← 辛普里丘

亚里士多德《物理学》注释

§524.34-525.32

物体的本性运动与处所的固有力量

辛普利丘注解了基于物体本性位移确立处所存在的第二个论证,论述到处所不仅存在而且依本性具有固有力量。进而,他证明了上方与下方等处所差异不仅是相对于我们位置的主观关系,而且具有出于本性的客观实在性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#1

" Ἔτι αἱ φοραὶ τῶν φυσικῶν σωμάτων ἕως τοῦ οὐκ ἔχοντα φύσει τούτων ἕκαστον." Ἔτι δεύτερον ἐπιχείρημα τοῦ εἶναι τὸν τόπον ποιεῖται ἀπὸ τῆς τῶν σωμάτων κατὰ φύσιν κινήσεως. συναποδείκνυται δὲ τούτῳ καὶ ὅτι δύναμίν τινα ἔχει κατὰ τὴν αὑτοῦ φύσιν ὁ τόπος, ὥστε καὶ διὰ τοῦτο ἄξιος εἶναι ζητήσεως. δείκνυσι δὲ ὅτι ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει οὕτως· εἰ ἕκαστον τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων μὴ κωλυόμενον ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον (τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω, ἡ δὲ γῆ ἐπὶ τὸ κάτω, τὰ δὲ μέσα ἐπὶ τὸ μέσον, καὶ τὸ κύκλῳ δὲ κινούμενον περὶ τὸ μέσον κινεῖται), καὶ κατὰ τοῦτο ἕκαστον εἰδοποιεῖται, τὸ δὲ ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ διαστάσεις τόπου μέρη καὶ εἴδη ἐστί, δῆλον ὅτι καὶ ἔστι τι ὁ τόπος καὶ δύναμιν ἔχει. οὐ γὰρ ἂν εἰδοποιοὶ ἦσαν αἱ διαφοραὶ αὐτοῦ τῶν ἁπλῶν σωμάτων. τὸ δὲ δεξιὰ καὶ ἀριστερὰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν ὑπάρχει μὲν καὶ τῇ οὐρανίᾳ κινήσει, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δείκνυται, ὑπάρχει δὲ καὶ τοῖς ἐν γενέσει ζῴοις κατὰ τὴν σύνθετον αὐτῶν φύσιν. καὶ ὅρα ὅτι θερμότης μὲν καὶ μαλακότης καὶ τὰ τούτοις ὅμοια ἴσως ἂν καὶ ἄνευ τόπου εἴη, κουφότητα δὲ καὶ βαρύτητα οὐ δυνατὸν ἄνευ τόπου εἶναι· ὥρισται γὰρ ταῦτα φορᾷ τῇ τε ἄνω καὶ τῇ κάτω. ἐπειδὴ δὲ τὸ ἄνω καὶ κάτω καὶ αἱ ἄλλαι τοῦ τόπου διαφοραὶ φαίνονται καὶ κατὰ σχέσιν οὖσαι, ἠπόρησεν ἄν τις μήποτε οὐ φύσει ἐστὶν ὁ τόπος,1 ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς τὸ εἶναι ἔχει. ἡ γοῦν ὀροφὴ τοῖς μὲν ἐν τῷ οἴκῳ ἄνω ἐστί, τοῖς δὲ ἐν τῷ κεράμῳ κάτω. καὶ εἰ κατὰ σχέσιν εἴη τὴν πρὸς ἡμᾶς, δῆλον ὅτι οὔτε δύναμιν ἔχει τινὰ κατὰ τὴν ἡμετέραν θέσιν ὑφεστὼς οὔτε ἀναγκαῖος ἂν εἴη τῷ φυσικῷ ὁ περὶ αὐτοῦ λόγος. ταύτην οὖν λύων τὴν ἔνστασιν δείκνυσιν, ὅτι οὐ σχέσει μόνον ἀλλὰ καὶ φύσει τὸ ἄνω καὶ κάτω ἐστί. δείκνυσι δὲ οὕτως· τὰ φύσει ἄνω καὶ κάτω ἀεὶ ταὐτά ἐστιν. ἄνω γὰρ ἐφ’ ὃ τὰ κοῦφα φέρεται καὶ κάτω ἐφ’ ὃ τὰ βαρέα. τὰ δὲ πρὸς ἡμᾶς τὸ εἶναι ἔχοντα οὐκ ἀεὶ τὰ αὐτά, ἀλλ’ ὡς ἂν στραφῶμεν, οὕτω καὶ αὐτὰ μετατίθεται· ὁ γὰρ νῦν δεξιός μου κίων μεταστραφέντος ἢ κινηθέντος2 ἀριστερὸς γίνεται καὶ ἡ ὀροφή, ὡς εἴρηται πρότερον. ὥστε τὰ φύσει ἄνω καὶ κάτω οὐ πρὸς ἡμᾶς οὔτε κατὰ σχέσιν ἔχει τὸ εἶναι οὔτε τῇ θέσει τῇ πρὸς ἡμᾶς διαφέρει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει. οὐ γὰρ ἂν ἦν διαφερόντων δεκτικὰ καὶ εἰδοποιὰ τῶν ἐπ’ αὐτὰ ἰόντων. τοῦτο δὲ τὸ ὅτι οὐ τῇ πρὸς ἡμᾶς σχέσει μόνον, ἀλλὰ καὶ κατὰ φύσιν εἰσὶν αἱ τῶν τόπων διαφοραί, καὶ ἄλλαι μὲν αἱ κατὰ φύσιν ἄλλαι δὲ αἱ κατὰ θέσιν, δείκνυσι καὶ ἐκ τῶν μαθηματικῶν.

“再者,自然物体的位移”直至“并非按本性具有这些之中的每一项”。 再者,他根据物体依本性的运动,提出了处所存在的第二个论证。与此一同被证明的还有,处所依其自身的本性具有某种力量,从而因这一缘故也值得探讨。他按如下方式指明处所是某种存在且具有力量:如果自然且简单的物体中的每一个在未受阻碍时都移向其固有的处所(火移向上方,土移向下方,居间者移向中间,而作圆周运动者则围绕中间运动),并且每一个都依此获得形式规定,而上方、下方以及其余的间隔是处所的部分与种,那么显然处所既是某种存在又具有力量。因为若非如此,处所的诸差异便不会成为简单物体的赋形者。而右与左、前与后,也属于天体运动(正如在《论天》中所指明的那样),并且按照生成中动物的复合本性,也属于它们。且请注意,热、软以及类似性质或许即便没有处所也可以存在,但轻与重若无处所则不可能存在;因为它们是通过向上与向下的位移来规定的。然而,既然上方、下方以及处所的其他差异看起来也是相对的,人们或许会提出疑难:莫非处所不是出于本性,而是按照与我们的关系具有其存在?无论如何,屋顶对于在屋内的人而言是在上方,而对于在瓦片上的人而言则是在下方。并且,如果是按照与我们的关系,显然它根据我们的位置而立足,既不具有任何力量,关于它的讨论对自然哲学家而言也不会是必然的。因此,他在化解这一反驳时指明,上方与下方不仅是出于关系,而且也是出于本性。他是这样指明的:依本性的上方与下方始终是同一的;因为轻者移向之处为上,重者移向之处为下。相反,依与我们的关系而具有存在者则不始终同一,而是随着我们的转身,它们自身也随之变换;因为现在在我右边的柱子,当[我]转身或移动后就变到了左边,屋顶亦如前所述。因此,依本性的上方与下方既不是相对于我们也不是出于关系而具有存在,它们不仅在相对于我们的位置上不同,而且在力量上也不同。因为若非如此,它们便不会是相异之物的接受者,也不会是移向它们之物的赋形者。而关于处所的诸差异不仅出于与我们的关系而且也依循本性、依本性的差异与依位置的差异互不相同这一点,他也通过数学对象予以指明。

语法注2 条
  1. 4.5ἠπόρησεν ἄν τις μήποτε οὐ φύσει ἐστὶν ὁ τόπος

    带有 ἄν 的不定过去时直陈式 ἠπόρησεν 构成过去潜在语气(“人们或许会提出疑难”)。随后的 μήποτε 用作引导疑虑或审慎推测的连词(“莫非……不是”),后接直陈式(ἐστίν ... ἔχει)以引出疑难的具体内容。

  2. 4.5μεταστραφέντος ἢ κινηθέντος

    此处为由被动/中间不定过去时分词构成的属格绝对结构,其逻辑主语代词 μου(“当[我]转身或移动后”)承前文 ὁ νῦν δεξιός μου κίων 省略。分词的格未与主语 κίων 一致,表明其所指动作的主体是观察者(人)而非柱子本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:524.34-525.32