← 辛普里丘

亚里士多德《物理学》注释

§527.15-528.26

赫西俄德的混沌与处所的在先性

辛普里丘考察了亚里士多德援引赫西俄德关于混沌的诗句以确立处所的在先性与始基性的论证,理清其论辩逻辑,并批评了当时将混沌等同于空间的解读,进而结合俄耳甫斯神话阐发了混沌原初的形而上学意涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7

" Δόξειε δ’ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ἕως τοῦ οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων." Τοῦ Ἡσιόδου ἐν τῇ Θεογονίᾳ λέγοντος ἤτοι μὲν πρώτιστα χάος γένετο, καὶ τοῦ χάος ἀπὸ τοῦ χῶ ῥήματος δοκοῦντος γεγονέναι καὶ διὰ τοῦτο τὸ χωρητικὸν δηλοῦν, ὅπερ ταὐτόν ἐστι τῷ τοπικῷ, ἐκ τούτου δύο συλλογίζεται ὁ Ἀριστοτέλης· καὶ ὅτι ἔστι τι ὁ τόπος κατὰ τὸν Ἡσίοδον, καὶ ὅτι προτέρα πάντων ἡ τούτου δύναμις κατ’ αὐτὸν καὶ ἀρχηγική, ὥστε καὶ οἰκεία τῷ περὶ τῶν ἀρχῶν λόγῳ. διὰ τοῦτο δέ1 φησιν αὐτὸν εἰρηκέναι πρῶτον γενέσθαι τὸ χάος διὰ τὸ νομίζειν μέν, ὥσπερ οἱ πολλοὶ τὴν ἀσώματον φύσιν ἀγνοοῦντες, μόνα δὲ εἶναι τὰ σώματα λέγοντες, πάντα εἶναί που καὶ ἐν τόπῳ. εἰ δὲ τοῦτο, δεῖν προυπάρξαι χώραν ἐν ᾗ ἔσται τὰ ὄντα. καὶ διὰ τοῦ εἰπεῖν ὥσπερ οἱ πολλοὶ ἐνεδείξατο ὅτι οὐκ ἀρέσκεται τῇ δόξῃ. τοῦ δὲ δοκεῖν ὀρθῶς λέγειν τὸν Ἡσίοδον αἰτίαν ἐπήγαγε τὸ ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσιν. εἰ δέ ἐστιν ἀληθὲς τὸ δοξαζόμενον ὑπὸ Ἡσιόδου τὸ πρώτην χώραν γενέσθαι ἤτοι τόπον, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου φύσις πρωτουργός τις οὖσα καὶ ἀρχηγική. εἰ γὰρ τόπου μὲν ὄντος οὐκ ἀνάγκη εἶναι σῶμα, σώματος δὲ ὄντος ἀνάγκη εἶναι τόπον, εἰ πάντα ἀνάγκη εἶναί που καὶ ἐν τόπῳ, τὸ δὲ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ πρῶτόν ἐστι τῇ φύσει, δῆλον ὅτι πρωτουργὸς καὶ ἀρχηγικὸς ἂν εἴη ὁ τόπος. οὐ γὰρ εἰ τόδε τὸ σῶμα οἷον τὸ πῦρ ἢ ὁ ἀὴρ φθαρείη, ἀνάγκη καὶ τὸν τόπον ἐφθάρθαι τὸν αὐτοῦ. εἰ δὲ καὶ κενὸν εἴη, καθάπερ τινὲς ἔλεγον, ὁ τόπος, ἔτι μᾶλλον ἀναγκαῖον τὸ μὴ συναναιρεῖσθαι τοῖς σώμασιν, εἴπερ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος. κατὰ μὲν γὰρ τὴν Ἀριστοτέλους περὶ τόπου δόξαν τὴν λέγουσαν τόπον εἶναι τὸ πέρας τοῦ περιέχοντος, ὡς μαθησόμεθα, κἂν μὴ συμφθείρηται ὁ τόπος τῷ ἐν τόπῳ, ἀλλ’ οὖν ἀνάγκη, εἰ τόπος ἐστί, καὶ σῶμα εἶναι, καὶ εἰ μὴ τὸ αὐτὸ ἀεί, ἀλλὰ σῶμά γε πάντως. εἰ δὲ πρῶτος γέγονεν ὁ τόπος καὶ εἰ κενὸν εἴη, δῆλον ὅτι καὶ σώματος μὴ ὄντος ἔσται τόπος. ταῦτα δὲ ἐνδόξως λέγεται λυσιτελοῦντα πρὸς τὸ δεῖξαι, ὅτι ἀρχῆς λόγον ἔχειν τισὶν ὁ τόπος δοκεῖ ὥσπερ καὶ τὸ ἄπειρον. καὶ διὰ τοῦτο καὶ ὁ περὶ τόπου λόγος ἀναγκαῖος τῷ περὶ ἀρχῶν προθεμένῳ διασκοπῆσαι. Ἔοικε δὲ τοιαύτη τις τότε τῶν Ἡσιόδου ἐπῶν ἐπιπολάζειν ἐξήγησις τὸ χάος εἰς χώραν μεταλαμβάνουσα. δηλοῖ δὲ οὐ χώραν ἀλλὰ τὴν ἀπειροειδῆ καὶ πεπληθυσμένην τῶν θεῶν αἰτίαν, ἣν Ὀρφεὺς “χάσμα πελώριον” ἐκάλεσε. μετὰ γὰρ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν Ὀρφεὺς χρόνον ἀνυμνεῖ ὡς μέτρον οὖσαν τῆς μυθικῆς τῶν θεῶν γενέσεως, αἰθέρα καὶ τὸ “πελώριον χάσμα” προελθεῖν φησι, τὸν μὲν τῆς περατοειδοῦς προόδου τῶν θεῶν αἴτιον, τὸ δὲ τῆς ἀπειροειδοῦς. καὶ λέγει περὶ αὐτοῦ οὐδέ τι πεῖραρ ὑπῆν, οὐ πυθμήν, οὐδέ τις ἕδρα· καίτοι πῶς ἄν τις περὶ τόπου ταῦτα λέγοι τοῦ καὶ τἄλλα περαίνοντος καὶ ἑδράζοντος; ὁ μέντοι Ἡσίοδος τὴν πρώτην τῶν πάντων αἰτίαν σιγῇ τιμῶν ἠνίξατο μόνον αὐτὴν διὰ τοῦ εἰπεῖν γενέσθαι τὸ χάος (παντὶ γὰρ γενομένῳ ὑπ’ αἰτίου τινὸς ἀνάγκη τὴν γένεσιν σχεῖν,2 ὡς ὁ Πλάτων φησί), τὴν δὲ πληθοειδῆ πρόοδον τῶν θεῶν ἐκφῆναι βουλόμενος διὰ τῆς ἀπειροειδοῦς συστοιχίας προήγαγε τὴν θεογονίαν τὸ χάος πρῶτον εἰπὼν καὶ μετ’ αὐτὸ γῆν.

“赫西俄德似乎也说得正确”直至“因为当其中的事物毁灭时,处所并不毁灭”。 由于赫西俄德在《神谱》中说“确实最先产生了混沌”,而“混沌”一词被认为派生自动词“容纳”,并因此表示具有容纳性的东西,这与处所性的东西是同一的,亚里士多德由此推论出两点:既依赫西俄德而言处所是某种存在,又依他而言处所的力量先于万物且具有始基性,因而也适用于关于始基的论述。亚里士多德说,赫西俄德之所以说混沌最先产生,是因为他认为——正如那些不了解无物体本性而声称唯有物体存在的众人一样——一切事物都在某处且在处所之中。而若是如此,就必须预先存在事物将在其中存在的空间。而通过说“正如众人”,他表明自己并不赞同这一意见。至于赫西俄德似乎说得正确的缘由,他指出是由于:必须首先为存在的事物提供空间。但如果赫西俄德所持的意见——即空间亦即处所最先产生——是真实的,那么处所的本性将是某种令人惊叹的、具有初创性与始基性的东西。因为,如果在处所存在时没有必然性要求物体存在,但在物体存在时必然要求处所存在(若一切事物必然都在某处且在处所之中),并且在本性上,一同取消〔他物〕却不被一同取消者在先,那么显然处所将是具有初创性与始基性的。因为即使这某个物体如火或气毁灭了,其处所也并非必然一同毁灭。而如果处所也是虚空,正如某些人所言,那么它不随物体一同被取消就更是必然的了,假若虚空是被剥夺了物体的处所的话。因为按照亚里士多德关于处所的意见,即处所是包围者的界限,正如我们将要学到的,即便处所不与处所之中的事物一同毁灭,然而如果处所存在,必然也存在物体,即使不总是同一物体,但无论如何必然存在物体。但如果处所最先产生且如果它是虚空,显然即使物体不存在,处所也将存在。这些是以公认意见的方式被述说的,有助于指明处所对于某些人而言似乎具有始基的地位,正如无定一样。因此,关于处所的论述对于打算考察始基的人而言也是必然的。然而,当时似乎盛行某种对赫西俄德诗句的此类解释,将混沌理解为空间。但它表示的并不是空间,而是众神那呈无定状且多元化的原因,俄耳甫斯将其称为“巨大的鸿沟”。因为在万物的唯一始基之后——俄耳甫斯将这一始基赞颂为时间,视其为众神神话性生成的尺度——他说以太与“巨大的鸿沟”演进而出,前者是众神呈有界状流出的原因,后者则是呈无定状流出的原因。关于它,他说:“既无任何界限,亦无底,亦无任何基座”;然而,人们怎能将这些话用于界定并安放其他事物的处所之上呢?不过,赫西俄德在沉默中尊奉万物的第一原因,仅通过说混沌“产生”而暗示了它(因为正如柏拉图所言,一切产生的事物必然由某种原因而获得其产生),而希望通过无定的并列系列来揭示众神的多元流出,便通过先说混沌、后说大地而推进了神谱。

语法注2 条
  1. 4.7τὸ δὲ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ

    中性单数冠词 τὸ 支配两个现在分词 συναναιροῦν 与 μὴ συναναιρούμενον 的实体化用法,作句子的主语,意为“随自身一同取消他物、却不随他物一同被取消者”。这是柏拉图与亚里士多德哲学中界定“本性上在先(πρῶτον τῇ φύσει)”的标准句式。

  2. 4.7παντὶ γὰρ γενομένῳ ὑπ’ αἰτίου τινὸς ἀνάγκη τὴν γένεσιν σχεῖν

    非人称结构 ἀνάγκη [ἐστί] 与不定词 σχεῖν 呼应,与格 παντὶ γενομένῳ 充当不定词的逻辑主语(或间接补足语),结构为:“对一切产生的事物而言,由某种原因获得其产生是必然的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:527.15-528.26