- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:532.31-534.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德的论证(209a18),探讨了处所何以不可能是四种原因(质料、形式、作用因或目的因)中的任何一种,并援引欧德谟的论点,重点反驳了将处所视作目的因的观点。
" Ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον ἕως τοῦ οὔτε κινεῖ τὰ ὄντα." Τὸ μὲν δεῖξαι ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ὁ τόπος τὸ ἐλλεῖπόν ἐστιν ἀναπληρῶσαι τοῦ προτέρου θεωρήματος,1 ἐν ᾧ ἐδείκνυ ὅτι οὔτε στοιχεῖόν ἐστιν ὁ τόπος οὔτε τῶν αἰσθητῶν οὔτε τῶν νοητῶν. πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι οὐκ ἔστιν αἰσθητὸν στοιχεῖον τῶν αἰσθητῶν· νῦν δὲ ὅτι οὔτε ὡς ὕλη ἢ εἶδος. ἐπειδὴ δὲ ἡ ὕλη καὶ τὸ εἶδος καὶ αἴτιά ἐστι, κοινὴν λοιπὸν ποιεῖται τὴν ἀπόδειξιν, ὅτι οὐδὲν τῶν αἰτίων ἐστὶν ὁ τόπος, οὔτε ὡς ὕλη ἢ εἶδος οὔτε ὡς τὸ ποιοῦν οὔτε ὡς τέλος. καὶ ὅτι μὲν ὡς ὕλη οὐκ ἔστι στοιχεῖον οὐδὲ ἀρχὴ ὅλως οὐδὲ αἴτιον τῶν ὄντων, ἔδειξεν οὕτως· ὕλη ἐστὶν ἐξ ἧς συνίσταταί τι· τὰ γὰρ ἔνυλα ἐκ ταύτης· τόπος ἐστὶν ἐξ οὗ οὐδὲν συνίσταται· ἡ ἄρα ὕλη τόπος οὐκ ἔστιν· ὅτι δὲ οὔτε εἶδος οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον ὁ τόπος, αὐτὸς μὲν παρῆκε δεικνύναι. δείξαις δὲ ἂν ὅτι μὲν εἶδος οὐκ ἔστιν ἐκ τοῦ ἄλλων λέγεσθαι τὸν τόπον παρὰ τὸ ἐν τόπῳ. καὶ ἐν ταῖς ἀντιμεταστάσεσι τὰ μὲν εἴδη μεθίστασθαι, τὸν δὲ τόπον μένειν. ἀλλ’ οὐδὲ ποιητικὸν αἴτιόν ἐστιν ὁ τόπος. δεκτικὸς γὰρ τοῦ ἤδη γεγονότος ἐστίν, ἀλλ’ οὐχὶ ποιητικὸς τοῦ μὴ ὄντος. οὐ μέντοι οὔτε κινεῖ οὔτε μεταβάλλει τὸ ἐν αὑτῷ ὁ τόπος, ἀλλὰ τὸ ἐναντίον, εἴπερ ἄρα ἠρεμεῖν ποιεῖ. τὸ γὰρ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ. διὸ καὶ ὁ Εὔδημος ἐν τρίτῳ τῶν Φυσικῶν παρακολουθῶν τοῖς ἐνταῦθα λεγομένοις καὶ ὡς ὁμολογούμενον ἕκαστον τῶν αἰτίων ἀφαιρῶν τοῦ τόπου “ἀλλ’ ἆρά γε, φησίν, ὡς τὸ κινῆσαν; ἢ οὐδὲ οὕτως ἐνδέχεται, ὦ Δημόκριτε· δεῖ γὰρ κινητικὸν εἶναι καὶ ἔχειν τινὰ δύναμιν”. τὸ γὰρ κενὸν τόπον εἶπεν ὁ Δημόκριτος, ὅπερ τῇ ἑαυτοῦ φύσει κενὸν ὄντως καὶ ἀδύνατον καὶ ἀδρανὲς ἂν ἦν. μήποτε οὖν ὡς τέλος. τοῦτο γὰρ δοκεῖ διὰ τὴν ἐπ’ αὐτὸν τῶν σωμάτων φορὰν καὶ τὴν ἔφεσιν τῆς τοῦ οἰκείου τόπου καταλήψεως, εἰς ὃν καὶ ἐλθόντα ἠρεμεῖ τὰ σώματα. τέλους δὲ τοῦτο ἴδιον τὸ ἐν αὐτῷ γενόμενον ἠρεμεῖν καὶ ἀναπεπαῦσθαι.2 ἀλλ’ εἰ ἄλλο ὁ τόπος καὶ ἄλλο τὸ ἐν τόπῳ εἶναι, ὡς δηλοῖ καὶ ἡ ποῦ κατηγορία ἄλλη οὖσα παρὰ τὸν τόπον αὐτὸν ἐν τῷ ποσῷ τεταγμένον, τὸ δὲ τέλος τοῖς σώμασίν ἐστιν, εἴπερ ἄρα, τὸ ἐν τῷδε τῷ τόπῳ εἶναι, οὐκ ἂν εἴη ὁ τόπος τὸ τέλος. ὅλως δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐκ ἔστι τι καθ’ ἑαυτό, ἀλλ’ ἐκείνου τελειότης ἐστίν, οὗ λέγεται τέλος. οὕτως γὰρ καὶ ἡ εὐδαιμονία καὶ ἡ πρὸς θεὸν ὁμοίωσις τέλος ὡς ἐνυπάρχουσα τῷ εὐδαίμονι καὶ τῷ ὁμοιουμένῳ, ἀλλ’ οὐχ ὡς καθ’ ἑαυτά, ὡς εἶναι λέγεται ὁ τόπος. τοῦτο δὲ μάλιστα ῥητέον, ὅτι εἰ ὁ τόπος ᾗ τόπος τέλος ἐστίν, ὅθεν δὲ ἔξεισιν ὕδωρ ἐκεῖ γίνεται ἀήρ, ἔσται τῶν διαφόρων σωμάτων τὸ αὐτὸ τέλος. τοῦτο δὲ καὶ ἔτι ζητητέον προχείρως αὐτὸ παραδραμόντων τῶν ὑπομνηματιστῶν·3 ἡ δὲ ἐπιχείρησις αὕτη συντελεῖ μὲν καὶ πρὸς τὸ μηδὲν εἶναι τῶν ὄντων τὸν τόπον, μήτε ἀρχὴν μήτε ἀπ’ ἀρχῆς, διὸ καὶ πρὸς τὸ μὴ εἶναι ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ ἀρχή ἐστιν ἢ ἀπ’ ἀρχῆς· μάλιστα δὲ τείνει πρὸς τὸ μὴ εἶναι ἀρχὴν αὐτόν, ὅπερ ἐδόκουν λέγειν οἱ τὸ Ἡσιόδου χάος καὶ τὸ κενὸν τοῦ Δημοκρίτου προφέροντες καὶ τὴν φυσικὴν τῶν σωμάτων κίνησιν ὡς ἀπ’ αἰτίας τοῦ τόπου γινομένην.
“再者,人们就存在者而言可以把〔它〕设定为什么的原因呢”直至“它也不使存在者运动”。 表明处所既非作为质料亦非作为形式,乃是补充先前定理中所欠缺的部分,在先前的定理中,他曾表明处所既非可感觉之物的元素,亦非理知之物的元素。因为他先前表明了它并非可感觉之物的可感觉元素,而如今表明它无论作为质料还是形式也都不是[元素]。然而,既然质料和形式也是原因,那么他随后作出了普遍的证明,即处所不是任何一种原因,既非作为质料或形式,亦非作为作用因,亦非作为目的。至于它作为质料根本不是存在者的元素、本原或原因,他是这样表明的:质料是某物由之构成的东西,因为具有质料之物皆由其构成;处所则是没有任何东西由之构成的东西;因此质料不是处所。但是处所既非形式亦非作用因或目的因,他自己却省略了证明。然而人们可以表明它不是形式:这根据处所被表述为异于在处所中的东西,并且在相互置换中形式发生迁移而处所保持不变。但处所也不是作用因。因为它是接纳已经产生之物的,而不是产生未存在之物的。事实上,处所既不使其自身之中的东西运动,也不使其变化,反而恰恰相反,如果它起作用的话,乃是使其静止。因为进入其自身固有处所之物会静止下来。因此欧德谟在《物理学》第三卷中,顺着此处所说的内容,并将每一种原因作为已公认的事实从处所中排除出去,他说道:“但是,它难道是作为使之运动者吗?抑或甚至以这种方式也是不可能的,德谟克利特啊?因为必须是能致动的且具有某种力量。”因为德谟克利特把虚空称为处所,而虚空按其本性确实是空虚的、无能力的且惰性的。那么,或许它是作为目的?这似乎是因为物体朝向它的位移,以及对占据固有处所的追求,并且物体在到达它之后便静止下来。而这是目的所特有的属性:即进入其中的东西静止并得以休憩。但是,如果处所是一回事,而在处所中存在是另一回事(正如“何处”范畴异于被归入数量之下的处所本身所表明的那样),而对物体而言,如果说有目的的话,目的乃是在这个特定处所中存在,那么处所便不是目的。从根本上说,目的和“为了何物”并非某种就其自身而言存在的东西,而是它被称作其目的之那个东西的完全态。因为正是如此,幸福以及与神的同化之所以是目的,乃是因为它们内在存在于幸福之人以及被同化之人之中,而不是像处所被说成存在的那样就其自身存在。然而最应当说明的是:如果处所就其作为处所而言是目的,而水所离去之处正是空气产生之处,那么对于不同物体而言就将存在同一目的。这一点还必须进一步探究,因为注解家们草率地略过了它。这篇论证既有助于说明处所不是存在者中的任何一种,既非本原亦非源自本原之物,从而也有助于说明它根本不存在,如果凡存在者确实要么是本原要么源自本原的话;但它主要致力于说明它不是本原——而〔它是本原〕这恰恰是那些提出赫西俄德的混沌和德谟克利特的虚空,并把物体的自然运动看作好像是出于处所这个原因而产生的人们所似乎主张的。
- 4.12Τὸ μὲν δεῖξαι ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ὁ τόπος τὸ ἐλλεῖπόν ἐστιν ἀναπληρῶσαι τοῦ προτέρου θεωρήματος
句子的核心骨架是由定冠词不定词短语 τὸ δεῖξαι ὅτι... 充当主语,系动词 ἐστίν 搭配充当表语的不定词 ἀναπληρῶσαι(“乃是补充……”)。短语 τὸ ἐλλεῖπον 作为 ἀναπληρῶσαι 的直接宾语,并由属格 τοῦ προτέρου θεωρήματος 所修饰。
- 4.12τέλους δὲ τοῦτο ἴδιον τὸ ἐν αὐτῷ γενόμενον ἠρεμεῖν καὶ ἀναπεπαῦσθαι
倒装结构,实际主语是后置的定冠词不定词短语 τὸ ... ἠρεμεῖν καὶ ἀναπεπαῦσθαι(“进入其中的东西静止并得以休憩”)。表语为 τέλους ἴδιον(“目的所特有的”),指示代词 τοῦτο 在前文中预先指引了后续的主语内容。
- 4.12προχείρως αὐτὸ παραδραμόντων τῶν ὑπομνηματιστῶν
独立属格结构(genitive absolute)。在语境中,它表述了需要进一步探究的原因或背景:“由于注解家们草率地忽略了它(因此仍需进一步探究)”。
