← 辛普里丘

亚里士多德《物理学》注释

§537.5-538.5

作为间隔的处所及其与质料的同一化

辛普利丘注疏了亚里士多德在将处所视作“间隔”时将其与质料相联系的论证(209b6),阐明在抽离界限与形式之后所剩下的“无规定间隔”即是质料。他进一步申明此质料性间隔并非度量后的数量,而是一种无规定的流散,并指出了亚历山大在此问题上的困惑与不安。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16#1

" Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα ἕως τοῦ λείπεται οὐδὲν παρὰ τὴν ὕλην." Εἰπὼν ἕν τι τῶν ὑπαρχόντων τῷ τόπῳ, καθ’ ὃ τὸ εἶδος εἶναι δοκεῖ τῶν σωμάτων ὁ τόπος, νῦν ἄλλο τι τῶν ὑπαρχόντων αὐτῷ λέγει, καθ’ ὃ οὐκέτι τὸ εἶδος, ἀλλ’ ἡ ὕλη τοῦ ἐν τόπῳ φανήσεται ὁ τόπος. εἰ γὰρ δοκεῖ, φησίν, ὁ τόπος εἶναι τὸ διάστημα τὸ τοῦ μεγέθους, οὐκέτι τὸ εἶδος ἔσται ὁ τόπος ἀλλ’ ἡ ὕλη. δοκεῖ μὲν γὰρ ὁ τόπος τὸ διάστημα εἶναι τὸ τοῦ μεγέθους δεκτικόν· λέγεται μὲν γὰρ ἐν τόπῳ εἶναι μέγεθος τὸ εἰδοπεποιημένον ἤδη, ἐν δὲ τούτῳ τὸ μέν ἐστι διάστημα ἀόριστον κατὰ ἀφαίρεσιν τοῦ πέρατος καὶ τῶν ἄλλων συμβεβηκότων ὧν ἐστι δεκτικὸν στερητικῶς θεωρούμενον, τὸ δέ ἐστι πέρας καὶ ὅρος τοῦ ἀορίστου διαστήματος ὁριστικόν τε καὶ περιεκτικόν, καὶ τοῦτο μέν ἐστι τὸ εἶδος, τὸ δὲ μετὰ τὴν ἀφαίρεσιν τούτου περιλειπόμενον οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς ὕλης, ταὐτὸν δὲ εἰπεῖν τοῦ διαστήματος.1 εἰ οὖν ὁ τόπος τὸ διάστημα τοῦ μεγέθους, τὸ δὲ διάστημα τοῦ μεγέθους ἡ ὕλη, δῆλον τὸ συναγόμενον· θαυμαστὸν δὲ ὅτι κατὰ τὸ διάστημα τὴν ὕλην ἐξωμοίωσε τῷ τόπῳ καὶ οὐ κατὰ τὸ ὑποδεκτικόν. ἀλλ’ ἴσως τοῦτο τῷ Πλάτωνι παρῆκεν, ὡς μαθησόμεθα. ἢ μᾶλλον τὸ διάστημα ὡς ὑποδεκτικὸν ἐθεάσατο. ἀλλ’ εἰ τὸ διάστημα τοῦ μεγέθους ποσόν τί ἐστι καὶ μετρεῖται, τὸ δὲ ποσὸν εἶδος, πῶς ὕλη λέγεται τὸ τοῦ μεγέθους διάστημα; ἢ τὸ ὑλικὸν διάστημα οὐκ ἔστι ποσὸν μεμετρημένον οὐδὲ εἶδος, εἰ μὴ μετάσχῃ τοῦ κατὰ τὸ ποσὸν καὶ τὸ μέγεθος εἴδους, ἀλλ’ ἔστι χύσις ἀόριστος. δηλοῖ δὲ καὶ Ἀριστοτέλης τοιαύτην ἔχων ἔννοιαν περὶ αὐτοῦ ἐν οἷς φησιν ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον. καὶ ὅταν οὖν λέγῃ ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, κατὰ τοῦτο ὕλη ἐστὶν ὁ τόπος, διάστημα μεγέθους λέγει τὸ ὑποκείμενον ἀόριστον, ὃ καὶ ἄπειρον ἔλεγε πρότερον· ὃ καὶ εἶπεν ὅτι ἔστι τὸ διάστημα τῆς τοῦ μεγέθους τελειότητος ὕλη. Μηδεὶς οὖν οἰέσθω τὴν σωματικὴν διάστασιν τὴν ὡς μέγεθος καὶ ποσὸν ἢ τὴν κατὰ τὸν ἀριθμὸν ὡρισμένην τοῦ πλήθους διάκρισιν ἀπὸ τῆς ὕλης τοῖς σώμασιν ὑπάρχειν, ἀλλὰ μόνον τὸν ἐν τούτοις διασπασμὸν καὶ τὴν ἔκχυσιν καὶ τὴν ἀοριστίαν, καθ’ ἃ διαφέρει τὰ ἔνυλα εἴδη τῶν ἀύλων. καί μοι δοκεῖ ταῦτα μάλιστα ταῖς περὶ τῆς ὕλης ὀρθαῖς ἐννοίαις προσήκειν. ὁ μέντοι Ἀλέξανδρος καίτοι πολλὰ εἰπὼν πρὸς τὸ διορίσαι τὴν διάστασιν τὴν ὑλικὴν ἀπὸ τοῦ μεγέθους, θράττεσθαι ὅμως ἔοικεν ὡς πάσης διαστάσεως μεγεθικῆς καὶ πεποσωμένης εἰδητικῆς οὔσης.2

“但在处所被视作间隔的方面,直至除了质料之外什么也没有留下。” 在谈论了属于处所的属性之一——处所据此被视作物体的形式——之后,他现在谈论属于它的另一属性,处所据此将不再表现为形式,而是表现为处于处所中者的质料。因为他说,如果处所被视作大小的间隔,那么处所将不再是形式,而是质料。因为处所确实被视作接纳大小的间隔;因为那已被赋予形式的大小被称为处于处所中,而在此大小中,一方面存在着通过抽离界限以及它所接纳的其他偶性而以缺失方式被考察的无规定间隔,另一方面存在着限定并包容这无规定间隔的界限与边界;而这就是形式,在抽离形式之后所遗留下来的,除了质料之外什么也不是,或者说同样的是间隔。因此,如果处所是大小的间隔,而大小的间隔是质料,那么所推出的结论是显而易见的。然而令人惊讶的是,他是根据间隔而不是根据受纳性将质料与处所相比拟。不过也许他把这留给了柏拉图,正如我们将学到的;抑或宁可说,他是把间隔视作受纳性的。但是,如果大小的间隔是某种数量且被度量,而数量是形式,那么大小的间隔何以被称为质料呢?或者说,质料性的间隔既不是被度量的数量,也不是形式(除非它分有根据数量和大小的形式),而是一种无规定的流散?亚里士多德在他说道“质料和无规定者就是这样的东西”的文句中,也表明他对它持有这样的见解。因此,当他说“但在处所被视作大小的间隔的方面,据此而言处所是质料”时,他所谓的‘大小的间隔’乃是指那底层的无规定者,即他此前也曾称之为无限者的东西;这也是他所说的:间隔是大小圆满性的质料。因此,绝不可有人认为,作为大小和数量的物体性展延,或是根据数目所规定的多数的区分,是由于质料而属于物体的,而唯独应当认为,存在于其中的分散、外溢和无规定性〔由于质料而〕属于物体,具质料的形式正是据此而有别于无质料的形式。在我看来,这些看法最为切合关于质料的正确概念。然而亚历山大尽管说了许多话来把质料性的展延从大小中区分开来,却似乎仍然感到不安,因为他认为一切展延都关涉大小且具有数量,因而属于形式。

语法注2 条
  1. 4.16ταὐτὸν δὲ εἰπεῖν τοῦ διαστήματος

    ταὐτὸν εἰπεῖν 是习惯性的绝对不定式表达,意为“换言之”或“也就是说”。随后的属格 τοῦ διαστήματος 继承了前文 πλὴν τῆς ὕλης 中介词 πλὴν 对属格的支配,并通过该插入短语与其形成同位关系。

  2. 4.16θράττεσθαι ὅμως ἔοικεν ὡς πάσης διαστάσεως μεγεθικῆς καὶ πεποσωμένης εἰδητικῆς οὔσης

    θράττεσθαι(感到不安、困惑)是作 ἔοικεν 的补足不定式。由 ὡς 引导的 πάσης διαστάσεως ... εἰδητικῆς οὔσης 是属格绝对结构,表示主观理由或假定前提(“认为/基于……的假定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:537.5-538.5