- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:538.5-539.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批评了亚历山大关于质料性展延与大小之区分的勉强解释,论证了亚里士多德所说的规定质料的形式并非仅仅是外在的平面和界限,而是伴随着诸性质的整体以及贯穿连续数量的本性。
διὸ καὶ προήχθη ἐπάγειν τοῖς εἰρημένοις τάδε· “ἢ τῶν νῦν λεγομένων περὶ τῆς ὕλης οὕτως ἀκούειν χρή, ὡς οὐκ ἀκριβῶς λεγομένων, ἀλλὰ πρὸς τὴν χρείαν τοῦ δειχθῆναι προκειμένου”, καίτοι, ὅπερ εἶπον, σαφῶς τοῦ Ἀριστοτέλους διορίσαντος1 τῷ ἀορίστῳ καὶ ἀπερατώτῳ τὴν ὑλικὴν διάστασιν τῆς μεγεθικῆς, καὶ ἐναργῶς εἰπόντος ὅτι τὸ διάστημα τοῦτο ἕτερον τοῦ μεγέθους ἐστὶ καὶ ὕλη τῆς τοῦ μεγέθους τελειότητος καὶ περιέχεται ὑπὸ τοῦ εἴδους ὡς ὑπὸ ἐπιπέδου καὶ πέρατος καὶ ἔστιν ἀόριστον τῇ ἑαυτοῦ φύσει· χρὴ γάρ, ὅπερ εἶπον, οὐχ ὡς μέγεθος νοεῖν τὴν διάστασιν τῆς ὕλης, ἀλλ’ ὡς † παραίνεσιν καὶ ἔκχυσιν τῆς εἰδητικῆς ἀμερείας καὶ συστροφῆς. ζητήσας δὲ ὁ Ἀλέξανδρος ποῖον εἶδός ἐστι τὸ ὁρίζον τὴν ὕλην “ἐδήλωσε, φησίν, ὁ Ἀριστοτέλης εἰπὼν οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. τὸ γὰρ ὡς μορφὴ λεγόμενον εἶδος, τοῦτό ἐστι τὸ ὁρίζον καὶ περιγράφον τὴν ὕλην καὶ περατοῦν, οὐ τὸ ὡς δύναμις καὶ λόγος. οὐ γὰρ ὁ μόλυβδος ὑπὸ τῆς βαρύτητος ὁρίζεται καὶ τοῦτο εἶδος αὐτοῦ, ἀλλ’ ὡς σώματος οὐ τοῦτο, ἀλλὰ τὸ ἐπιπέδῳ ὡρισμένον”.2 ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὡς μὲν εἶδος ὁριστικὸν τῆς ὕλης τὸ ὅλον ληπτέον τὸ μετὰ τῶν ποιοτήτων. οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης ἔοικεν ἐννοῶν λέγειν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην. καὶ μεγέθους δὲ ὡς μεγέθους τοῦ συνθέτου ἐξ ὕλης καὶ εἴδους εἴ τις ἐθέλοι τὸ εἶδος ζητεῖν, οὐχὶ τὰ ἐπίπεδα καὶ τὸ περιέχον ἔξωθεν πέρας εὑρήσει. ταῦτα γὰρ πέρας ἐστὶν εἴδους, ἀλλ’ οὐχὶ εἶδος, καὶ ἐπιφάνεια, ἀλλ’ οὐχὶ τὸ στερεόν. καὶ εἰ ἦν δὲ ἄπειρον σῶμα καθ’ ὑπόθεσιν, τὸ μὲν εἶδος τοῦ σώματος εἶχε πάντῃ διεστώς, ὑπὸ δὲ ἐπιπέδων οὐκ ἐπερατοῦτο. τὸ γὰρ εἶδος τοῦ συνεχοῦς ποσοῦ καθὸ τοιοῦτον οὐχὶ ἡ ἐπιφάνειά ἐστιν, ἀλλ’ ἡ δι’ ὅλου αὐτοῦ χωροῦσα φύσις. κἂν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ πᾶν ὃ ἂν ᾖ ποσὸν καὶ πόσον τι εἶναί φησιν3 (τὸ μὲν ὀξυτόνως τὸ δὲ βαρυτόνως ἀναγινωσκόντων ἡμῶν), τὸ δὲ βαρυτονούμενον πόσον ὡρισμένον εἶναι. ὃ γὰρ μηδέν ἐστι τῶν καθέκαστα ποσῶν, ὅλως οὐδὲ ποσόν ἐστι. τοῦτο δὲ ἀληθὲς μέν, εἰ τὸ κοινὸν ἐν τοῖς καθέκαστα τὴν ὑπόστασιν ἔχει, οὐδὲν δὲ ἧττον τὸ τοῦ συνεχοῦς ποσοῦ εἶδος καὶ ἐν τῷ κοινῷ θεωρεῖται ὅσον τοῖς ὡρισμένοις ἐστὶ κοινὸν οὐδὲν ἧττον ὑπάρχον. ὁ μέντοι Ἀριστοτέλης οὐκ ἔοικεν ἁπλῶς τὴν κατὰ τὸ ἐπίπεδον περιγραφὴν μόνην τῷ εἴδει ἀποδιδόναι, ἀλλ’ εἶπε μὲν τὸ προφανὲς ὡς ἐν παραδείγματι (διὸ καὶ τὸ οἷον προσέθηκεν) οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος, προελθὼν δὲ ἀκριβέστερον εἶπεν ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην.
因此,他[亚历山大]也被引导着在已说的论断后补充如下:“或者必须这样来理解现在关于质料所说的话,即认为它们并非严格而言,而是为了论证所提出问题的需要”,尽管正如我所说的,亚里士多德通过无规定性和无界限性,清晰地将质料性的展延从关涉大小的展延中区分开来,并明晰地指出,这一间隔有别于大小,是大小圆满性的质料,且被形式所包容正如被平面和界限所包容一样,并在其自身本性上是无规定的。因为正如我所说的,不应当将质料的展延理解为大小,而应当理解为形式的不可分割性与凝聚性的外溢。而亚历山大在探讨规定质料的是何种形式时说:“亚里士多德通过说‘如被平面和界限’表明了这一点。因为被称为形貌的形式,才是规定、界划并限定质料者,而非作为潜能和定义的形式。因为铅并非被其重量所规定,重量也不是它的形式,但作为物体,形式不是这个,而是被平面所规定的东西。”亚历山大便作如是说。然而,也许应当把伴随着诸性质的整体视为质料的规定性形式。因为亚里士多德在说“因为当球体的界限和偶性被抽离时,除了质料之外什么也没有留下”时,似乎也是这样考虑的。而且,如果有人试图去寻求由质料和形式构成的复合体的大小作为大小的形式,他也不会找到平面以及从外部包容的界限;因为这些是形式的界限而非形式,是表面而非立体。即使假设存在一个无限的物体,它虽然具有向各个方向延展的物体形式,却不会被平面所限定;因为连续数量作为这般数量的形式不是表面,而是贯穿其整体的本性。即使他本人在前一卷中说,凡是数量之物,亦是某种确定量的数量(我们将前者读作锐音,将后者读作平音),并且说读作平音的“确定量的数量”乃是规定了的东西;因为凡不是任何个别数量的东西,根本也就不是数量。如果共通者在个别者中具有实在性,这固然是真的,然而连续数量的形式同样在共通者中被考察,它作为被规定者所共有的东西而存在,丝毫未见逊色。然而,亚里士多德似乎并非仅仅将依据平面的界划赋予形式,而是正如在例子中那样陈述了显见的事物(因此他也添加了‘如’)“如被平面和界限”,并在进一步推演时更为严格地说:“因为当球体的界限和偶性被抽离时,除了质料之外什么也没有留下。”
- 4.16καίτοι, ὅπερ εἶπον, σαφῶς τοῦ Ἀριστοτέλους διορίσαντος
由让步连词 καίτοι 引导的属格独立结构(τοῦ Ἀριστοτέλους διορίσαντος ... καὶ εἰπόντος),构成了辛普里丘反驳亚历山大关于亚里士多德仅因论证需要而行文不严谨之观点的核心句式。
- 4.16ἀλλ’ ὡς σώματος οὐ τοῦτο, ἀλλὰ τὸ ἐπιπέδῳ ὡρισμένον
对比性的省略句结构。接在 οὐ τοῦτο(这[重量]不是形式)之后,关于铅“作为物体”的形式,需补充谓语理解为:“不是这个,而是被平面所限定者[才是其形式]”。
- 4.16κἂν αὐτὸς ἐν τῷ πρὸ τούτου βιβλίῳ πᾶν ὃ ἂν ᾖ ποσὸν καὶ πόσον τι εἶναί φησιν
让步从句(κἂν = καὶ ἐάν),与后文的主句 τοῦτο δὲ ἀληθὲς μέν ... οὐδὲν δὲ ἧττον 相应。在句法上,锐音的 ποσόν(数量/数量范畴)与平音的 πόσον(具有特定大小的确定量)之间的同形异调对立通过括号中关于音调的说明得以确立。
