- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:536.5-537.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德将专有处所称为‘凭自身’且‘首要地’的意图,重构了将处所视为切近包容之界限即形式的推论结构,并指明了混淆内在包容者(形式)与外在包容者(处所)所导致的谬误推理。
πρώτως δὲ λευκαίνεται ἡ ἐπιφάνεια, οὐ μέντοι καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός. ἀλλὰ ταῦτα μὲν τῆς ἐν τοῖς λογικοῖς ἔστω σχολῆς ἴδια· ὅτι δὲ τὸ καθ’ αὑτὸ νῦν ἀντὶ τοῦ πρώτως εἶπε, δηλοῖ μὲν καὶ ἡ πρὸς τὸ κατ’ ἄλλο ἀντίθεσις, δηλοῖ δὲ μετ’ ὀλίγον καὶ αὐτὸς εἰς τὸ πρώτως μεταλαβών, ὅταν λέγῃ καὶ τόπος ὁ μὲν κοινὸς ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δὲ ἴδιος ἐν ᾧ πρώτῳ. καὶ ὅλως τοῦ προσεχοῦς δεῖται νῦν μάλιστα. τὸ δὲ προσεχὲς τὸ πρῶτόν ἐστιν, ἀλλ’ οὐ τὸ καθ’ αὑτό. μήποτε δὲ οὐχ ὡς ἔτυχε καὶ καθ’ αὑτὸ καὶ πρώτως εἶπε1 τὸν ἴδιον καὶ ἐξισάζοντα τόπον, καὶ ὅτι οὐ μόνον πρώτως ἀλλὰ καὶ καθ’ αὑτό ἐστιν οὗτος, ὥσπερ ὁ ὁλικώτερος κατὰ συμβεβηκός. διὰ τοῦτο γὰρ ἐν τῷ οἴκῳ καὶ τῇ πόλει, ὅτι συμβέβηκε τὸν τόπον ἐν ᾧ πρώτως εἰμὶ ἐν τῷδε εἶναι τῷ οἴκῳ καὶ τὸν οἶκον ἐν τῇ πόλει. ὁ δὲ ἴσος καὶ συνεσχηματισμένος καὶ καθ’ αὑτό μου τόπος. ἐπειδὴ δὲ ἕκαστον κατὰ τὸ περιέχον αὐτὸ προσεχῶς καὶ πρώτως κατ’ ἐκεῖνο περατοῦται, τὸ περιέχον ἄρα πρώτως ἕκαστον τοῦτο πέρας ἐστίν· ἦν δὲ τὸ περιέχον πρώτως καὶ προσεχῶς ὁ ἑκάστου τόπος ἴδιος· ὁ τόπος ἄρα πέρας ἐστί. τὸ δὲ περιεκτικὸν προσεχῶς ἑκάστου καὶ πέρας αὐτοῦ τὸ εἶδός ἐστι τὸ ἑκάστου· τοῦτο γάρ ἐστι τὸ περατοῦν καὶ ὁρίζον ἕκαστον τῶν σωμάτων. τὸ οἰκεῖον ἄρα εἶδος ἑκάστου τὸ ὡς μορφὴ πέρας ἑκάστου καὶ τόπος ἐστί. Τὸ δὲ ᾧ ὁρίζεται τὸ μέγεθος εἶπεν ἀντὶ τοῦ τὸ ὑλικὸν διάστημα,2 ἐπειδὴ τὸ μέγεθος διττόν, τὸ μὲν ἀόριστον καὶ ὑλικὸν κατὰ τὴν ἔκτασιν καὶ χύσιν θεωρούμενον, τὸ δὲ ὡρισμένον καὶ εἰδικὸν κατὰ μορφὴν καὶ μέτρον ἀφωρισμένον. καὶ διὰ τοῦτο ἐπήγαγε καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους, οὐχ ὡς ἄλλο τι λέγων παρὰ τὸ πρότερον εἰρημένον, ἀλλ’ ὡς σαφέστερον δηλῶν, ὅτι καὶ πρότερον τὸ ὁριζόμενον μέγεθος τὸ ὑλικὸν εἶπε τὸ ἐν τῷ μεγέθει. τὸ δὲ καὶ ἐν τῷ ἀέρι ὅτι καὶ ἐν τῇ γῇ εἶπεν ἀντὶ τοῦ ὅτι ἐν τῷ περὶ τὴν γῆν ἀέρι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὅλῳ ἀέρι. καὶ εἰκότως ὁ κυρίως ἑκάστου τόπος ὁ περιγεγραμμένος καὶ ἴδιός ἐστι· διὰ γὰρ τοῦτον καὶ ἐν τῷ ὁλικωτέρῳ ἐστίν. ἐν γὰρ τῇ οἰκίᾳ, ὅτι ἐν τῷδε αὐτῆς τῷ τόπῳ, ὅς σοι ἐφαρμόζει, καὶ ἐν τῇ πόλει, ὅτι ἐν τῇ οἰκίᾳ, καὶ ἐν τῇ γῇ, ὅτι ἐν τῇ πόλει. εἰ δὲ εἰς τὸ προσεχῶς περιέχον περατοῦται τὰ σώματα καὶ εἰς πρῶτον τοῦτο (οὐ γὰρ εἰς ἄλλο τι πρὸ αὐτοῦ οὐδὲ ἔστι τι μεταξύ), τὸ εἶδος ἂν εἴη πέρας τὸ ἑκάστου καθ’ ἕν τι τῶν ὑπαρχόντων τῷ τόπῳ τὸ περιέχειν προσεχῶς. κατ’ ἄλλο δέ τι ἡ ὕλη φανήσεται, ὡς ἐκ τῶν ἑξῆς δῆλον. καὶ ὁ παραλογισμὸς γίνεται κατὰ τὴν τοῦ προσεχοῦς διαφοράν. τῶν γὰρ προσεχῶς περιεχόντων τὸ μὲν συμφυές ἐστιν ὡς τὸ εἶδος, τὸ δὲ ἔξωθεν ὡς ὁ τόπος.
而表面是首要地变白,然而并非凭自身,而是偶性地。但让这些讨论归于逻辑学的研究吧。他现在用‘凭自身’代替‘首要地’,这不仅由与‘凭他物’的对立所表明,而且不久后他自己转用‘首要地’时也表明了这一点,当他说‘在处所中,一者是所有物体都在其中的共同处所,另一者是首要处于其中的专有处所’时。一般而言,他现在尤其需要的是切近之物;而切近之物是首要之物,却非凭自身之物。不过,也许他把专有的、等同的处所既称为‘凭自身’又称为‘首要地’并非偶然,并且该处所不仅是首要的,而且也是凭自身存在的,正如更为整体的处所是偶性的一样。因为人处于房屋和城邦之中正是由于这一缘故:恰好我首要处于其中的处所处于这所房屋中,而房屋处于城邦中;但那等同的、外形相合的处所也是凭自身属于我的处所。既然每一事物依据切近地且首要地包容它的东西而被其限定,那么首要包容每一事物的这东西便是界限;而首要地且切近地包容之物曾是每一事物的专有处所;因此处所是界限。而切近地包容每一事物并作为其界限的,乃是每一事物的形式;因为这正是限定并规定每一物体的要素。因此,每一事物固有的形式,即作为形貌的每一事物的界限,也是处所。他说‘大小由此被规定者’,是用以代替‘质料性的间隔’,因为大小有二重:一者是依展延与流散而被考察的无规定且质料性的大小,另一者是依形貌与度量被界定的有规定且形式性的大小。正因如此,他补充了‘以及大小的质料’,并不是在表达某种不同于前述之物的东西,而是更清楚地表明,前面他也曾以被规定的大小指称大小中的质料性成分。他说‘在空气中是因为也在大地中’,是用以代替‘因为在大地周围的空气中’;因为正是通过这部分空气,它才在整体的空气中。理所当然,本义上的每一事物的处所是那被划定界限的、专有的处所;因为正是通过这处所,它才在更为整体的处所中。因为在房屋中是由于处于房屋中适合于你的这特定处所,在城邦中是由于在房屋中,在大地(地上)是由于在城邦中。如果物体是在切近包容之物处且首要在此处被限定(因为并非在先于它的任何其他事物处,它们之间也没有任何中介),那么根据属于处所的属性之一——即切近地包容,形式便会是每一事物的界限。但根据另一属性,质料将显现出来,这从后文便可明了。而这一谬误推理是依照切近之物的差别而产生的;因为在切近包容的事物中,一者如同形式般是内生的,另一者则如同处所般是来自外在的。
- 4.15μήποτε δὲ οὐχ ὡς ἔτυχε καὶ καθ’ αὑτὸ καὶ πρώτως εἶπε
小词 μήποτε 与直陈式过去时(εἶπε)连用,是一种委婉提出注解者自身见解的惯用表达,意为‘或许他并非……而是……’,避免了过于武断的陈述。
- 4.15Τὸ δὲ ᾧ ὁρίζεται τὸ μέγεθος εἶπεν ἀντὶ τοῦ τὸ ὑλικὸν διάστημα
中性单数宾格定冠词 τὸ 将引自亚里士多德原文的语句(ᾧ ὁρίζεται τὸ μέγεθος)名词化,作为动词 εἶπεν 的直接宾语,构成注疏中常见的‘他说某某是用以代替某某’的解释句式。
