← 辛普里丘

亚里士多德《物理学》注释

§522.27-523.30

处所定义的难点及其诸原因

针对亚里士多德在《物理学》第四卷第一章指出的处所本质定义极具疑难之处,辛普利丘阐明了其原因在于赋予处所的本然属性在形式、质料与独立间隔之间无法归一,以及前人缺乏方法性的先行探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3

" Ἔχει δὲ πολλὰς ἀπορίας τί ποτέ ἐστιν ὁ τόπος ἕως τοῦ οὔτε προηυπορημένον περὶ αὐτοῦ." Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τόπου λόγος, ἐφεξῆς δείκνυσιν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι χαλεπὸν τὸ πρόβλημα καὶ διὰ τοῦτο συντόνου δεόμενον ἀντιλήψεως καὶ συγγνώμης, εἰ τοῖς πρώτοις αὐτὸν ἐμμεθόδως ζητοῦσι μὴ εὐθὺς ἀναφανείη τὸ ἀκριβές. ὥστε καὶ πρὸς τὸν μανθάνοντα καὶ τὸν διδάσκοντα χρήσιμος ἡ τῆς χαλεπότητος ἐπίδειξις. τὸ δὲ χαλεπὸν αὐτοῦ δείκνυσι πρῶτον μὲν ἐκ τοῦ δεῖν μὲν τοὺς ὁρισμοὺς τῶν ζητουμένων πραγμάτων ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αὐτοῖς συνάγειν, ὡς ἀρχόμενος τῶν Περὶ ψυχῆς εἶπε, τὰ δὲ καθ’ αὑτὰ ὑπάρχειν δοκοῦντα τῷ τόπῳ μὴ ἐπὶ τὴν αὐτὴν φύσιν καταντᾶν.1 καθὸ μὲν γὰρ τὸ περιεκτικὸν ὑπάρχει αὐτῷ, δόξει τὸ εἶδος εἶναι τὸ ἑκάστου ὁ τόπος. τοῦτο γάρ ἐστι τὸ πρῶτον ὁρίζον καὶ περιέχον, καθὸ δὲ δεκτικὸν εἴδους τινὸς καὶ χώρα αὐτοῦ δοκεῖ, τῇ ὕλῃ μᾶλλον ᾠκείωται. διὸ καὶ ὁ Πλάτων, ὅσα δοκεῖ λέγειν ὡς περὶ χώρας καὶ τόπου, περὶ τῆς ὕλης λέγει. καθὸ δὲ ὁ αὐτὸς τόπος ἄλλοτε ἄλλου σώματός ἐστι δεκτικός, ἄλλος ἄν εἴη παρὰ τὸ ἐν τόπῳ, ὥστε καὶ παρὰ τὴν ὕλην αὐτοῦ καὶ παρὰ τὸ εἶδος. οὕτως ἐπ’ ἄλλο καὶ ἄλλο φέροντα τὰ καθ’ αὑτὸ τῷ τόπῳ ὑπάρχοντα δύσκολον αὐτοῦ ποιεῖ τὴν κατάληψιν. δεύτερον δὲ ἄλλο τῆς περὶ αὐτοῦ χαλεπότητος αἴτιον παραδίδωσι τὸ μηδένα περὶ αὐτοῦ προαπορῆσαι ἢ προευπορῆσαι. τοῦτο γὰρ καὶ σημεῖον καὶ αἴτιον γίνεται τῆς δυσκόλου κατανοήσεως· σημεῖον μὲν ὅτι διὰ τὴν χαλεπότητα τοῦ προβλήματος ἀπέστησαν τῆς περὶ αὐτοῦ ζητήσεως, αἴτιον δὲ ὅτι χαλεπὸς ἔτι μᾶλλον ἡμῖν ὁ λόγος γίνεται μηδένα κοινωνὸν ἔχουσι τῆς ζητήσεως μηδὲ ἀρχὴν ὅλως τινὰ προκαταβεβλημένην αὐτῆς εὑρηκόσι· κἂν γὰρ ἔδοξεν Ἡσίοδος λέγειν2 ἤτοι μὲν πρώτιστα χάος γένετο, μυθική ἐστι ἀλλ’ οὐκ ἀποδεικτικὴ ἡ τοῦ Ἡσιόδου παράδοσις. καὶ τοσοῦτον, εἴπερ ἄρα, ἐνεδείξατο καλῶς, ὅτι δεῖ τι προυπάρχειν ἐν ᾧ τὰ γινόμενα ἔσται. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ ὅσα περὶ τόπου δοκεῖ λέγειν, περὶ τῆς ὕλης εἴρηκεν. ὁ δὲ Εὔδημος τῆς δυσκολίας τοῦ περὶ τόπου προβλήματος καὶ τοῦτο αἴτιον εἶναί φησι τὸ μὴ ῥᾴδιον εἶναι ἐπιλαβέσθαι τοῦ τόπου, διότι ὑποφεύγει πάντως ἐξαιρουμένου τοῦ ἐν τόπῳ σώματος, καὶ καθ’ αὑτὸ μὲν οὐκ ἔστιν αὐτὸν νοῆσαι, εἴπερ δὲ ἄρα, μεθ’ ἑτέρου, ὥσπερ τοὺς τῶν ἀφώνων καλουμένους φθόγγους· μετὰ γὰρ τοῦ ᾱ ὁ τοῦ β̄ καὶ ὁ τοῦ γ̄ δῆλος.3 οὐ μέντοι διὰ τὴν δυσχέρειαν ἀποστατέον τοῦ προβλήματος οὕτως ὄντος οἰκείου καὶ ἀναγκαίου τῷ φυσικῷ. κἂν γὰρ μηδὲν ἄλλο ἐπὶ τῶν δυσλήπτων, ἀλλὰ τό γε ἀπορῆσαι περὶ αὐτοῦ καλῶς ἱκανὸν τῷ φιλομαθεῖ, ὡς ἐν ἄλλοις αὐτὸς ὁ Ἀριστοτέλης διδάσκει.

“然而处所究竟是什么有着许多疑难”直至“也没有人预先就它获得通达”。 在表明了关于处所的讨论对于自然哲学家是必然的之后,他紧接着像在其他议题上一样表明,这一问题是困难的,因此需要专注的领会与宽容的谅解,如果对于最先按方法探求它的人而言确切的真相并未立刻显现的话。因此,对困难性的指明对于学习者和施教者都是有用的。他首先表明处所的困难性在于:探求之物的定义固然必须从本然地属于它们自身的属性中得出(正如他在《论灵魂》开篇所说的那样),但那些看来本然地属于处所的属性却没有归结到同一本性上。因为就包容属于处所而言,处所似乎将是每一事物的形式(因为这乃是最首要地进行限定和包容者);而就它似乎是某种形式的接受者和空间而言,它又更切近于质料(因此柏拉图凡是看似关于空间和处所的论说,实际上都是就质料而说的);然而就同一处所可以在不同时刻接受不同的物体而言,处所又会是有别于处所中之物的,从而既有别于它的质料也有别于它的形式。因此,本然地属于处所的属性既然引向彼此不同的事物,就使得对它的把握变得困难。其次,他给出的关于处所困难性的另一个原因在于,在此之前没有任何人就它预先提出疑难或预先获得通达。因为这既成了难以理解的表征,也成了其原因:说是表征,是因为由于问题的困难,他们退避了对它的探求;说成原因,则是因为对于在探求中没有任何同伴、也完全没有找到任何预先奠定的探求开端的我们来说,论证变得更加艰难。因为哪怕赫西俄德看似说过“确实最先产生了混沌”,赫西俄德的传承也是神话性的而非证明性的;如果说他确实指明了什么,他也仅仅是很好地指出了必定有某种东西预先存在、使生成之物在其中存在而已。而柏拉图在《蒂迈欧篇》中看似关于处所谈及的一切,也是就质料而说的。此外,欧德谟说关于处所的问题之困难的另一个原因在于,要抓住处所并不容易,因为每当处所之中的物体被抽离时它就完全逃逸隐去,并且要凭其自身来构想它是不可行的,若能构想,也只能连同他物一起,正如所谓辅音的发音一样;因为辅音Β和Γ的发音唯有与Α在一起时才是明显的。然而,决不能因为困难而退避这一对于自然哲学家如此固有且必然的问题。因为即便在难解之事上别无所获,但正如亚里士多德自己在其他著作中所教导的那样,对于好学之人而言,仅仅是能够就它透彻地探讨疑难本身就已经是十分充分的了。

语法注3 条
  1. 4.3ἐκ τοῦ δεῖν μὲν ... συνάγειν ... τὰ δὲ καθ’ αὑτὰ ὑπάρχειν δοκοῦντα τῷ τόπῳ μὴ ἐπὶ τὴν αὐτὴν φύσιν καταντᾶν

    由介词 ἐκ 统领的带冠词不定式结构(ἐκ τοῦ δεῖν ... καταντᾶν)构成了说明“困难性”(τὸ χαλεπόν)的第一条依据。其内部通过 μέν 与 δέ 构成对比性双重从属结构:前者(δεῖν μὲν ... συνάγειν)表述了下定义的一般要求(必须从本然属性中得出),后者(τὰ δὲ ... μὴ ... καταντᾶν)则指出了处所所特有的障碍(其表面上的本然属性无法归结到同一种本性上)。

  2. 4.3κἂν γὰρ ἔδοξεν Ἡσίοδος λέγειν

    连词 κἄν 后接直说法过去时 ἔδοξεν 构成让步条件从句(“因为即使赫西俄德看似说过……”)。它与主句 μυθική ἐστι ... παράδοσις 形成对比,意在表明即便有人将赫西俄德视作先驱,其传述亦属神话性质而非论证性探讨,不能视为严格的方法论开端。

  3. 4.3ὥσπερ τοὺς τῶν ἀφώνων καλουμένους φθόγγους· μετὰ γὰρ τοῦ ᾱ ὁ τοῦ β̄ καὶ ὁ τοῦ γ̄ δῆλος

    在欧德谟的比喻中,ἄφωνα 是语法学术语,指“无声辅音”(尤其是塞音),这类辅音(如 Β 和 Γ)唯有与元音(如 Α)结合时才能被发音与识别。原句中的字母 α, β, γ 代表音素字母本身而非一般词汇,翻译中一律保留为大写希腊字母(Α, Β, Γ),以清晰呈现这一语音学类比的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:522.27-523.30