← 辛普里丘

亚里士多德《物理学》注释

§525.32-527.14

数学对象的位置与基于虚空说的处所旁证

辛普利丘探讨了亚历山大关于数学对象位置例证的解释(究竟是独立的论证还是确证性的例证),随后注解了亚里士多德将虚空说作为前辈关于处所概念的旁证(第三个论证)这一段落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#2

εἰ γὰρ τὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν μόνην ἔχοντα τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω ὥσπερ τὰ μαθηματικὰ οὐκ ἔστιν ὅλως ἐν τόπῳ κατὰ τὴν ἑαυτῶν φύσιν, τὰ ἐν τόπῳ ὄντα οὐ κατὰ σχέσιν μόνην τὴν πρὸς ἡμᾶς, ἀλλὰ καὶ κατὰ φύσιν ἔχει τὰς τοῦ τόπου διαφοράς. ἔοικε δὲ ὁ Ἀριστοτέλης τὸ συνημμένον θεῖναι μόνον1 ἐν τῷ λέγειν οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ καὶ ἀριστερά, ὡς εἰ ἔλεγε ‘τὰ μαθηματικὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν μόνην ἔχει τὸ δεξιὸν καὶ ἀριστερὸν διὰ τὸ μὴ εἶναι φύσει ἐν τόπῳ’· ὡς εἴ γε ἦν, οὐκ ἂν κατὰ θέσιν μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἶχε τὰς τοιαύτας διαφοράς. καὶ προελθὼν δὲ αὐτὸ πάλιν ἐξηγεῖται διὰ τοῦ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον τῶν τοῦ τόπου διαφορῶν. δῆλον δὲ ἐκ τούτου τοῦ λόγου ὅτι ἕτερος ὁ κατὰ σχέσιν τόπος, καὶ ἕτερος ὁ κατὰ φύσιν, καὶ ὁ μὲν κατὰ σχέσιν καὶ τοῖς μὴ ἐν τόπῳ οὖσι δυνάμενος προσεῖναι διὰ τὴν ἡμετέραν ἐπίνοιαν (δεξιὸν γὰρ τοδὶ τὸ θεώρημα καὶ ἀριστερὸν ὡς πρὸς ἐμὲ τόδε γράφω καὶ ἄνω καὶ κάτω καὶ τὰ μέρη ἑκάστου ὁμοίως), ὁ δὲ κατὰ φύσιν τόπος τοῖς ἐν τόπῳ οὖσι μόνοις προσήκει. πάντα δὲ ἐν τόπῳ καὶ τὰ φυσικὰ καὶ τὰ τεχνητά. ἀλλὰ τὰ μὲν τεχνητὰ καθὸ τεχνητὰ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστί, καθὸ δὲ φυσικὰ καθ’ αὑτό. ἐν δὲ τοῖς φυσικοῖς τῶν μὲν ἁπλῶν ἕκαστον οἰκεῖον φύσει τόπον ἔχει, τῶν δὲ συνθέτων τόπος ἐστὶν ἑκάστου οἰκεῖος κατὰ τὴν τῶν ἐν αὐτῷ ἁπλῶν ἐπικράτειαν. Ὁ δὲ Ἀλέξανδρος τὴν λέξιν τὴν λέγουσαν ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν οὐκ ἔχοντα φύσει τούτων ἕκαστον οὕτως μεταγράφει ὥστε μόνον νοεῖσθαι αὐτῶν τὴν θέσιν. “εἰπὼν γάρ, φησίν, ὅτι τὰ μαθηματικὰ κατὰ τὴν πρὸς ἡμᾶς θέσιν ἔχει τὰ δεξιὰ καὶ ἀριστερά, ποίαν θέσιν προσέθηκεν, ὅτι τὴν κατ’ ἐπίνοιαν· εἰ γὰρ τὴν ἀρχὴν μηδὲ ἔστι καθ’ αὑτά, οὐδ’ ἂν θέσιν ἔχοι καθ’ αὑτά.” ἐνταῦθα δὲ σαφῶς ὁ Ἀλέξανδρος ὁμολογεῖ τὸ ἀπὸ τῶν μαθημάτων παράδειγμα μὴ εἶναι ἴδιον ἐπιχείρημα, ἀλλ’ εἰς πίστιν εἰλῆφθαι τοῦ κατὰ φύσιν διωρίσθαι τὰς τῶν τόπων διαφοράς, εἴπερ τὰ μὴ κατὰ φύσιν διωρισμένους ἔχοντα τοὺς τόπους, ὥσπερ τὰ μαθηματικὰ οὐδὲ ἔστιν ὅλως ἐν τόπῳ. μήποτε δὲ δύναται καὶ ἴδιον ἐπιχείρημα εἶναι τοῦτο, ὥσπερ ᾠήθη πρότερον ὁ Ἀλέξανδρος, τὸ τρίτον ἐπιχείρημα τῶν εἶναι τὸν τόπον δεικνύντων τὸ ἀπὸ τῶν μαθημάτων εἶναι λέγων. ἔχοι δὲ ἂν οὕτως· εἰ τὰ μαθηματικὰ καίτοι μὴ ὄντα φύσει ἐν τόπῳ ὅμως κατὰ τὴν πρὸς ἡμᾶς θέσιν ἔχει τὰς τοῦ τόπου διαφοράς, δῆλον ὅτι ἔστι τι ὁ τόπος· τὰ γὰρ θέσει ἀπὸ τῶν φύσει μετάγεται, ὡς τὰ φανταστὰ ἀπὸ τῶν αἰσθητῶν.

因为,如果像数学对象那样仅依与我们的关系而具有右与左以及上与下的事物,依其自身的本性根本不在处所之中,那么在处所之中的事物就不仅依与我们的关系,而且也依本性具有处所的诸差异。而亚里士多德在说“因为它们不在处所之中,却依然依相对于我们的位置而具有右与左”时,似乎仅设定了条件命题,仿佛他在说:“数学对象仅依与我们的关系而具有右与左,是因为它们本性上不在处所之中”;因为假若它们在处所之中,它们就不仅依位置,而且也依本性具有此类差异了。而他进一步又通过“如同仅因位置而被言说、并非依本性具有处所的这些差异中每一项的事物”这一句,再次对此做出了解释。由这一论述显然可知,依关系的处所是一回事,依本性的处所是另一回事;依关系的处所通过我们的构想也能附加于不在处所之中的事物(因为我把这个定理画在相对于我的右边,那个定理画在左边,以及上与下与各自的部分亦同样如此),而依本性的处所则仅适于在处所之中的事物。而一切事物,无论是自然的还是人工的,都在处所之中。但人工事物就其为人工的而言是偶性地在处所之中,就其为自然的而言则是自身在处所之中。而在自然事物中,简单事物中的每一个依本性具有固有处所,复合事物各自的固有处所则是依其中简单事物的优势而言的。而亚历山大将那句说“如同仅因位置而被言说、并非依本性具有这些之中每一项的事物”的文句转述为“以致仅构想它们的位置”。“他说,因为在说了数学对象依相对于我们的位置而具有右与左之后,他补充了是何种位置,即依构想的位置;因为若它们根本不自身存在,它们也就不会自身具有位置。”在这里,亚历山大清楚地承认,来自数学对象的例证并不是一个独立的论证,而是为了确证处所的诸差异是依本性被规定的这一主张而被采纳的,假若像数学对象那样不具有依本性规定的处所的事物根本不在处所之中的话。但或许这也能够是一个独立的论证,正如亚历山大先前所认为的那样,当时他说指明处所存在的论证中第三个是来自数学对象的论证。其论证方式如下:如果数学对象尽管本性上不在处所之中,却依然依相对于我们的位置而具有处所的差异,那么显然处所是某种存在;因为依位置的事物是由依本性的事物引申而来的,正如被想象的事物是由被感觉的事物引申而来的一样。

§4.6

"Ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι ἕως τοῦ διὰ τούτων ἄν τις ὑπολάβοι." Τρίτον τοῦτο ὑποτίθησιν ἐπιχείρημα δεικνύων εἶναι τὸν τόπον κατ’ οἰκείαν φύσιν. οἱ γὰρ τὸ κενὸν λέγοντες οὐδὲν ἄλλο λέγουσιν αὐτὸ ἢ τόπον ἐστερημένον σώματος. εἰ οὖν ἄλλο τι παρὰ τὸ σῶμα ἔστιν, ὡς καὶ ἄνευ σώματος ὑφεστάναι, δῆλον ὅτι ἔχει τινὰ φύσιν οἰκείαν. οὐχ ὡς ἀρέσκον δὲ αὐτῷ τίθησι τὸ ἐπιχείρημα, ἀλλ’ ὡς δεικτικὸν τοῦ καὶ παρὰ τοῖς προτέροις ἔννοιαν εἶναι τοῦ τόπου, διότι, φησίν, οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσι. διάκεινται οὖν καὶ ὡς ὄντος καὶ ὡς ἔχοντός τινα φύσιν ἀφωρισμένην2 καὶ τάχα καὶ κυριωτέραν τοῦ σώματος, εἴπερ σῶμα μὲν ἄνευ τόπου ἀδύνατον εἶναι, ὁ δὲ τόπος ὑφέστηκε καὶ σώματος χωρίς. δείξας δὲ ἀποδεικτικῶς μὲν διὰ τῶν δύο τῶν προτέρων ἐπιχειρημάτων, δοξαστικῶς δὲ διὰ τοῦ νῦν εἰρημένου συμπεραίνεται τὸν λόγον, ὡς δεδειγμένου καὶ ὅτι ἔστιν ὁ τόπος καὶ ὅτι ἄλλος παρὰ τὰ σώματα, ὡς ἔχων τινὰ φύσιν καὶ δύναμιν οἰκείαν, καὶ μὴ κατὰ τὴν ἡμετέραν θέσιν θεωρούμενος. πᾶν δὲ σῶμα αἰσθητὸν ἐν τόπῳ εἶπε διὰ τὰ μαθηματικά, ἅτινα οὐ καθ’ αὑτὰ ἔχει τὸ εἶναι ἐν τόπῳ.

“再者,主张虚空存在的人们”直至“通过这些人们或许会设想”。 他将此作为第三个论证提出,以指明处所依其固有的本性而存在。因为那些谈论虚空的人,所谈论的无非是被剥夺了物体的处所。因此,如果存在某种物体之外的别物,以致甚至没有物体也能立足,那么显然它具有某种固有的本性。但他提出这一论证并不是作为令他自己赞同的论证,而是作为表明甚至在前辈之中也存在处所概念的论证;因为他说,主张虚空存在的人们谈论的就是处所。因此,他们的态度是将处所既视为存在者,又视为具有某种被限定的、且或许甚至比物体更主导的本性者,假若物体若无处所便不可能存在,而处所甚至在物体之外也立足的话。在通过前两个论证作了明证性的指明、通过现在所说的论证作了意见性的指明之后,他总结了这一讨论,认为处所既存在并且是物体之外的别物,具有某种固有的本性与力量,且不是依我们的位置被考察的,这一点已经被指明了。而他说一切可感物体都在处所之中,是针对数学对象而言的,这些数学对象并不自身具有在处所之中的存在。

语法注2 条
  1. 4.5τὸ συνημμένον θεῖναι μόνον

    逻辑学术语,指“条件命题(假言命题)”。辛普利丘在此指亚里士多德仅提出了前件(不在处所中)与后件(仅依相对位置)之间的条件联结,而非直接作定言陈述。

  2. 4.6διάκεινται οὖν καὶ ὡς ὄντος καὶ ὡς ἔχοντός τινα φύσιν ἀφωρισμένην

    动词 διάκεινται(“持有某种态度/看法”)与带 ὡς 的属格绝对结构(ὄντος, ἔχοντος)补足搭配,表明前辈学者们将处所当作“存在者”且“具有某种被限定的本性者”来对待。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:525.32-527.14