← 辛普里丘

亚里士多德《物理学》注释

§528.27-529.26

关于处所的存在与本质的疑难的过渡

辛普里丘探讨了亚里士多德在《物理学》第四卷第一章(209a2)中转向关于处所的存在与本质的疑难时的论证结构,阐明了此处与无定论述的方法论差异,并解释了探求其属的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8

" Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν εἰ ἔστι ἕως τοῦ ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον." Ἐν μὲν τοῖς περὶ τοῦ ἀπείρου λόγοις ἐκθέμενος πέντε ἐπιχειρήματα, δι’ ὧν εἶναι δοκεῖ τὸ ἄπειρον, ἐπήγαγε τούτοις ἐκεῖνα, δι’ ὧν μὴ εἶναι φανήσεται, ἵν’ οὕτως ὁ διαιτητὴς τῶν λόγων καὶ ἀληθεῖς ἀμφοτέρους εὑρίσκων καὶ τὰ ἐναντία λέγειν δοκοῦντας, πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸ ἄπειρον ἐπιψηφίζηται, ὅπερ καὶ τὸ ἀληθὲς ἔχει. ἐνταῦθα δὲ οὐ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸν τόπον βουλόμενος, ἀλλ’ εἶναι μόνως1 διὰ τὴν κοινὴν περὶ αὐτοῦ ἔννοιαν (τίς γὰρ οὐ λέγει τόπον εἶναι;), οὐκ ἀντέθηκεν εὐθὺς ἐπιχειρήματα δεικνύντα μὴ εἶναι, ἀλλ’ εἰπὼν τὰ ἐπιχειρήματα δι’ ὧν ὁ τόπος εἶναι πιστεύεται μεταβαίνειν μὲν δοκεῖ ἐπὶ τὸ ἑξῆς πρόβλημα τὸ τί ἐστιν ὁ τόπος, δείκνυσι δὲ ὅτι οὔτε σῶμα οὔτε ἀσώματον εἶναι δύναται οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων. καὶ ἄλλα ἐπιχειρήματα ἐπάγει, δι’ ὧν συνήγαγεν ὅτι οὐ μόνον τί ἐστιν ὁ τόπος, ἀλλὰ καὶ εἰ ἔστιν2 ὅλως ἀπορεῖν ἀνάγκη, οὐ τὸ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι διὰ τούτου εἰσάγων, ἀλλὰ τὴν χαλεπότητα τοῦ λόγου διὰ τὴν ἐφ’ ἑκάτερα ἀπορίαν κοινὴν ἐπὶ τοῦ τί ἐστι καὶ τοῦ εἰ ἔστιν ὑποδεικνύς. εἰ γὰρ ἀνάγκη μὲν εἰ ἔστιν ὅλως ἢ σῶμα εἶναι ἢ ἀσώματον ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, μηδέτερον δὲ εἶναι δύναται, καὶ τὸ τί ἐστι καὶ τὸ εἰ ἔστιν ἄπορον φανήσεται. καὶ τὸ χαλεπὸν τῆς εὑρέσεως αὐτοῦ πιθανωτέρας ποιεῖ τὰς πρὸς τὸ μὴ εἶναι ἐπιχειρήσεις, κἂν δοκῶμεν πάντες ἐννοεῖν ὅτι ἔστιν ὁ τόπος. καὶ ὅρα ὅπως ἐμμεθόδως ἐχρήσατο τῷ λόγῳ. βουλόμενος γὰρ ἐκ πάντων τῶν προβλημάτων δεῖξαι τὴν χαλεπότητα τοῦ ζητήματος, ἐν μὲν τῷ εἰ ἔστιν οὐκ ἀνεσκεύασε τοῦτο διὰ τὴν κοινὴν περὶ αὐτοῦ πρόληψιν, ἀλλὰ διέβαλεν εὐφυῶς διὰ τῆς τοῦ κενοῦ θέσεως καὶ τοῦ μυθικοῦ χάους εἰσαγόμενον τὸν τόπον· ἐν δὲ τῷ τί ἐστι καὶ τῷ ὁποῖόν τί ἐστι καὶ τὸ εἶναι τὸν τόπον συναναιρεῖ. ὅτι γὰρ καὶ πρὸς τοῦτο αὐτῷ τείνει τὰ ἐπιχειρήματα, δηλοῖ νῦν μὲν τῷ ὑποθετικῶς εἰπεῖν εἰ ἔστιν. ἐπειδὴ κἂν ἐρρέθησάν τινες λόγοι πιστούμενοι τὸ εἶναι, οὔπω τελέως ἐδείχθη ὅτι ἔστι, δειχθήσεται δὲ προϊόντος τοῦ λόγου. ἐν δὲ τῷ συμπεράσματι τοῦ ὁποῖόν τί ἐστι σαφῶς καὶ τὸ εἶναι ἄπορον εἶπε· ζητεῖ δὲ πρῶτον ἐν τίνι γένει χρὴ τιθέναι τὸν τόπον· ἀρχὴ γὰρ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τὸ γένος ἐστί. πότερον οὖν σῶμα ἢ ἀσώματον ὁ τόπος; εἰκότως δὲ οὐκ εἶπεν ἢ ἀσώματον, ἀλλ’ ἤ τις ἑτέρα φύσις, ἐπειδὴ οὐ πάντη σώματος αὐτὸν ἐκτὸς εἶναι τίθησι πέρας λέγων αὐτὸν σώματος, ὡς μαθησόμεθα.

“然而,它是否存在确有疑难”直至“因为必须首先探求它的属”。 在关于无定的论述中,他在阐明了使无定看似存在的五个论证之后,又在这些论证之后引出使无定显现为不存在的论证,以便论证的裁定者在发现两者皆真且看似陈述相反之事时,能够判定无定在某种意义上存在而在某种意义上不存在,而这正是事情的真相。然而在此处,他并非希望处所某种意义上存在而某种意义上不存在,而是鉴于关于处所的共同概念(因为谁不说处所存在呢?)唯独希望它存在,因此他并未立即提出表明其不存在的对立论证。相反,在陈述了使人们确信处所存在的诸论证之后,他看似过渡到了下一个问题,即处所是什么,但他表明处所既不可能是物体也不可能是无物体,既不是元素也不是由元素构成。他还引出了其他论证,并通过这些论证总结出:人们不仅必然对其“是什么”陷入疑难,而且对其“是否根本存在”也必然陷入疑难;他并未借此引入它在某种意义上存在而在某种意义上不存在,而是通过在“是什么”和“是否存在”上皆共同存在的两难困境,指明了论述的艰难。因为,如果一方面,若它根本存在就必然要么是物体要么是无物体,或者要么是元素要么是由元素构成,但它两者都不可能是,那么“是什么”与“是否存在”便都会显得充满疑难。即使我们所有人似乎都领会处所存在,其发现的艰难性也使得倾向于其不存在的论证更具说服力。且看他运用论述是何等合乎方法。因为他希望从所有探求课题中表明这一论题的艰难性,在“是否存在”中,鉴于关于它的共同预先把握,他没有推翻这一点,而是巧妙地排斥了通过虚空的设定和神话中的混沌所引入的处所;而在“是什么”和“是何种事物”中,他也一同取消了处所的存在本身。因为他的论证也倾向于此,他现在通过假设性地说“如果它存在”便表明了这一点。因为纵使已经陈述了某些使人确信其存在的论据,它存在这一点尚未得到完全的证明,而将在论述推进时得到证明。并且在“是何种事物”的结论中,他明确说明了其存在也是一个疑难。他首先探求应当将处所归入哪一个属;因为属是“是什么”和定义的始基。那么处所究竟是物体还是无物体?不过,他合情合理地没有说“或者是无物体”,而是说“或者是某种别的本性”,因为正如我们将要学到的,他并未将处所设定为完全脱离于物体之外,而是称其为物体的界限。

语法注2 条
  1. 4.8ἐνταῦθα δὲ οὐ πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸν τόπον βουλόμενος, ἀλλ’ εἶναι μόνως

    分词 βουλόμενος 表示原因,支配带宾格的不定式短语 πῇ μὲν εἶναι πῇ δὲ μὴ εἶναι τὸν τόπον 与 εἶναι μόνως。此处与前文关于无定(ἄπειρον)在某种意义上存在而在某种意义上不存在的结论构成对比,强调处所基于普遍共识唯独以其单纯的存在为目标。

  2. 4.8ὅτι γὰρ καὶ πρὸς τοῦτο αὐτῷ τείνει τὰ ἐπιχειρήματα, δηλοῖ νῦν μὲν τῷ ὑποθετικῶς εἰπεῖν εἰ ἔστιν

    主动词 δηλοῖ 的主语在语境中指亚里士多德。ὅτι 从句充当其宾语从句(“论证对他而言也倾向于这一点”),表示手段或根据的与格冠词不定式短语 τῷ ... εἰπεῖν 修饰 δηλοῖ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:528.27-529.26