← 辛普里丘

亚里士多德《物理学》注释

§529.27-531.10

处所的三维性与对物体相互穿透说的反驳

辛普利丘探讨了亚里士多德的文本(209a4),通过亚历山大提出的两个相互对立的三段论(第一格肯定与第二无证明否定式)以及将其重释为划分法,考察了处所虽具三维延展却不能为物体的原因。他还梳理了亚历山大和欧德谟反对斯多亚派“物体相互穿透说”的诸种反驳论据,并就天球结构提出了疑问与探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9

" Διαστήματα μὲν οὖν ἔχει τρία ἕως τοῦ ἐν τῷ αὐτῷ γὰρ ἂν εἴη δύο σώματα." Ὁ μὲν Ἀλέξανδρος δύο συλλογισμοὺς ἀναλύει ἐν τούτῳ τῷ ῥητῷ ἀντικειμένους ἀλλήλοις· “καὶ ἔστιν ὁ μὲν πρῶτος τοιοῦτος· ὁ τόπος διαστήματα ἔχει τρία· τὸ δὲ τρία διαστήματα ἔχον σῶμα· ὁ τόπος ἄρα σῶμα.” καίτοι κἂν τὸ σῶμα τρία ἔχει διαστήματα, οὐ πᾶν τὸ τρία ἔχον διαστήματα ἤδη σῶμά ἐστι. καὶ γὰρ καὶ τὸ κενὸν οἱ λέγοντες εἶναι τριχῇ διεστάναι φασὶν αὐτό. “ὁ δὲ δεύτερος συλλογισμὸς ἀντικείμενος τῷ προτέρῳ ὑποθετικὸς ἐξ ἀκολουθίας ἀνασκευαστικός, ὃν καὶ δεύτερον ἀναπόδεικτον καλοῦσιν·1 εἰ σῶμα ὁ τόπος, ἐν ταὐτῷ δύο σώματα ἔσται ὅ τε τόπος καὶ τὸ ἐν αὐτῷ· ἀλλὰ μὴν ἀδύνατον ἐν ταὐτῷ δύο σώματα εἶναι· οὐκ ἄρα σῶμα ὁ τόπος. εἰ δὲ δοκεῖ μὲν σῶμα εἶναι, ἀδύνατον δὲ αὐτὸν σῶμα εἶναι, οὐδ’ ἂν εἴη τι ὅλως.” οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ἐκ διαιρέσεως ποιεῖται τὴν ἀνασκευὴν τοῦ εἶναι τὸν τόπον. εἰ γὰρ ἔστιν ὅλως, ἢ ἐν τῷ τοῦ ἀσωμάτου γένει ἐστὶν ἢ ἐν τῷ τοῦ σώματος· ἀλλὰ μὴν οὔτε ἀσώματός ἐστι μῆκος ἔχων καὶ πλάτος καὶ βάθος, οἷς ὁρίζεται πᾶν σῶμα, οὔτε σῶμα, ἵνα μὴ δύο σώματα ἐν ταὐτῷ εἴη. τὰ οὖν τμήματα τῆς διαιρέσεως καλῶς ἀπέδειξεν ὁ Ἀλέξανδρος. Τὸ δὲ σῶμα διὰ σώματος χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ὕστερον προσήκαντο ὡς ἀκολουθοῦν ταῖς σφῶν αὐτῶν ὑποθέσεσιν, ἃς ἐνόμιζον παντὶ τρόπῳ δεῖν κυροῦν· σώματα γὰρ πάντα λέγειν δοκοῦντες καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ διὰ παντὸς ὁρῶντες τοῦ σώματος καὶ τὴν ψυχὴν χωροῦσαν καὶ τὰς ποιότητας ἐν ταῖς κράσεσι συνεχώρουν σῶμα διὰ σώματος χωρεῖν. ὅτι δὲ ἀδύνατον τοῦτο, δείκνυσι μὲν καὶ δι’ ἀφωρισμένου συγγράμματος, δείκνυσι δὲ καὶ ἐν τοῖς ὑπομνήμασι διὰ πλειόνων ἐπιχειρημάτων ὁ Ἀλέξανδρος. πρῶτον μὲν γὰρ εἰ σῶμα διὰ σώματος χωρεῖ, καὶ πᾶν διὰ παντὸς χωρήσει, εἴπερ καθὸ σώματα, ἀλλὰ μὴ καθὸ θερμὰ ἢ ψυχρὰ ἤ τινα ἄλλην ἔχοντα διαφορὰν χωρεῖ δι’ ἀλλήλων. εἰ οὖν σῶμα διὰ σώματος χωρεῖ, καὶ ἐν τῷ μικροτάτῳ χωρηθήσεται τὸ μέγιστον· ὁμοίως γὰρ ἕξει δεξάμενόν τε καὶ πρὸ τοῦ δέξασθαι. οὐ γὰρ δὴ τότε μὲν κενά τινα καὶ πόρους εἶχε, νῦν δὲ οὐκέτι. οὐδὲ γὰρ αἰτιῶνται κενὰ οἱ δι’ ἀλλήλων λέγοντες χωρεῖν. δύναται οὖν καὶ δεύτερον καὶ τρίτον ὁμοίως δέξασθαι. οὕτως δὲ ἐν τῇ κέγχρῳ, φησὶν Ἀριστοτέλης, ὁ οὐρανὸς χωρηθήσεται καὶ ἡ θάλασσα ἐν κυάθῳ. ἔτι δὲ εἰ σῶμα διὰ σώματος χωρεῖ καὶ διὰ τοῦ παχυτέρου τὸ λεπτότερον, τί δήποτε ὁ χρυσὸς χαλκὸν μὲν δέχεται, ὕδωρ δὲ οὔ. ἄπορον δὲ καὶ διὰ τί δεξάμενος τὸν χαλκὸν ὁ χρυσὸς μείζονα τὸν ὄγκον ἔσχε, καὶ ὅλως διὰ τί αὔξεταί τινα τῶν μιγνυμένων, εἰ τὰ ἴσα ἀλλήλοις δι’ ὅλων ἀλλήλοις συμπαρεκτείνεται ὡς τὴν αὐτὴν ἔχειν ἐπιφάνειαν; κυάθου γὰρ κυάθῳ μιχθέντος εἰ δι’ ἀλλήλων χωρεῖ τὸ ὅλον ἔδει κυαθιαῖον γίνεσθαι. Καὶ ὁ Εὔδημος καὶ τοῦτο προστίθησιν ὅτι οὐκ ἐνδέχεται δύο σώματα ἅμα εἶναι οὔτε αἰσθητὰ ὄντα οὔτε θάτερον μαθηματικόν. πρὸς γὰρ τῷ ἅμα δύο εἶναι σώματα καὶ ποῦ ἔσται τὸ μαθηματικόν· ὅπερ οὐ δοκεῖ.2 ἀλλ’ εἰ τῶν οὐρανῶν ἕκαστος σφαῖρα τελεία ἐστὶ μέχρι τοῦ κέντρου χωροῦσα, δῆλον ὅτι καὶ δι’ ἀλλήλων χωροῦσιν οἱ οὐρανοὶ καὶ διὰ τῶν ἀστέρων καὶ διὰ τοῦ ὑπὸ σελήνην παντός. μήποτε οὖν τὰ μὲν ὑπὸ σελήνην ἅτε ὑλικώτατα καὶ ἀντίτυπα καὶ φύσει ἀλλήλων διεσπασμένα οὐ χωρεῖ δι’ ἀλλήλων (διὸ καὶ μιγνύμενα μεῖζόν τι ποιεῖ), τὰ δὲ οὐράνια οὐχ οὕτως. ὥστε καὶ ἄτοπος ἡ τοῦ οὐρανοῦ καὶ τῆς κέγχρου ὑπόθεσις, εἴπερ ἀδιαίρετος ὁ οὐρανός. εἰ δὲ μὴ σῶμά ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, λόγου δεήσει·3 πεισθῆναι γὰρ οὐ ῥᾴδιον εἶναί τι ἀσώματον τρεῖς ἔχον διαστάσεις.

“因此它具有三个维度”直至“因为在同一个中将有两个物体”。 亚历山大在这段话中分析了两个相互对立的三段论:“其一如下:处所具有三个维度;而具有三个维度的东西是物体;因此处所是物体。”然而,即便物体具有三个维度,并非凡具有三个维度的东西便已经是物体;因为就连主张虚空存在的人也说它是向三方展开的。“而与前一个对立的第二个三段论,是基于承续的否定性假言三段论,他们也称之为第二无证明推论:如果处所是物体,在同一个中将有两个物体,即处所和在其中的东西;但两个物体不可能在同一个中;因此处所不是物体。如果它看似是物体,但又不可能为物体,它便根本不会是任何东西。”亚历山大便是这样说的。但或许[亚里士多德]是从划分出发来进行对处所存在的反驳的。因为如果它根本存在,它要么在无物体的属中,要么在物体的属中;然而它既非无物体(因为它具有长、宽、深,而凡物体皆以此被定义),也非物体(为了不使两个物体在同一个中)。因此亚历山大很好地证明了划分的各分支。至于物体穿过物体,古人将其视为明显的荒谬之事,而后来的斯多亚学派则接受了它,认为这是顺应他们自身的假说的,而他们认为这些假说必须以一切方式予以确立;因为他们似乎把所有事物——包括性质与灵魂——都称为物体,并且看到灵魂和性质在混合中穿过整个物体,所以他们承认物体穿过物体。至于这是不可能的,亚历山大不仅通过专论予以表明,在注释中也通过若干论据予以表明。因为首先,如果物体穿过物体,那么凡物体皆将穿过凡物体,如果它们确实是就其为物体而言相互穿过,而非就其为热、冷或具有其他差异而言。因此,如果物体穿过物体,最大的东西也将被容纳在最小的东西之中;因为接受之后与接受之前将处于同样的状态。因为当时它当然并非具有某些虚空和孔隙,而现在不再具有;因为主张相互穿过的人并未将原因归于虚空。因此它同样能够接受第二个和第三个。而如此,正如亚里士多德所说,天将被容纳在一粒小米中,海被容纳在一酒杯中。再者,如果物体穿过物体且较细腻的穿过较浓密的,究竟为什么金接受铜,却不接受水?同样令人困惑的是,为什么金在接受铜之后体积变得更大,以及一般而言如果相等之物彼此彻底共同延伸以致具有相同的表面,为什么被混合之物中的某些会增大?因为一酒杯与一酒杯混合,如果它们相互穿过,总量本应当变为一酒杯大。欧德谟还补充了这一点,即两个物体不可能同时存在,无论它们是可感觉的,还是其中之一是数学性的。因为除了两个物体同时存在之外,数学性的物体还将在何处呢?——而这似乎是不成立的。然而,如果诸天中的每一个都是延展至中心的完全球体,显然诸天也相互穿过,穿过群星,穿过月下的一切事物。那么,或许月下的事物因其极具质料性、有抗拒性且本性上彼此分离,故而不相互穿过(因此它们在混合时造出更大的东西),而天界的事物则并非如此。因此,如果天确实不可分割,关于天和小米粒的假说也是荒谬的。但是,如果具有三维度的东西不是物体,那将需要论证;因为要确信存在某种具有三维度的无物体之物是不容易的。

语法注3 条
  1. 4.9ὃν καὶ δεύτερον ἀναπόδεικτον καλοῦσιν

    关系代词 ὅν 的先行词是前文表语短语中的“基于承续的否定性假言三段论”(ὑποθετικὸς ἐξ ἀκολουθίας ἀνασκευαστικός [συλλογισμός])。此处理解为斯多亚逻辑中五种无证明推论(ἀναπόδεικτοι)的第二式(即否定后件律 modus tollens:“若A则B;非B;故非A”)。

  2. 4.9πρὸς γὰρ τῷ ἅμα δύο εἶναι σώματα καὶ ποῦ ἔσται τὸ μαθηματικόν· ὅπερ οὐ δοκεῖ.

    介词短语 πρὸς τῷ ἅμα δύο εἶναι σώματα(“除了两个物体同时存在之外”)支配带冠词不定式,引出由连接/副词性 καί 连接的疑问句 ποῦ ἔσται τὸ μαθηματικόν(“数学性的物体将在何处?”)。句末的 ὅπερ οὐ δοκεῖ(“这似乎是不成立的”)以“数学性物体占有处所”这一推论或前提为先行词。

  3. 4.9εἰ δὲ μὴ σῶμά ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, λόγου δεήσει

    在条件从句中,tò tàs treîs échon diastáseis(“具有三维度的东西”)是主语,sôma 是被否定词 μή 修饰的表语。主句中无人称动词 deései 支配属格 lógou,意为“将需要论证/说明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:529.27-531.10