- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:52.6-53.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德为何认为麦里梭的论证比巴门尼德更为粗陋(因其引入了数量与无限),以及承认一个荒谬前提后其他荒谬如何随之得出;随后论述了将自然物全部或部分处于运动之中作为自然哲学基于归纳的出发点这一前设。
" Μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν." Μᾶλλον δὲ φορτικὸν εἶναι τὸν Μελίσσου φησί, διότι μὴ μόνον ἓν οὗτος καὶ ἀκίνητον τὸ ὂν ἔλεγεν, ὥσπερ Παρμενίδης, ἀλλὰ πρὸς τούτῳ καὶ ἄπειρον αὐτὸ ἐτίθετο· τοιγαροῦν κοινῶς πρὸς αὐτοὺς ἀντειπὼν ἐπήγαγε “Μέλισσος δὲ τὸ ὂν ἄπειρον εἶναί φησι. ποσὸν ἄρα τι τὸ ὄν”. φορτικὸς οὖν, ὅτι τὸ ποσὸν εἰσαγαγών, ὅπερ ἀνάγκη ἐν ὑποκειμένῳ [οὐσίᾳ] εἶναι, ἓν ὅμως ἐτίθετο τὸ ὄν. οὐκ ἔχειν δὲ ἀπορίαν εἶπεν ὡς εὐδιάλυτον καὶ μὴ ποιοῦντα ἀπορεῖν διὰ τὸ ἐπιπόλαιον εἶναι. ὁ γὰρ δριμὺς λόγος ἐστὶν ὁ δάκνων τε καὶ ἀπορεῖν ποιῶν, ὡς ἐν Σοφιστικοῖς ἐλέγχοις εἴρηται. ἀλλ’ ἑνός, φησίν, ἀτόπου δοθέντος, τὰ ἄλλα συμβαίνει. καὶ γὰρ καὶ ἀκίνητον ἀνάγκη εἶναι, εἰ ἓν ἐστι καὶ οὕτως ἓν ὡς αὐτὸ μόνον εἶναι· κινούμενον γὰρ καὶ κίνησιν καὶ μεταβολὴν ἕξει καὶ τὸ πόθεν ποῖ, εἴτε ἀπὸ διαθέσεως εἰς διάθεσιν εἴτε ἀπὸ τόπου εἰς τόπον εἴτε ὁπωσοῦν· καὶ ἄπειρον δὲ ἀνάγκη εἶναι· πέρας γὰρ ἔχον ἕξει τό τε πέρας καὶ τὸ περατούμενον. τοιγαροῦν καὶ ὁ Πλάτων ἐκ τοῦ ὅλον καὶ σφαίρᾳ ὅμοιον εἰπεῖν τὸ ὂν τὸν Παρμενίδην πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν, ἔχον μέσον καὶ ἔσχατα καὶ μέρη. γέγραπται δὲ ἐν Σοφιστῇ τάδε “εἰ τοίνυν ὅλον ἐστὶν ὥσπερ καὶ Παρμενίδης λέγει πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεών ἐστι τῇ ἢ τῇ, τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; Οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον 〈ἓν〉 εἶναι. Τί δὲ οὔ; Τὸ δὲ πεπονθὸς ταῦτ’ ἆρα οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι;” Οὐδὲν δέ φησι χαλεπόν ἐστιν ἀλλὰ ἀναγκαῖον τῷ ἑνὶ ἀτόπῳ τεθέντι ἄλλα ἄτοπα συμβαίνειν. ἢ ὅτι οὐδὲν δύσκολόν ἐστι συνιδεῖν,1 πῶς τῷ ἑνὶ δοθέντι ἀτόπῳ τὰ ἄλλα ἄτοπα συμβαίνει.
“然而麦里梭的论证更为粗陋,且不具有难点。” 他说麦里梭的论证更为粗陋,是因为麦里梭不仅像巴门尼德那样主张存在是一且不动的,而且在此之外还将它设定为无限的;因此在对他们作了共同的反驳之后,[亚里士多德]接着说道:“麦里梭却说存在是无限的;因此存在乃是某种数量。”所以其粗陋之处在于,他引入了必然存在于基质[实体]之中的数量,却依然将存在设定为一。他说它“不具有难点”,是因为由于其浅薄而易于消解且不引起困惑。因为敏锐的论证乃是切中要害并引起困惑的论证,正如在《辨谬篇》中所说的那样。他说:“然而,一旦承认一个荒谬,其余的就会随之而来。”因为,如果存在是一,且以唯有它自身存在的方式为一,那么它也必然是不动的;因为如果运动,它就将具有运动与变化,以及“自何处至何处”,无论是由状态至状态,还是由处所至处所,抑或以任何方式;而且它也必然是无限的,因为若具有界限,它就将兼具界限与被界限者。因此柏拉图也根据巴门尼德说存在是一个整体且类似于球体——“在体量上处处类似于圆整球体的形体”——而指出,由于具有中心、末端与部分,它并不是一。在《智者篇》中写有如下内容:“因此,如果存在是一个整体,正如巴门尼德所说‘在体量上处处类似于圆整球体的形体,从中心到各方完全均等;因为无论在这里还是在那里,都绝不能有丝毫过大或过小’;那么作为这种性质的事物,存在就具有中心和末端,而具有了这些,就完全必然具有部分;或者难道不是如此吗?——正是如此。——然而,被分割之物在一切部分上承受一的属性,并在这方面作为既是全部又是整体之物而为[一],这绝无阻碍。——为何不能呢?——但承受了这些属性的事物,岂不是不可能就是这一本身吗?”他说,设定了一个荒谬之后,其他荒谬随之而来,这绝非难事,而是必然的;或者说,一旦承认了一个荒谬,洞悉其他荒谬如何随之而来,绝非难事。
"Ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα εἶναι." Ἐκεῖνοι μὲν οὖν ἓν καὶ ἀκίνητον τὸ ὂν ὑποθέμενοι πολλοῖς περιπεπτώκασιν ἀτόποις· ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα. ἡ δὲ ὑπόθεσις οὐκ ἔστι θέσις οὐδὲ παράδοξόν τι ἢ ἀπεμφαῖνον εἰσάγει οὐδὲ διὰ τὸ λῦσαι τοὺς ἐναντίους λόγους βεβαιοῦται, ἀλλ’ ἔστιν ἐκ τῆς ἐπαγωγῆς γνώριμος· καὶ γὰρ ὁρῶμεν πολλὰ κινούμενα τῶν φύσει. κινεῖται μὲν γὰρ πάντα τὰ φύσει, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι· πλὴν τὸ ἀναμφίλεκτον ὑποκείσθω, ὅτι ἔνια τῶν φύσει κινεῖται. καὶ γὰρ ζῷα καὶ φυτὰ πάντα κινούμενα φαίνεται καὶ τὰ ἁπλᾶ στοιχεῖα καὶ ὁ οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ ἄστρα· εἰκὸς δὲ αὐτὸν τὸ πάντα ἢ ἔνια εἰπεῖν, διότι οἱ πόλοι καὶ τὰ κέντρα τοῦ παντὸς καὶ οἱ ἄξονες φύσει ὄντες καὶ οὗτοι ἀκίνητοί εἰσι. δῆλον 〈οὖν〉 ὅτι τῶν κινουμένων τὰ ὄντα ἤ, ὡς Ἀλέξανδρός φησιν, ἡ ψυχή. ὑποτίθεται δὲ νῦν κινεῖσθαι οὐχὶ τὰς φυσικὰς ἀρχὰς, ἀλλὰ τὰ φύσει, ὧν ζητεῖ τὰς ἀρχάς. ἀλλὰ κἀνταῦθα ὁ Ἀλέξανδρος ὁμολογεῖ ὅτι “ὡς ἀρχὴν τοῦτο λαμβάνει, οὐχὶ τὴν φύσει, ἀλλὰ τὴν πρὸς ἡμᾶς ἀρχήν, οὐ τοῦ πράγματος οὖσαν δηλονότι, (οὐ γὰρ ἂν τῇ φύσει πρώτη), ἀλλὰ τῆς ἀποδείξεως, ἥτις καὶ ἀπὸ τῶν ὑστέρων, ἐναργῶς δὲ λαμβάνεται, ὥσπερ ἡ ἐπαγωγὴ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦται, οὐ τὸ ὕστερον τῇ φύσει, ἀλλὰ τὸ πρότερον.”2
“然而对我们而言,应当设定自然物要么全部要么部分是在运动之中的。” 那些哲学家由于假设存在是一且不动的,因而陷入了诸多荒谬;但对我们而言,应当设定自然物要么全部要么部分是在运动之中的。这一假设并不是一个论题,既不引入任何悖论或荒谬之说,也不是通过消解相反的论证来确立的,而是通过归纳已知晓的;因为我们确实看到许多自然物在运动。因为如果自然确实是运动的原理,那么一切自然物都在运动;但作为无可争议之事,姑且设定某些自然物在运动。因为动物和植物全都显得在运动,简单元素、天体以及天上的星辰也是如此;而他之所以说“全部要么部分”,很可能是因为宇宙的两极、中心以及轴心,虽然本身也是自然之物,却是不动的。显然,它们是运动物中的存在物,或者如亚历山大所说,是灵魂。现在被假设为在运动的不是自然原理,而是其原理正被寻求的自然物。然而在这里亚历山大也承认:“他将此作为原理来接受,并非自然本性的原理,而是相对于我们的原理,显然后者不是事物的原理(因为它在自然上不是第一位的),而是证明的原理,这一原理甚至取自较后之物,且是清晰明了地被接受的;犹如归纳从个别事物确证普遍之物那样,所确证的不是自然上较后之物,而是较先之物。”
- 1.9Οὐδὲν δέ φησι χαλεπόν ἐστιν ἀλλὰ ἀναγκαῖον τῷ ἑνὶ ἀτόπῳ τεθέντι ἄλλα ἄτοπα συμβαίνειν. ἢ ὅτι οὐδὲν δύσκολόν ἐστι συνιδεῖν
辛普里丘用 ἢ ὅτι(“或者说……”)对比了对亚里士多德原句 ἀλλ’ ἑνός, φησίν, ἀτόπου δοθέντος, τὰ ἄλλα συμβαίνει 的两种句法与语义解释。前半句理解为“在一个荒谬设定后逻辑上得出其他荒谬绝非难事,而是必然的”;后半句则理解为“去洞察和理解其他荒谬如何随之而来绝非难事”。
- 1.10οὐ τὸ ὕστερον τῇ φύσει, ἀλλὰ τὸ πρότερον
亚历山大引文末尾的宾格短语在句法上与前面 πιστοῦται(“确证”)的直接宾语 τὸ καθόλου(“普遍”)并列,指明归纳从个别事物所确证的对象“并非自然上较后之物,而是[自然上]较先之物”(即普遍者)。
