← 辛普里丘

亚里士多德《物理学》注释

§534.4-534.33

芝诺疑难对处所存在的否定与物体增长问题

辛普利丘顺着亚里士多德的论证指出,芝诺的无穷后退疑难否定了处所本身的根本存在(209a23),并阐释了与物体增长及处所等大性相关的困难(209a26),最终总结到处所不仅其定义(是什么)而且其存在本身(是否存在)都陷入了根本性的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

" Ἔτι δὲ καὶ αὐτός, εἰ τῶν ὄντων ἐστί, ποῦ ἔσται; ἕως τοῦ καὶ τοῦτο εἰς ἄπειρον πρόεισιν." Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀνασκευαστικόν ἐστι τοῦ εἶναι ὅλως τὸν τόπον. καὶ πρὸς ἐκεῖνον ὑπαντᾷ τὸν λόγον τὸν λέγοντα πᾶν τὸ ὂν εἶναι ποῦ, ἐπειδὴ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως, ὑπαντᾷ δὲ τῇ Ζήνωνος ἀπορίᾳ χρώμενος.1 εἰ γὰρ πᾶν τὸ ὂν ποῦ ἐστιν, ἐπειδὴ καὶ ὁ τόπος τῶν ὄντων, καὶ αὐτὸς ποῦ ἂν εἴη· τὸ δὲ ποῦ ἐν τόπῳ· καὶ ὁ τόπος ἄρα ἐν τόπῳ. καὶ ἔσται τοῦ τόπου τόπος καὶ ἐκείνου τόπος καὶ τοῦτο ἐπ’ ἄπειρον, ὅπερ ἀδύνατον. εἰ οὖν τὸ ἀδύνατον ἠκολούθησε τῷ εἶναι τὸν τόπον τῶν ὄντων, δῆλον ὅτι οὐκ ἔστιν ὂν ὁ τόπος. ὥστε εἰ μὴ λυθείη ἡ Ζήνωνος ἀπορία (ὅπερ σημαίνει τὸ ζητεῖν τινα λόγον αὐτήν),2 δῆλον ὅτι ἀναιρεῖται τὸ εἶναι τόπον.

“再者,它自身如果属于存在者,又将在何处呢”直至“而这也将进行至无穷”。 这一论证也是要否定处所的根本存在。它迎头反驳那条声称既然不在任何地方之物甚至根本就不存在、一切存在者便皆在某处的论据,并且它是通过运用芝诺的疑难来反驳的。因为如果一切存在者皆在某处,既然处所也属于存在者,它自身也当在某处;而“在某处”就是在处所中;因此处所也在处所中。于是将有处所的处所,以及那个〔处所〕的处所,并且如此以至无穷,而这是不可能的。因此,如果不可能的结果伴随着处所属于存在者这一前提而来,显而易见处所并非存在者。因而如果芝诺的疑难得不到解决(它寻求某种解释正是指此而言),显而易见处所的存在就被取消了。

§4.14

"Ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ ἕως τοῦ ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον." Εἰ ὁ μὲν τόπος ἔστι, τὸ δὲ κενὸν οὐκ ἔστιν, ὡς δειχθήσεται, ἀκολουθήσει τῷ πᾶν σῶμα εἶναι ἐν τόπῳ τὸ καὶ ἐν παντὶ τόπῳ σῶμα εἶναι.3 εἰ οὖν τοῦτο ἀληθές, ἴσον ἀνάγκη εἶναι τὸν τόπον τῷ ἐν τόπῳ. ἐπεὶ οὖν τῶν αὐξομένων σωμάτων ἀνάγκη τὸν τόπον συναύξεσθαι, τίς ἡ τοῦ τόπου αὔξησις; ἢ τίς γένεσις καὶ πόθεν; τὰ γὰρ γινόμενα ἐκ τῶν ἐναντίων γίνεται. εἰκότως δὲ προέλαβε καὶ τὸ ἐν παντὶ τόπῳ σῶμα εἶναι· εἰ γὰρ ἦν κενόν, τὸ αὐξόμενον εἰς ἐκεῖνο ηὔξετο. δῆλον δὲ ὅτι εἴτε γίνεται καὶ φθείρεται τὸ σῶμα, ἄλλου φθειρομένου ἄλλο γίνεται, εἴτε τὸ αὐτὸ μένει· καὶ οὐ χρεία τόπου γενέσεως. καὶ τοῦτο δὲ τὸ ἐπιχείρημα ὥρμηται μὲν ἀπὸ τοῦ τί ἐστιν ὁ τόπος, δεικνύον δὲ ὅτι οὐκ ἔστιν ἡ ὑποδοχὴ τοῦ σώματος, ἅμα ὅτι οὐκ ἔστιν ὅλως ὁ τόπος συναποδείκνυσιν. ἐπὶ δὴ τούτοις τοῖς ἐπιχειρήμασιν εἰκότως συμπεραίνεται, ὅτι διὰ τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν ὅλως ἀπορεῖν ἀναγκαῖον. εἰ γὰρ μήτε σῶμα μήτε ἀσώματον μήτε στοιχεῖον μήτε ἐκ στοιχείων μήτε ἀρχή τις ἢ αἰτία μήτε ἴσον τοῦ ἐν τόπῳ,4 ἅπερ δοκεῖ εἶναι, δῆλον ὅτι καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ὅλως ἄπορον ἂν εἴη.

“再者,正如凡物体皆在处所中”直至“反而连它是否存在也必然陷入疑难”。 如果处所存在,而虚空如将要表明的那样并不存在,那么凡物体皆在处所中这一事实就将导致:在每一处所中也皆有物体。如果这是真的,那么处所就必然等于在处所中的东西。既然随着物体的增长,处所也必然一同增长,那么处所的增长又是什么呢?或者它是何种生成,又从何而来呢?因为生成之物乃是由相反者生成。他预先设定在每一处所中皆有物体也是合情合理的;因为如果有虚空,增长之物就会增长至虚空之中。然而显而易见的是,无论物体经历生成与毁灭(一物毁灭时另一物生成),抑或保持同一,都没有必要发生处所的生成。这一论证也是从处所是什么出发,在表明它并非物体的受纳器皿的同时,共同证明了处所根本不存在。因此,基于这些论证,他合理地得出结论:通过这些论证,不仅必然对它是什么陷入疑难,而且连它根本是否存在也必然陷入疑难。因为如果它既非物体亦非非物体,既非元素亦非由元素构成,既非某种本原或原因,亦不等于在处所中的东西——而这些恰恰是它似乎所是的——显而易见,它是什么以及它根本是否存在都将是令人困惑的。

语法注4 条
  1. 4.13καὶ πρὸς ἐκεῖνον ὑπαντᾷ τὸν λόγον τὸν λέγοντα πᾶν τὸ ὂν εἶναι ποῦ, ἐπειδὴ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως, ὑπαντᾷ δὲ τῇ Ζήνωνος ἀπορίᾳ χρώμενος

    动词 ὑπαντᾷ 重复了两次(复沓/恢复性用法)。前一个 ὑπαντᾷ 支配介词短语 πρὸς ἐκεῖνον... τὸν λόγον,后一个 ὑπαντᾷ δὲ 则带上表示方式手段的分词短语(τῇ Ζήνωνος ἀπορίᾳ χρώμενος)恢复谓语动词,从而接续被原因从句(ἐπειδὴ...)打断的主干结构。

  2. 4.13ὅπερ σημαίνει τὸ ζητεῖν τινα λόγον αὐτήν

    关系代名词 ὅπερ 的先行词是前文条件从句的内容,即“如果芝诺的疑难得不到解决”(εἰ μὴ λυθείη ἡ Ζήνωνος ἀπορία)。带冠词的不定式短语 τὸ ζητεῖν τινα λόγον αὐτήν(它寻求某种说明)作 σημαίνει 的主语,此句照应了亚里士多德原文(209a25–26:ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινὰ λόγον)。

  3. 4.14ἀκολουθήσει τῷ πᾶν σῶμα εἶναι ἐν τόπῳ τὸ καὶ ἐν παντὶ τόπῳ σῶμα εἶναι

    在动词 ἀκολουθήσει 构成的句式中,与格的带冠词不定式短语 τῷ πᾶν σῶμα εἶναι ἐν τόπῳ 表示被伴随的前提(“随着凡物体皆在处所中”),而用作主格的带冠词不定式短语 τὸ καὶ ἐν παντὶ τόπῳ σῶμα εἶναι 则充当主语,表示推导出的结果(“在每一处所中也皆有物体这一事实”)。

  4. 4.14μήτε ἴσον τοῦ ἐν τόπῳ

    形容词 ἴσον 此处与属格 τοῦ ἐν τόπῳ 搭配使用。通常 ἴσος 支配与格,但在此处作为比较属格或表示关联/对象的属格(“与在处所中的东西相等”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:534.4-534.33