- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:531.11-532.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了从界限(面、线、点)之处所的不可能性出发反驳物体处所存在的论据(209a7–13),随后分析了处所既非元素亦非由元素构成(无论可感觉还是理知)的论证(209a13),并特别辨析了四元素与质料形式之间的区别。
" Ἔτι δὲ εἴπερ ἐστὶ σώματος τόπος ἕως τοῦ οὐδ’ ἔστι τι παρ’ ἕτερον τούτων ὁ τόπος." Καὶ οὗτος ὁ λόγος δοκεῖ μὲν πρὸς τὸ τί ἐστιν ἐνίστασθαι, ὅτι οὐκ ἔστι σώματος χώρα ὁ τόπος. ἀναιρεῖ δὲ καὶ τὸ εἶναι ὅλως τὸν τόπον δεικνύς, ὅτι οὐδὲ ἔστιν ὅλως τόπος ἢ χώρα σώματος. καὶ ἡ μὲν ὅλη τοῦ λόγου ἀγωγὴ τοιαύτη· εἰ ἔστι σώματος τόπος καὶ χώρα, ἔσται καὶ τῶν περάτων, ὥστε καὶ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς· ἀλλὰ μὴν στιγμῆς οὐκ ἔστι τόπος, ὡς δείξει· οὐδὲ ἄρα σώματος. καὶ τὸ μὲν συνημμένον ὅτι ἀληθές, δείκνυσιν ἐκ τοῦ λόγου τοῦ εἰσαγαγόντος ὅλως τὴν τοῦ τόπου ἔννοιαν. εἰ γὰρ ἐκ τοῦ ἔνθα πρότερον ἦν ὕδωρ ἐνταῦθα γίνεσθαι ἀέρα καὶ εἶναί τι τὸν τόπον καὶ ἕτερον τοῦ ἐν αὐτῷ λέγομεν, δῆλον ὅτι καὶ ὅπου πρότερον ἦν ἡ τοῦ ὕδατος ἐπιφάνεια, νῦν ἐστιν ἡ τοῦ ἀέρος. τὰ γὰρ ἑκάστου πέρατα τῷ περατουμένῳ συμμεθίσταται. ὁμοίως οὖν καὶ γραμμὴ καὶ σημεῖον, ὥστε καὶ σημείου ἂν εἴη τόπος τῷ αὐτῷ λόγῳ ᾧπερ καὶ σώματος. ὅτι δὲ οὐκ ἔστι τόπος σημείου οὐδὲ ἔχομεν διαφορὰν στιγμῆς καὶ τόπου στιγμῆς, δείξαις ἂν οὕτως· εἰ ἴσος ὁ τόπος τῷ ἐν τόπῳ, καὶ τοῦ σημείου τόπος ἔστιν, οὗ μέρος οὐδέν·1 τὸ δὲ οὗ μέρος οὐδὲν σημεῖον· καὶ ὁ τόπος ἄρα τοῦ σημείου σημεῖον. δύο δὲ σημεῖα ἐὰν ἐφαρμόττῃ ἀλλήλοις ἓν γίνεται σημεῖον ἐνεργείᾳ καὶ οὐκέτι δύο, ὥστε οὐκ ἄλλο τὸ σημεῖον καὶ ἄλλος ὁ τοῦ σημείου τόπος. ἔδει δὲ διαφορὰν εἶναι τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ, εἴπερ ἔστι τι ὁ τόπος. ὁμοίως δὲ οὐδὲ γραμμῆς οὐδὲ ἐπιφανείας ἔσται τόπος, ὥστε τῷ τῆς ἀντιμεταστάσεως λόγῳ πρότερον μὲν χρώμενοι εἶναι τὸν τόπον ἐδείκνυμεν, νῦν δὲ μὴ εἶναι.
“再者,如果存在物体的处所”直至“处所也不是这些之外的任何别的东西”。 这篇论据似乎也针对它“是什么”提出质疑,即处所并非物体的居所。但它通过表明根本不存在物体的处所或居所,也取消了处所本身的根本存在。而该论据的整体推进如下:如果存在物体的处所和居所,那么也将存在其诸界限的处所,从而也将存在面、线和点的处所;然而,正如他将要表明的,不存在点的处所;因此也不存在物体的处所。至于该假言前提是真实的,他是从根本上引入处所概念的那个论据来表明的。因为如果我们根据先前有水的地方如今产生出空气,便说处所是某种东西且异于在其中的东西,那么显然,先前有水之表面的地方,如今有着空气的表面。因为每一事物的界限都随着被界限之物一同迁移。因此线和点同样如此,从而根据关于物体的同一论据,也将存在点的处所。至于不存在点的处所,且我们在点与点的处所之间没有任何差异,人们可以这样来表明:如果处所与在处所中的东西相等,那么也存在点的处所,它是无部分的;而无部分的东西就是点;因此点的处所也是点。但是两个点如果相互吻合,便在现实上成为一个点而不再是两个,从而点并非一物而点的处所是另一物。然而,如果处所确实是某种东西,处所与在处所中的东西之间本应当有差异。同样地,也不会有线或面的处所;以致我们先前运用相互置换的论据表明处所存在,如今却表明它不存在。
"Τί γὰρ ἄν καὶ θείημεν εἶναι τὸν τόπον; ἕως τοῦ ἐκ δὲ τῶν νοητῶν στοιχείων οὐδὲν γίνεται μέγεθος." Ἐπειδὴ τὰ ὄντα πάντα ἢ σώματά ἐστιν ἢ ἀσώματα καὶ ἢ στοιχεῖα ἢ ἐκ στοιχείων, ταὐτὸν δὲ εἰπεῖν ἢ ἁπλᾶ ἢ σύνθετα, δείξας ὅτι οὔτε σῶμα οὔτε ἀσώματός ἐστιν ὁ τόπος, νῦν δείκνυσι καὶ τὸ ἕτερον διαιρετικόν, ὅτι οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων ἐστὶν ὁ τόπος τοιαύτην ἔχων φύσιν, ὥστε μέγεθος μὲν ἔχειν, εἴπερ ἴσος τῷ ἐν τόπῳ, σῶμα δὲ μὴ εἶναι, εἰ μὴ δυνατὸν δύο σώματα ἐν ταὐτῷ εἶναι. τῷ μὲν γὰρ μὴ εἶναι σῶμα οὐκ ἂν εἴη τῶν αἰσθητῶν τι καὶ σωματικῶν οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. τῶν γὰρ συνθέτων σωμάτων καὶ τὰ στοιχεῖα σώματα. πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ τὰ προσεχῆ τῶν συνθέτων σωμάτων στοιχεῖα ἢ ἄτομοι, ὡς Δημόκριτος, ἢ ὁμοιομέρειαι, ὡς Ἀναξαγόρας. ἀλλ’ οὔτε τῶν νοητῶν τι ἂν εἴη οὔτε ὡς ἐκ στοιχείων οὔτε ὡς στοιχεῖον. οὔτε γὰρ τὰ νοητὰ στοιχεῖα μέγεθός τι ἔχει, οὔτε ἐκ νοητῶν στοιχείων ἀμεγεθῶν ὄντων γένοιτ’ ἄν τι μέγεθος. εἰ οὖν μέγεθος ὁ τόπος ἔχει, οὐκ ἂν οὔτε ἐκ νοητῶν εἴη στοιχείων οὔτε νοητὸν στοιχεῖον, ὥστε οὐδ’ ἂν εἴη ὅλως, εἴπερ πᾶν τὸ ὂν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. Ἐπιστῆσαι δὲ ἄξιον, πῶς εἶπε τὰ τῶν αἰσθητῶν στοιχεῖα σώματα εἶναι· ἡ γὰρ ὕλη καὶ τὸ εἶδός ἐστι τὰ πρῶτα στοιχεῖα τῶν αἰσθητῶν ἀσώματα ὄντα ἄμφω. μήποτε οὖν οὐ μάτην εἶπε τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἵνα δείξῃ ποῖα λαμβάνει σύνθετα, ὅτι οὐ τὰ ἐξ ὕλης καὶ εἴδους προσεχῶς, ἀλλὰ τὰ ἐκ τῶν ἁπλῶν σωματικῶν στοιχείων τῶν τεττάρων, ἅτινα οὐκ ἔστιν αἰσθητὰ καθ’ ἑαυτά· οὐδὲ ἔστιν ὅλως καθ’ ἑαυτά· οὐδὲ γὰρ τὰ αἰσθητήρια ἁπλᾶ ἐστιν, ἀλλὰ σύνθετα. καὶ ἡ γῆ αὐτὴ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ αἰσθητά ἐστι, διότι οὐκ ἔστιν ἁπλᾶ, ἀλλὰ κατ’ ἐπικράτειαν λέγεταί τε καὶ ἔστι· καί μοι δοκεῖ συναισθόμενος ὁ Ἀριστοτέλης, ὅτι οὐ πάντων τῶν στοιχείων ἐποιήσατο τὴν ἀναίρεσιν (οὐ γὰρ δὴ τῆς ὕλης καὶ τοῦ εἴδους), ἀλλὰ μόνων τῶν σωματικῶν, καὶ διὰ τοῦτο ἐπάγειν2 τὸ ἑξῆς ἐπιχείρημα, ἐν ᾧ δείξει ὅτι οὔτε ὡς ὕλη οὔτε ὡς εἶδός ἐστιν ἀρχὴ ἢ στοιχεῖον ὁ τόπος.
“因为我们究竟该把处所设定为什么呢?”直至“而从理知元素中产生不出任何大小”。 既然一切存在者要么是物体要么是无物体,且要么是元素要么由元素构成(也就是说要么是单纯的要么是复合的),那么在表明了处所既非物体亦非无物体之后,[亚里士多德]如今也表明另一个划分项,即处所既非元素亦非由元素构成;因为它具有这样的本性,以致如果与在处所中的东西相等,它便具有大小,但如果不允许两个物体在同一之中,它便不是物体。因为因其不是物体,无论作为由元素构成之物还是作为元素,它都不可能是可感觉和物体性之物中的任何一种。因为复合物体的元素本身也是物体;复合物体的邻近元素是火、空气、水、土,或者是原子(如德谟克利特所言),或者是同质部分(如阿那克萨戈拉所言)。但无论作为由元素构成之物还是作为元素,它都不可能是理知之物中的任何一种。因为理知元素既不具有任何大小,从无大小的理知元素中也不可能产生出任何大小。因此,如果处所具有大小,它既不可能由理知元素构成,也不可能是理知元素;从而,如果凡存在者确实要么是元素要么由元素构成,处所便根本不会存在。然而值得注意的是,他何以说可感觉之物的元素是物体;因为质料和形式才是可感觉之物的第一元素,且二者皆为无物体。那么,或许他并非徒然说可感觉之物的元素是物体,而是为了表明他所采纳的复合体是哪一类,即并非直接由质料和形式构成的那类,而是由四种单纯的物体性元素构成的那类,这些元素就其自身而言并非可感觉的;它们就其自身而言甚至根本不存在;因为感觉器官也不是单纯的,而是复合的。大地本身、水、空气和火之所以是可感觉的,是因为它们不是单纯的,而是根据优势被表述且存在的。在我看来,亚里士多德意识到自己并未对所有元素作出否定(因为当然并未否定质料和形式),而仅否定了物体性的元素,正是由于这个原因,他引出了接下来的论证,在其中他将表明,处所无论作为质料还是作为形式,都不是本原或元素。
- 4.10οὗ μέρος οὐδέν
带有关系代词属格 οὗ(“无部分之物”)的短语构成了一个表示“没有部分之物(即点,依欧几里得定义)”的实体化表达。在从句 εἰ ἴσος ὁ τόπος τῷ ἐν τόπῳ, καὶ τοῦ σημείου τόπος ἔστιν, οὗ μέρος οὐδέν 中,它规定了点的处所的属性;而在紧接着的句子 τὸ δὲ οὗ μέρος οὐδὲν σημεῖον 中,它与定冠词 τὸ 结合构成主语:“没有部分之物即是点”。
- 4.11καί μοι δοκεῖ συναισθόμενος ὁ Ἀριστοτέλης, ὅτι οὐ πάντων τῶν στοιχείων ἐποιήσατο τὴν ἀναίρεσιν ... καὶ διὰ τοῦτο ἐπάγειν
此处是非人称与人称结构交融的句式。依附于 μοι δοκεῖ(“在我看来”)的不定词是 ἐπάγειν(“引出、引入”)。其主语 ὁ Ἀριστοτέλης 并非处于宾格,而是与在前的主格分词 συναισθόμενος(“意识到”)一同置于主格。骨架为:“在我看来,亚里士多德意识到……正是由于这个原因引出了……”。
