέρασμα, ὅτι οὔτε μόριόν ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ. εἰ γὰρ μόριον ὂν ἐχωρίζετο, οὔτε αὐτὸ μόριον ἔτι ἦν χωρισθὲν οὔτε ἐκεῖνο ἔμενεν ὅλον, οὗ ἐχωρίσθη τὸ μόριον. οὐ μέντοι οὐδὲ ἕξις εἶναι δύναται χωριζομένη. ἡ γὰρ ἕξις οὐχ ὑπομένει χωρισθεῖσα, ἀλλὰ φθείρεται, ὁ δὲ τόπος ὑπομένει. καὶ δύναται μέν τις τὸ μὲν μόριον ἐπὶ τῆς ὕλης ἀκούειν, τὴν δὲ ἕξιν ἐπὶ τοῦ εἴδους, ἵνα ᾖ· ἡ δὲ ὕλη καὶ τὸ πάθος μόριον καὶ ἕξις, ὅπερ πρόκειται·2 ἕξις δέ ἐστι τὸ ὡς τελειότης συμβεβηκός, οἷόν ἐστι τὸ εἶδος· ὥστε οὔτε ὕλη οὔτε εἶδός ἐστιν ὁ τόπος. δυνατὸν δὲ καὶ καθολικώτερον ἀκούειν τὸ μὲν μόριον ἐπὶ πάντων τῶν οὐσιωδῶς συμπληρούντων, τὴν δὲ ἕξιν ἐπὶ τῶν συμβεβηκότων· οὔτε γὰρ πάθος οὔτε δύναμις οὔτε ἄλλο τι τοῦ ἐν τόπῳ ὁ τόπος μέρος ἐστίν· ἆρα οὖν οὐδὲ συμβεβηκός ἐστιν ὁ τόπος τοῦ ἐν τόπῳ; ἢ τὸ μὲν ἐν τόπῳ εἶναι συμβέβηκε καὶ ἀχωρίστῳ τῷ σώματι,3 ὁ δὲ τόπος οὐ τῷ ἐν τόπῳ συμβέβηκεν, ἀλλ’ εἰ ἄρα, ἐκείνῳ οὗ πέρας καὶ ἐπιφάνειά ἐστι.

“因此它既不是部分也不是状态……乃至而容器决非该事物的任何部分。” 在证明了场所与事物是可分离的之后,他[亚里士多德]理所当然地得出了另一个结论:场所亦不是处于场所中之物的一部分。因为若作为一部分而被分离,分离后的它自身便不再是部分,被分离掉一部分的那个事物亦不再保持为一个整体。然而,〔场所〕亦不可能是被分离的状态(习惯/持存特性)。因为状态在分离后并不存留,反而会毁灭,而场所却存留下来。人们可以将“部分”理解为关于质料,将“状态”理解为关于形式,以便表述为:“而质料与受动状态乃是部分与状态,正如所预设的那样”;而状态乃是作为完满性的偶性,形式便属于此类;因此场所既非质料亦非形式。但亦有可能更具普遍性地来理解,将“部分”理解为指涉一切在本质上充实实体者,而将“状态”理解为指涉诸偶性;因为场所既非处于场所中之物的受动状态,亦非其潜能,亦非其任何其他部分。那么,难道场所甚至根本就不是处于场所中之物的偶性吗?抑或是:“在场所中存在”乃是物体不可分离的偶性,但场所本身却并不属于处于场所中之物的偶性,而假若真有所属,乃是属于以其为界限与表面的那一事物?

语法注3 条
  1. 4.18Εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις

    在引文句首,σκοπουμένοις 是判断主体与格(dativus iudicantis),与副词谓语 εἰκότως(省略了 φαίνεται 或 δοκεῖ)相呼应,结构为“对于从这些方面考察的人而言,理所当然地[显得……]”。

  2. 4.20ἵνα ᾖ· ἡ δὲ ὕλη καὶ τὸ πάθος μόριον καὶ ἕξις, ὅπερ πρόκειται

    ἵνα ᾖ 引导目的从句(“以便读作/成为……”),冒号后直接给出拟定的阐释命题。关系代词 ὅπερ 指代前述的对应关系(质料为部分、受动状态为持存特性/状态),意为“这正是所提出要证明的内容”。

  3. 4.20ἢ τὸ μὲν ἐν τόπῳ εἶναι συμβέβηκε καὶ ἀχωρίστῳ τῷ σώματι

    主语是带有冠词的不定式短语 τὸ ἐν τόπῳ εἶναι(“在场所中存在”)。动词 συμβέβηκε 支配与格 τῷ σώματι(“附随于物体”)。καὶ ἀχωρίστῳ 与与格名词 σώματι 一致,作谓语性或同位语性修饰(“对物体而言是附随的,且是不可分离的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:542.15-543.27