- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:521.3-522.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于处所对于自然哲学家而言之必然性的两个论证(通俗见解论证与证明性论证),借助柏拉图《蒂迈欧篇》化解了唯物论假言三段论换位推论的逻辑疑难,并阐明了位移何以是一切自然物体最普遍且最本原的运动。
" Τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν εἶναί που ἕως τοῦ ἣν καλοῦμεν φοράν." Διορίσας ἐν ἀρχῇ τὰ περὶ τόπου προβλήματα κατὰ τὴν πρὸς τὰ περὶ ἀπείρου ὁμοιότητα, καὶ ἐφεξῆς ὅτι ἀναγκαῖος ὁ περὶ τοῦ τόπου λόγος τῷ φυσικῷ διὰ δυεῖν δείκνυσιν ἐπιχειρημάτων, ὧν τὸ μὲν ἔνδοξον εἶναι δοκεῖ ἀπὸ τῆς κοινῆς ὑπολήψεως εἰλημμένον, τὸ δὲ ἀποδεικτικὸν ἀπ’ αὐτῶν τῶν πραγμάτων ὁρμώμενον. καὶ τὸ μὲν ἀπὸ τῆς κοινῆς ὑπολήψεως τὸν ὑπὸ τῶν παλαιῶν προτεινόμενον ὑποθετικὸν συλλογισμὸν παρατίθεται ἔχοντα οὕτως· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ ὂν ποῦ· εἰ δὲ τὸ ποῦ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, δῆλον ὅτι ἔστιν ὁ τόπος. “αὕτη δὲ ἡ ἐρώτησις, ὡς ὁ Ἀλέξανδρός φησιν, οὐ πάντων ἁπλῶς ἐστιν, ἀλλὰ τῶν μόνα τὰ σώματα ἡγουμένων εἶναι καὶ μόνα τὰ ἔνυλα, ἀναιρούντων δὲ τὴν ἀσώματον φύσιν.” καὶ κατά γε τὸ φαινόμενον ἀμεθόδως τὴν ἀντιστροφὴν ἐποιήσατο· τῷ γάρ ‘εἰ τὸ μὴ ὂν μηδαμοῦ’ ἕπεται κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν1 τὸ ποῦ ὄν, ἀλλ’ οὐχὶ τὸ ὂν ποῦ, ὅπερ ζητεῖται τοῖς τὸν τόπον εἰσάγουσιν. ἢ οὖν ὑπερβιβαστέον τὴν λέξιν λέγοντας τὸ οὐδαμοῦ ὂν μὴ εἶναι καὶ οὕτω λοιπὸν λέγοντας τὸ ὂν ποῦ εἶναι, ἢ ὅπερ πιθανώτερον κατὰ τὴν τῶν ἐρωτησάντων δόξαν μόνα τὰ σώματα οἰομένων εἶναι ῥητέον ἐξισάζειν τῷ ἡγουμένῳ τὸ ἑπόμενον.2 εἰ γὰρ μὴ ἔστιν ἄλλο τι εἰ μὴ τὰ σώματα, δῆλον ὅτι τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστιν ὅλως καὶ τὸ μὴ ὂν οὐδαμοῦ ἐστιν, ἐπειδὴ τὰ σώματα ποῦ ἐστιν. ἐπὶ δὲ τῶν ἐξισαζόντων ἀδιάφορος ἡ ἀντιστροφή, εἴτε ἀπὸ τοῦ ἡγουμένου γίνοιτο εἴτε ἀπὸ τοῦ ἑπομένου· ἔοικε δὲ τὴν ἐν Τιμαίῳ τοῦ Πλάτωνος ῥῆσιν παρῳδεῖν ὁ Ἀριστοτέλης, ἐν οἷς φησιν ἐκεῖνος “πρὸς ὃν δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι.” ὁρᾷς γὰρ ὅτι αὐτὸς ἄντικρυς ὁ λόγος ἐστὶ καὶ ἀκολούθως οὗτος ἀντιστρέψας. διότι γὰρ τὸ μηδαμοῦ ὂν οὐδὲ ἔστι, διὰ τοῦτο τὸ ὂν ἅπαν ποῦ ἐστι. καὶ ὁ Πλάτων δὲ οὐχ ὡς ἀποδεχόμενος τὸν λόγον ταῦτα εἶπεν, ἀλλ’ ὅτι ἀπὸ τῆς εἰς τὰ ἔνυλα ὀνειρατικῆς ἐμβλέψεως, οἷς ὑπάρχει τοῦτο, περὶ πάντων αὐτὸ τῶν ὄντων λέγομεν. Ὅτι δὲ τὸ μὴ ὂν οὐδαμοῦ, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ τοῦ ποῦ γάρ ἐστι τραγέλαφος ἢ σφίγξ; οὐδαμοῦ γάρ, ἐπειδὴ μὴ ἔστιν ὅλως. καὶ οὐκ ἔστιν ὅλως, ἐπειδὴ οὐδαμοῦ ἐστι. δῆλον δὲ ὅτι ὑγιὴς μέν ἐστιν ἡ ἀκολουθία οὕτω ληφθεῖσα, οὐκέτι δὲ καὶ ἀληθής. οὔτε γὰρ τὸ ὂν πᾶν ἐν τόπῳ (οὐδὲν γὰρ τῶν ἀσωμάτων ἐστὶν ἐν τόπῳ τῶν κυρίως μάλιστα καὶ χωριστῶν) οὔτε τὸ μηδαμοῦ ὄν, τουτέστιν μὴ ἐν τόπῳ ὄν, οὐκ ὄν ἐστι. πολλὰ γάρ ἐστιν, ὡς εἴρηται, μὴ ἐν τόπῳ ὄντα. τὸ δὲ ζητούμενον ὁ λόγος ἐνεδείξατο, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος τῷ φυσικῷ, εἴπερ οἱ παλαιότεροι πάντα τὰ ὄντα ἐν τόπῳ οἴονται· εἰ δὲ παλαιοῖς ἀνδράσι μὴ μάτην δεῖ ἐπισκήπτειν, εἰκός ἐστι τὸ ποῦ οὐ τὴν ἐν τόπῳ τούτῳ τῷ νῦν ζητουμένῳ σχέσιν δηλοῦν, ἀλλὰ τὸν τῆς τάξεως ἀφορισμόν, καθὸ σημαινόμενον καὶ ὑπερουράνιον τόπον οἶδεν ὁ Πλάτων, καὶ τὸν νοῦν ἐν τῷ νοητῷ λέγομεν· οὕτως οὖν δείξας ἀπὸ τῶν παλαιῶν φυσιολόγων, ὅτι ἀναγκαῖος ὁ περὶ τόπου λόγος, ἐν τῷ δευτέρῳ ἐπιχειρήματι ἀπ’ αὐτῶν τῶν πραγμάτων τὸ αὐτὸ δείκνυσιν οὕτως· εἰ ἡ κοινὴ πάντων τῶν φυσικῶν σωμάτων κίνησις κατὰ τόπον ἐστί, δῆλον ὅτι ἔστιν ὁ τόπος ἐν τοῖς φυσικοῖς· καὶ ἀναγκαῖός ἐστι τῷ φυσικῷ ὁ περὶ τοῦ τόπου λόγος. ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα ἑπόμενον. καὶ κοινὴν μὲν ταύτην ἐκάλεσε τὴν κίνησιν ἢ ὡς κοινῶς ὑπὸ πάντων ὁμολογουμένην (πάντες γὰρ τῆς κατὰ τόπον κινήσεως μᾶλλον ἢ τῶν ἄλλων αἰσθανόμεθα. τοιγαροῦν καὶ φθορὰν ἀνεῖλόν τινες, ὡς οἱ περὶ Ἀναξαγόραν, καὶ ἀλλοίωσιν, ὡς οἱ “νόμῳ χροιή” λέγοντες, τὴν δὲ κατὰ τόπον κίνησιν οὐδεὶς σπουδῇ λέγων· ἐάσθω γὰρ ἡ Ζήνωνος ἀπορία), ἢ κοινὴν αὐτὴν εἶπεν ὡς ταύτην μόνην πᾶσι τοῖς φυσικοῖς σώμασιν ὑπάρχουσαν· τὰ γὰρ οὐράνια πασῶν τῶν ἄλλων κινήσεων ὑπερέχοντα ταύτην ὅμως κινεῖται. διὸ καὶ κυριωτάτην αὐτὴν καλεῖ· κυριωτάτη γὰρ ἡ τῶν πρωτίστων καὶ ἀρχηγικωτάτων. καὶ μέντοι ἀποδείξει προϊών, ὅτι πρώτη τῶν κινήσεών ἐστιν ἡ φορὰ καὶ χρόνῳ καὶ φύσει καὶ αἰτίᾳ, κυριωτάτη δὲ εὐλόγως ἡ τοιαύτη. ἔν τισι δὲ τῶν ἀντιγράφων μετὰ τοῦ κοινὴ καὶ πρώτη γέγραπται, ἔν τισι δὲ ἀντὶ τοῦ κοινὴ πρώτη, καὶ οὕτως γράφει καὶ ὁ Εὔδημος.
“因为所有人都认为存在之物都在某处”直至“我们称之为位移的”。 他在开篇按照与关于无限的探求相类似的方式区分了关于处所的诸问题之后,紧接着通过两个论证表明关于处所的讨论对于自然哲学家是必然的;其中一个似乎是基于普遍见解的盖然性论证,另一个则是从事实本身出发的证明性论证。基于普遍见解的论证引用了古人提出的假言三段论,其形式如下:“如果非存在不在任何地方,那么存在就在某处;如果‘某处’表明了在处所中的关系,显然处所是存在的。”正如亚历山大所说,“这一发问并非毫无保留地属于所有人,而是属于那些认为唯有物体存在、唯有具质料者存在,并取消了无形体本性的人。”至少表面看来,他的换位是不合推论规则的;因为从“如果非存在不在任何地方”,按照假言推理的第二式,随之得出的应当是“在某处者存在”,而不是主张处所存在的人所要求的“存在在某处”。因此,要么必须倒换字句,说“不在任何地方的不存在”,进而说“存在在某处”;要么——这更具说服力——按照发问者认为唯有物体存在的意见,必须说后件与前件是等值的。因为如果除了物体之外别无他物,显然不在任何地方的全然不存在,而非存在也不在任何地方,因为物体是在某处的。在等值的事项上,换位无论是从前件开始还是从后件开始,都并无差别。亚里士多德似乎拟讽了柏拉图在《蒂迈欧篇》中的话,柏拉图在其中说:“我们正是在注视着它时做着梦,并说一切存在之物必然在某个处所的某处并占据着某个空间,而既不在地上也不在天上任何地方的则全无所有。”因为你看到,这一论述完全就是那一论述,并且他是合乎逻辑地进行了换位。因为不在任何地方的既然全然不存在,由此一切存在之物都在某处。柏拉图说这些话也并非接受这一论述,而是因为出于对具有这一属性的具质料之物的梦幻般注视,我们才就所有存在之物说出了这话。而亚里士多德表明非存在不在任何地方,是通过如下发问:鹿马或斯芬克斯究竟在何处?因为它们不在任何地方,因为它们全然不存在;它们之所以全然不存在,是因为它们不在任何地方。然而显而易见,这样取得的后承关系虽然在形式上是健全的,却已不再真实。因为并非一切存在之物都在处所之中(无形体之物中没有任何东西在处所之中,尤其是那些严格意义上〔如此〕且分离的东西),不在任何地方之物——即不在处所之中之物——也并非就是非存在。因为正如所说的那样,不在处所之中的事物有许多。然而这一论证指出了所探求之事,即如果古代思想家认为一切存在之物都在处所中,那么关于处所的论述对于自然哲学家就是必然的。但如果不必无端责难古代的哲人,那么“某处”很可能指的并不是现在所探求的这种在处所中的关系,而是秩序的界定,按照这一含义,柏拉图也知道超天界的处所,而我们也说理智在可知世界之中。这样,在依据古代自然哲学家表明了关于处所的论述是必然的之后,他在第二个论证中从事实本身出发如下表明了同一件事:如果一切自然物体的普遍运动是依处所的运动,显然处所在自然事物中是存在的,而关于处所的论述对于自然哲学家是必然的。前件确实为真,因此后件也为真。他把这种运动称为“普遍的”,要么是因为它被所有人普遍承认(因为比起其他运动,我们都更能感知到依处所的运动;因此有些人取消了消灭,如阿那克萨哥拉派,另一些人取消了性质变化,如那些主张“颜色出于约定”的人,但没有严肃立论的人会取消依处所的运动——芝诺的难题暂且不提);要么是因为唯有这种运动属于一切自然物体而称其为“普遍的”,因为天体虽超越了所有其他运动,却仍作这种运动。因此他也称其为“最本原的”,因为最本初、最居主导地位之物的运动才是最本原的。事实上他在行文中将证明,位移在时间、本性以及原因上都是诸运动中的第一者,而这样的运动理所当然是最本原的。在某些抄本中,在“普遍的”之后写有“且第一的”,而在另一些抄本中则用“第一的”代替了“普遍的”,欧德谟也是这样写的。
- 4.2κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν
意为“按照假言三段论的第二式”(否定后件律)。从条件命题“如果P(非存在),则Q(不在任何地方)”出发,合法的逆否推理应得出“如果非Q(在某处),则非P(存在)”。辛普里丘指出,表面上该论证似乎不当换位推导出了“如果非P(存在),则非Q(在某处)”。
- 4.2ἐξισάζειν τῷ ἡγουμένῳ τὸ ἑπόμενον
依附于 ῥητέον 的宾格不定式结构,ἐξισάζειν 是逻辑学术语,意为“后件与前件在外延上等值”。在唯物论立场下,唯有物体才存在,因而“存在”与“在某处(占据处所)”外延相等,从而使前件与后件之间的相互换位具有正当性。
