- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:535.1-536.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》209a31起的文本,辛普利丘讨论了关于处所属于何种性质的探究,阐明考察其属性如何将思考引向形式与质料的两难。他重构了基于“首要包容之物”将处所断定为形式的三段论,并辨析了“凭自身”与“首要地”在概念上的异同与亚里士多德的用词。
" Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται ἕως τοῦ οὕτω μὲν οὖν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἶδός ἐστιν." Ἐν τοῖς περὶ ἕκαστον προβλήμασι μετὰ τὸ εἰ ἔστι καὶ τί ἐστι τρίτον τὸ ὁποῖόν τί ἐστι προβαλλόμεθα· τὸ δὲ ὁποῖον τί ἐστιν ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ ὑποκειμένῳ γνωρίζομεν· καὶ ἐπὶ τοῦ τόπου τοίνυν μετὰ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τὸ ὁποῖόν τί ἐστι μεταβὰς καὶ τὰ ὑπάρχοντα τῷ τόπῳ πολυπραγμονῶν εὑρίσκει καὶ ἐκ τούτων τὴν τοῦ προβλήματος χαλεπότητα, ὅταν τὸ μὲν τῶν ὑπάρχειν αὐτῷ λεγομένων εἰς τὸ εἶδος ἐπάγῃ τὴν ἔννοιαν ὡς τοῦ εἴδους ὄντος τοῦ τόπου, τὸ δὲ εἰς ὕλην ὡς κατ’ αὐτὴν ὑφεστῶτος αὐτοῦ.1 διὸ καὶ συμπεραινόμενος τὸν λόγον ἐπήγαγεν “εἰκότως δὲ ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος”. ἐπειδὴ οὖν ὑπάρχειν δοκεῖ τῷ τόπῳ τὸ πρώτως περιέχον, ἐκ τούτου δείκνυσιν ὅτι ὁ τόπος τὸ εἶδός ἐστι δυνάμει συλλογιζόμενος οὕτως· ὁ ἴδιος ἑκάστου τόπος τὸ πρώτως περιέχον ἐστί· τὸ πρώτως περιέχον τὸ πέρας τὸ οἰκεῖόν ἐστι· τοῦτο δὲ τὸ εἶδός ἐστι. καὶ ὅτι μὲν ὁ κυρίως τόπος τὸ πρώτως περιέχον ἐστίν, ἔδειξεν ἐκ τοῦ τὸν μέν τινα λέγεσθαι κοινῶς τόπον, ἐν ᾧ πάντα ἢ πλείονα σώματά ἐστιν οἷον ἐν τῷ κόσμῳ (τὸν γὰρ οὐρανὸν ἀντὶ τοῦ κόσμου νῦν λέγει) ἢ ἐν ἀέρι ἢ ἐν γῇ· ἐν τούτων γάρ τινι ὡς ἐν κοινῷ τόπῳ εἰμί, διότι καὶ ἄλλα ἐστὶν ἐν αὐτῷ σώματα. ὅταν δὲ οὕτως ἐν γῇ λέγωμαι ἢ ἐν οἴκῳ ὡς ἐν τῷδέ τινι τῷ τόπῳ, ὃς περιέχει οὐδὲν ἄλλο ἢ ἐμέ, τότε ἴδιος ὁ τόπος ἐστὶν οὗτος ἐμός, ἐν ᾧ πρώτως περιέχομαι. ὁ δὲ ἴδιος ὁ κυρίως ἂν εἴη περιεκτικὸς ἐμοῦ. βουλόμενος δὲ διορίσαι τὸ προσεχῶς καὶ πρώτως περιεκτικὸν ἀπὸ τοῦ κοινοῦ καὶ πόρρωθεν καὶ κατ’ ἄλλο λεγομένου καθόλου πρῶτον εἶπεν, ὅτι τῶν ὄντων τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἰπών.2 ἀντίκειται γὰρ κυρίως τῷ μὲν καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκός, τῷ δὲ πρώτως τὸ κατ’ ἄλλο. καὶ λέγεται καθ’ αὑτὸ μὲν ὑπάρχειν ὅσα ἐν τῇ οὐσίᾳ ἐστὶν ἐκείνων, οἷς ὑπάρχειν λέγεται οἷον ὁ ἀριθμὸς τῷ ἀρτίῳ καὶ περιττῷ· καὶ ὅλως τὰ γένη τοῖς εἴδεσι καθ’ αὑτὰ ὑπάρχει, ὅτι συμπληρωτικὰ τῆς οὐσίας ἐστὶν αὐτῶν καὶ καθὸ αὐτὰ ὑπάρχει αὐτοῖς· καθ’ αὑτὰ δὲ καὶ τὰ εἴδη τοῖς γένεσιν ὑπάρχει διαιρετικὰ τῆς οὐσίας ὄντα τῶν γενῶν· καθὸ γὰρ ἀριθμός, ὁ μὲν περιττός ἐστιν, ὁ δὲ ἄρτιος. τὸ δὲ πρώτως τὸ προσεχὲς δηλοῖ. καὶ ποτὲ μὲν συντρέχει ταῦτα, ὥστε τὸ αὐτὸ καὶ καθ’ αὑτὸ καὶ πρώτως ὑπάρχειν ὡς τὸ ζῷον τῷ ἀνθρώπῳ, ποτὲ δὲ διέστηκεν, ὥστε καθ’ αὑτὸ μέν, μὴ πρώτως δέ. ὡς ἡ οὐσία καθ’ αὑτὸ τῷ ἀνθρώπῳ ὑπάρχει καὶ τὸ ποσὸν τῷ περιττῷ. τῶν γὰρ εἰδῶν οὐ μόνον τὰ γένη καθ’ αὑτὰ κατηγορεῖται, ἀλλὰ καὶ τὰ τῶν γενῶν γένη, οὐ μέντοι πρώτως οὐδὲ προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν προσεχῶν γενῶν.
“既然一方面一物凭自身被言说,另一方面另一物凭他物被言说”直至“因此对如此考察的人来说,处所乃是每一事物的形式”。 在关于每一论题的研究中,在探讨它是否存在以及它是什么之后,我们第三便提出它是怎样的一种东西;而我们是从凭自身属于主词(基底)的诸属性中认识它是怎样的一种东西的。因此,关于处所,他也是在探讨了它是否存在以及它是什么之后,转入探讨它是怎样的一种东西,并在详细考察属于处所的属性时,由此发现了该论题的困难:每当据说属于它的属性之一将我们的认识导向形式,宛如处所是形式一样,而另一属性则将认识导向质料,宛如它依质料而存立一样。正因如此,他在总结这一论证时补充道:“因此,对从这些方面进行考察的人来说,认识到处所是什么似乎确实是困难的。”既然首要包容之物似乎属于处所,他便由此表明处所是形式,在潜能上按如下方式进行推论:每一事物的专有处所乃是首要包容之物;首要包容之物乃是固有的界限;而这便是形式。至于本义上的处所乃是首要包容之物,他则是从某种处所被共同地言说这一事实中表明的,所有物体或较多数物体都在其中,例如在宇宙中(因为他现在用‘天’代替‘宇宙’),或者在空气中或在泥土中;因为我存在于这些事物之一中乃是宛如在共同的处所中,因为在其中也有其他物体。但是,当我被说成是在泥土中或在房屋中,是宛如在这个特定的、除了我之外不包容任何其他事物的处所中时,那么这个我首要被包容于其中的处所便是我专有的处所。而专有的处所便是在本义上包容我的东西。他既希望将切近地且首要地包容之物与那共同的、间接的以及凭他物被言说的东西区分开来,便首先普遍地宣称,在存在者中,有些是凭自身被言说的,有些则是凭他物被言说的,在此他是用‘凭自身’代替了‘首要地’。因为在严格意义上,与‘凭自身’相对立的是‘偶性地’,而与‘首要地’相对立的是‘凭他物’。并且,凡是处于那些被断定所属者的实质之中的东西,都被说成是凭自身属于它们,例如数凭自身属于偶数与奇数;一般而言,属凭自身属于种,因为它们构成种的实质,并且就在它们是这些事物本身的范围内属于它们;种也凭自身属于属,因为它们区分了属的实质(因为就其为数而言,一者是奇数,另一者是偶数)。而‘首要地’则表示切近之物。有时这些是相合的,以致同一事物既凭自身又首要地属于,例如动物属于人;但有时它们是分开的,以致凭自身属于,却非首要地属于,例如实体凭自身属于人,量凭自身属于奇数。因为对于种而言,不仅其属是凭自身被述说的,而且属的属也是如此,然而却既非首要地亦非切近地,而是通过切近的属作为中介被述说的。
- 4.15ὅταν τὸ μὲν τῶν ὑπάρχειν αὐτῷ λεγομένων εἰς τὸ εἶδος ἐπάγῃ τὴν ἔννοιαν ὡς τοῦ εἴδους ὄντος τοῦ τόπου, τὸ δὲ εἰς ὕλην ὡς κατ’ αὐτὴν ὑφεστῶτος αὐτοῦ
在ὅταν引导的从句中,主语由中性代词构成的并列对比结构 τὸ μὲν ... τὸ δέ(“据说属于它的诸属性中之一方……另一方……”)充当。动词 ἐπάγῃ(“引导”)在前半句中出现,在后半句 τὸ δὲ εἰς ὕλην 中承前省略而须被补充。两处由 ὡς 引导的属格独立结构(ὡς τοῦ εἴδους ὄντος τοῦ τόπου 与 ὡς κατ’ αὐτὴν ὑφεστῶτος αὐτοῦ)表示属性所引发的主观认识或设想的内容(“宛如处所是形式 / 宛如它依质料而存立”)。
- 4.15τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἰπών
分词 εἰπών 的逻辑主语为亚里士多德,它依附于前面的主动词 εἶπεν,用以说明其用词方式(“用‘凭自身’代替了‘首要地’”)。辛普利丘在此指明了一项词汇解构:原文中的 τὸ καθ’ αὑτό 在此语境中并非严格与“偶性”相对,而是作为“首要地(πρώτως)”的替代词使用的。
