← 辛普里丘

亚里士多德《物理学》注释

§539.6-540.28

蒂迈欧篇中的空间与作为承受者的质料

针对亚里士多德在《物理学》第四卷第二章(209b11)中征引柏拉图《蒂迈欧篇》关于“空间”的论述,辛普里丘长篇引用了《蒂迈欧篇》原文,论证柏拉图的“空间”是指作为形式承受者的质料而非物体的场所,并对亚里士多德及亚历山大对柏拉图的批评进行了梳理与辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17#1

" Διὸ καὶ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν ἕως τοῦ τί δέ ἐστιν οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν.1" Εἰπὼν ὅτι καθόσον ὑπάρχει τῷ τόπῳ τὸ διαστήματι εἶναι εἰς τὴν ὕλην ἀπαχθησόμεθα ζητοῦντες τί ἐστιν ὁ τόπος, ὑπεμνήσθη καὶ τοῦ Πλάτωνος ἐν Τιμαίῳ τὴν ὕλην χώραν καὶ τόπον τῶν ἐνύλων εἰδῶν καλέσαντος. ἐν γὰρ Τιμαίῳ τὴν ὕλην πάσης εἶναι γενέσεως ὑποδοχὴν οἷον τιθήνην φησίν. ἔτι δὲ προελθὼν σαφεστέραν ποιεῖ τὴν τῶν λεγομένων ἔννοιαν. καὶ οὐδὲν ἴσως κωλύει καὶ πλείονα παραθέσθαι τῶν τοῦ Πλάτωνος ῥημάτων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε εἰς αὑτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὐτὸ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετὰ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά· τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι. ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γινόμεθα διεγερθέντες διοριζόμενοι τἀληθὲς εἰπεῖν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, αὑτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην,2 ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι’ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἐάν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δ’ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον. οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι”. Ταῦτα καὶ ἄλλα τοιαῦτα τοῦ Πλάτωνος λέγοντος ὁ μὲν Ἀριστοτέλης κἀνταῦθα πρὸς τὸ φαινόμενον ἀποβλέψας τοῦ λόγου καὶ τὸν Πλάτωνά φησι τὴν ὕλην καὶ τὴν χώραν ταὐτὸν λέγειν, ὡς καὶ οἱ ἀπὸ τοῦ διαστήματος ἐπιχειροῦντες. καὶ ἐν οἷς κατὰ τὸ πάρεργον ἐγκαλεῖν τῷ Πλάτωνι δοκεῖ, οὐ τοῦτο ἐνεκάλεσεν ὅτι τὴν ὕλην τόπον ὁ Πλάτων εἶπεν τῶν εἰδῶν (ᾔδει γὰρ καὶ αὐτὸς ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν εἰδῶν δεκτικοῦ, ὅτε ἔλεγεν ἐν τῇ Περὶ ψυχῆς “καὶ εὖ γε οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, πλὴν οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει τὰ εἴδη”, καὶ ἄλλο σημαινόμενον τοῦ τόπου τοῦ τῶν σωμάτων δεκτικοῦ, περὶ οὗ νῦν ὁ λόγος ζητεῖ), ἀλλὰ τοσοῦτον μόνον λέγει πρὸς τὸν Πλάτωνα· εἰ τὴν ὕλην τόπον λέγει, τὰ δὲ εἴδη καὶ οἱ ἀριθμοὶ καὶ κατ’ αὐτὸν ἐν ὕλῃ (μετέχει γὰρ τούτων ἡ ὕλη), πῶς λέγει μὴ εἶναι ἐν τόπῳ τὰ εἴδη; διὸ μηδὲ εἶναι τόπον ἔξω τοῦ οὐρανοῦ, ὡς ἔλεγεν ἐν τοῖς περὶ τοῦ ἀπείρου λόγοις. καὶ μήποτε οὐδὲ τοῦτο ἐγκαλοῦντός ἐστι τῷ Πλάτωνι, ἀλλ’ ἐνδεικνυμένου τοῖς συνιέναι δυναμένοις, ὅτι οὐ κατὰ τὸ νῦν ζητούμενον τοῦ τόπου σημαινόμενον τὴν ὕλην ἔλεγε τόπον ὁ Πλάτων. οὐ γὰρ ἂν ἀπέφησε τὰ εἴδη καὶ τοὺς ἀριθμοὺς ἐν τόπῳ εἶναι, εἴπερ μεταλαμβάνειν αὐτῶν ἐβούλετο τὴν ὕλην. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὕτως. ὁ δὲ Ἀλέξανδρος ὁμολογεῖ μὲν καὶ αὐτὸς κατ’ ἄλλο σημαινόμενον τὴν ὕλην χώραν ἐν Τιμαίῳ κληθῆναι, εὐλόγως δέ φησι λαμβάνεσθαι τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος·3 διότι κἂν μεταφορικῶς τις αὐτὸν λέγῃ τὴν ὕλην τόπον καλεῖν, ἔδει τὸν μεταφορικῶς χρώμενον πρῶτον ἔχειν κείμενον τί ἐστιν ὁ κυρίως τόπος· εἰ δὲ μηδαμοῦ φαίνοιτο λέγων ἀλλαχοῦ περὶ τόπου, ἄξιος δοκεῖ αὐτῷ ἐπιτιμήσεως, ὅτι μὴ εἰπὼν περὶ τοῦ κυρίως τόπου πρότερον τῷ κατὰ μεταφορὰν χρῆται. ἀλλ’ ὅτι μὲν εἰδῶν τόπον τὴν ὕλην ἀλλ’ οὐχὶ σωμάτων ὁ Πλάτων λέγει, πρόδηλον ἐκ τῶν παρατεθέντων αὐτοῦ ῥημάτων ἐστίν.

“因此柏拉图也[说]质料与空间……[直至]……但它究竟是什么,唯独他试图加以说明。” 在指出就场所具有作为间隔的属性而言,我们在探究场所究竟为何物时将被引向质料之后,他[亚里士多德]还提及柏拉图在《蒂迈欧篇》中将质料称为空间以及具身形式的场所。因为在《蒂迈欧篇》中他说道,质料是一切生成的承受者,如同乳母一般。而进一步推展时,他使所言之义变得更加清晰。或许也并无任何妨碍来更多地引述柏拉图的原话:“在这些情况如此的前提下,必须承认:其一,是保持同一状态的形式,不生不灭,既不从外部将他物容纳于自身之内,其自身亦不走向任何别处,不可见且不可被其他感官所感知,这正是理性所分得去审视的对象;其二,则是与那一形式同名且与之相似者,可感、生成、始终处于迁流之中,在某一场所中生成又从那里归于消亡,为伴随着感官的意见所把握;其三,则是作为空间自身的属类,始终不接受毁灭,为一切具有生成之物提供基座,其自身不凭感官感知,而是通过某种私生子式的推论被触及,难于令人置信;我们正是注视着它而如堕梦境,并声称一切存在之物都必然在某个场所的某处并占据某一空间,而既不在地上也不在天上某处的,便无一物存在。正是由于这一切以及与此相类的其他事物,关于那清醒且真实存在的本性,由于这种如梦之境,我们便无法醒来并通过清晰辨析而言说真理:即对于影像而言,既然甚至连它据以生成的那一原型也不属于它自身,而是始终作为他物的幻象而流转,正因这些缘故,它适宜于在他物中生成,以某种方式依附于实在,否则它便根本什么也不是;而对于真实存在者而言,严谨真实的论述乃是其臂助,即若一者为彼,另一者为此,则两者之中的任一者都不会进入另一者之中,从而同时成为一体同一而又是二者。那么,遵照我的抉择推导出的这一论述,便在总纲中被确立为:‘存在’、‘空间’与‘生成’乃是三分的三者,甚至在天界生成之前便已存在。”当柏拉图述说这些以及其他此类论断时,亚里士多德在此亦着眼于词句的表面现象,称柏拉图正如那些从间隔出发进行论证的人一样,亦将质料与空间视为同一。而且,在他看似顺带指责柏拉图的地方,他并非指责柏拉图将质料称为形式的场所(因为他本人在《论灵魂》中说‘将灵魂称为形式之场所的人讲得极好,只是并非现实地而是潜能地作为形式[的场所]’时,亦知晓作为容纳形式的场所之另一种含义,以及作为容纳物体的场所——即当前论述所探究者——的另一种含义),而只是对柏拉图讲了这么多:如果他将质料称为场所,而形式与数目照他看来亦在质料之中(因为质料分有它们),他又如何说形式不在场所之中呢?因此,正如他在关于无限的论述中所说,天界之外亦不存在场所。或许,这甚至并非是在指责柏拉图,而是在向有能力理解的人指示:柏拉图并非依据当前所探究的场所含义而将质料称为场所。因为如果他确实意图让质料分有它们,他便绝不会否认形式与数目存在于场所之中。亚里士多德的态度便是如此。而亚历山大虽然本人亦承认质料在《蒂迈欧篇》中是依照另一种含义被称为空间,却说亚里士多德指责柏拉图是合情合理的;因为即使有人说他是隐喻性地将质料称为场所,使用隐喻的人也应当首先确立严格意义上的场所究竟为何物;如果他在别处完全未曾谈及场所,在亚历山大看来他便理应受到责难,因为他在未曾先行讨论严格意义上的场所的情况下便使用了隐喻。然而,柏拉图是将质料称为形式的场所而非物体的场所,这一点从所引述的他的词句中是显而易见的。

语法注3 条
  1. 4.17ἕως τοῦ τί δέ ἐστιν οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν

    表示引文略读的固定程式句。由 ἕως τοῦ 引导的分句指示了引文的结尾部分(亚里士多德《物理学》209b16–17),表明从标目起始处(209b11)直至该句之间的整段文本皆为本节注解的对象。

  2. 4.17ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, αὑτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην

    引自柏拉图《蒂迈欧篇》(52c)中的倒错句式(破格)。句首的与格 εἰκόνι 作为 προσήκει 的补足成分,但其后的分词短语 οὐσίας ἁμωσγέπως ἀντεχομένην 却采用了阴性宾格单数形式,与不定式 γίνεσθαι 所隐含的宾格主语(εἰκόνα)一致,而非与与格一致。

  3. 4.17εὐλόγως δέ φησι λαμβάνεσθαι τὸν Ἀριστοτέλην τοῦ Πλάτωνος

    这是一个宾格加不定式结构,其中中间态动词 λαμβάνεσθαι 支配属格补足语(τοῦ Πλάτωνος),意为“指责、责难”。φησί 的主语为承前的亚历山大,不定式的逻辑主语是宾格 τὸν Ἀριστοτέλην。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:539.6-540.28