← 辛普里丘

亚里士多德《物理学》注释

§523.31-524.33

证明处所存在的四个论据与相互替换论证

辛普里丘梳理了亚里士多德在《物理学》第四卷第一章中用以证明处所存在的四个论据(相互替换、元素的自然运动、虚空以及赫西俄德的神话),驳斥了亚历山大的划分,并将第一个基于相互替换的论据详细重构为三段论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4

" Ὅτι μὲν οὖν ἔστιν ὁ τόπος ἕως τοῦ εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε." Καὶ τὸ ἀναγκαῖον καὶ τὸ χαλεπὸν δείξας τῆς περὶ τοῦ τόπου ζητήσεως μέτεισι λοιπὸν ἐπὶ τὰ οἰκεῖα αὐτοῦ προβλήματα, ὧν πρῶτον τὸ εἰ ἔστιν ὁ τόπος. καὶ τοὺς λόγους δι’ ὧν ὁ τόπος τῶν ὄντων εἶναι δοκεῖ παρατίθεται προτέρους, εἶτα ἐφεξῆς καὶ τοὺς ἀναιροῦντας αὐτόν. καὶ τοὺς μὲν τιθέντας τὸν τόπον λόγους τέτταρας ἐκτίθεται. πρῶτον μὲν τὸν ἐκ τῆς ἀντιμεταστάσεως. εἰ γὰρ ἐν ᾧ πρότερον ἦν ὕδωρ ἐκρυέντος τοῦ ὕδατος ἀὴρ ἔνεστι νῦν, ὥσπερ καὶ ἐν τοῖς ἀγγείοις, δῆλον ὅτι ἔστι τι τὸ δεχόμενον ἑκάτερον ἄλλο τὸ ὂν παρ’ ἑκάτερον. δεύτερον δὲ ἐκ τῆς κατὰ φύσιν τῶν στοιχείων φορᾶς. τούτων γὰρ ἑκάτερον εἰδοποιεῖται τὸ μὲν τῇ ἐπὶ τὸ ἄνω, τὸ δὲ τῇ ἐπὶ τὸ κάτω φορᾷ· αὗται δὲ διαφοραὶ τόπου. τρίτον δὲ ἀπὸ τῶν μαθηματικῶν δείκνυσθαί φησιν ὁ Ἀλέξανδρος, οὐ καλῶς οἶμαι λέγων. τὸ γὰρ ἀπὸ τῶν μαθημάτων ἐπιχείρημα τοῦ δευτέρου μέρος ἐστὶ τοῦ ἀπὸ τῆς φυσικῆς τῶν στοιχείων φορᾶς, ὡς μαθησόμεθα. ἀλλὰ τρίτον ἐστὶ τὸ ἀπὸ τοῦ κενοῦ ἐπιχείρημα. εἰ γὰρ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος, οἱ λέγοντες εἶναι κενὸν πάντως εἶναι καὶ τόπον ἐροῦσι. τέταρτον δὲ ἐπὶ τούτοις προστίθησι καὶ τὴν Ἡσιόδου μυθοποιίαν οὐ μόνον εἶναι τὸν τόπον ἀλλὰ καὶ δύναμιν ἔχειν μεγάλην ἐνδεικνυμένην. καὶ δῆλον ὅτι τὰ μὲν πρότερα δύο ἐπιχειρήματα πραγματειώδη τὴν ἀνάγκην προϊσχεται, τὰ δὲ λοιπὰ ἀπὸ δόξης εἴληπται τῶν οὕτως ὑποτιθεμένων. ἀλλ’ ἐπειδὴ συνοπτικῶς εἴρηται τὰ ἐπιχειρήματα, καθ’ ἕκαστον ἀναλαβόντες αὐτῶν τὴν ἔννοιαν κατὰ τὸ δυνατὸν διαρθρώσωμεν. Ἡ μὲν οὖν ἀπὸ τῆς ἀντιμεταστάσεως δεῖξις ὧδέ πως γέγονεν· ὁ τόπος δεκτικός ἐστι παρὰ μέρος διαφερόντων τινῶν ὁ αὐτὸς μένων· ὃ δὲ δεκτικόν ἐστι τινῶν διαφερόντων παρὰ μέρος τὸ αὐτὸ μένον,1 τοῦτο ἔστι τι καὶ ἄλλο ἐκείνων ἐστίν, εἴ γε τοῦτο μὲν ἀεὶ ταὐτόν, ἐκεῖνα δὲ διαφέροντα καὶ ἄλλοτε ἄλλα· ὁ τόπος ἄρα ἔστι τι καὶ ἄλλο τῶν ἐν αὐτῷ. ὅτι δὲ δεκτικὸς ὁ τόπος ἄλλοτε ἄλλων ὁ αὐτὸς μένων, ἐδήλωσεν ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων εἰπὼν ἐν ᾧ γὰρ ἀὴρ ἔστιν νῦν, ὕδωρ ἐν τούτῳ πρότερον ἦν. ἐξ οὗ δῆλον ὅτι καὶ ἕτερον τί ἐστιν ἡ χώρα, εἰς ἣν καὶ ἐξ ἧς μετέβαλε τὰ ἐν αὐτῇ σώματα. εἰ δὲ ἕτερον, δῆλον ὅτι καὶ ἔστι καὶ ἄξιον ζητεῖν αὐτόν. ἐνάργειαν δὲ τῇ ἀποδείξει τοῦ καὶ εἶναι καὶ ἄλλο τι εἶναι τὸ δεκτικὸν τῶν παρὰ μέρος ἐγγινομένων παρέσχετο ἡ τοῦ ἀγγείου παράθεσις· τοῦτο γὰρ καὶ ἔστι τι καὶ ἕτερον τῶν ἐν αὐτῷ ἐστιν, ὅπερ εἰς πίστιν παρείληπται τῆς μείζονος τῶν προτάσεων.2

“因此处所存在”直至“它变入其中并从中变出”。 在指明了关于处所探求的必然性与困难性之后,他接下来转向处所固有的问题,其中首要的就是处所是否存在。他首先列举出处所借以显得属于存在者之列的论证,随后依次列举出取消处所的论证。而确立处所的论证,他陈述了四个。第一个论证来自相互替换。因为如果在原先有水的地方,当水流出后现在有空气存在,正如在器皿中那样,显然存在着某种接受两者的东西,它是异于两者的存在。第二个论证来自元素的本性位移。因为这些元素中的每一个都获得形式规定,一个通过向上的位移,另一个通过向下的位移;而这些乃是处所的差异。第三个论证,亚历山大说是由数学对象表明的,但我认为他说得不妥。因为正如我们将会知晓的那样,来自数学对象的论证只是第二个论证即来自元素自然位移之论证的一部分。相反,第三个乃是来自虚空的论证。因为如果虚空是被剥夺了物体的处所,那么主张虚空存在的人必然也会主张处所存在。第四个论证,除这些之外,他还补充了赫西俄德的神话创构,它不仅表明处所存在,而且表明它具有巨大的力量。显然,前两个论证呈现出实质性的必然性,而其余的论证则是从如此假设者的意见中获取的。但既然这些论证已被概括地陈述,就让我们重新拾取它们各自的构想并尽可能加以分梳。来自相互替换的证明大致如下:处所自身保持同一,却相继接受某些彼此相异的事物;而自身保持同一、相继接受某些相异事物者,乃是某种存在且有别于那些事物,因为这一个始终同一,而那些事物则彼此相异且时有不同;因此,处所是某种存在,且有别于处所之中的事物。而处所在自身保持同一的同时在不同时刻接受不同的事物,他通过物体的相互替换阐明了这一点,他说“因为在现在有空气的那个地方,此前曾有水存在”。由此显然,那个处所也是某种相异之物,其内的物体变入其中又从中变出。如果它是相异的,显然它不仅存在,而且值得探讨。而器皿的比照,则为接受相继在〔其〕中生成之物的接受者既存在又是某种相异之物的证明提供了自明性;因为这〔器皿〕既是某种存在,又异于其内的诸物,它被引入是为了确证诸前提中的大前提。

语法注2 条
  1. 4.4ὃ δὲ δεκτικόν ἐστι τινῶν διαφερόντων παρὰ μέρος τὸ αὐτὸ μένον

    此处的 ὁ δὲ 实为中性关系代名词 ὃ δέ 的书写变体(或受冠词混同影响),引导一个由主句中相关联的指示代词 τοῦτο 所承接的关系分句(“凡是在保持自身同一的同时相继接受相异者,此物即……”)。它在语法上与中性表语 δεκτικόν 保持性的一致,构成了该定言三段论大前提的主语从句。

  2. 4.4τῆς μείζονος τῶν προτάσεων

    该成分为依赖名词 πίστιν(确证、论证上的保证)的宾格性属格,意为“大前提的确认”。在逻辑学专业术语中,ἡ μείζων τῶν προτάσεων 指三段论的“大前提”。上文引入器皿(ἀγγεῖον)的比照,其论证功能正是为了确立刚刚陈述的普遍大前提的真实性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:523.31-524.33