- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:519.3-521.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在第四卷开篇总结了前三卷关于原理、原因、运动与无限的讨论,论证了将外在伴随自然物体的处所、时间与虚空纳入研究的合理性及其先后顺序,并结合释文(208a27)探讨了探究处所的存在、存在方式与本质的顺序同《后分析篇》探求阶梯的关系。
Περὶ τῶν φυσικῶν ἀρχῶν καὶ αἰτίων τὴν πραγματείαν ἐνστησάμενος καὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων εἶπεν ἐν τῷ πρώτῳ περὶ τῶν ἀρχῶν τῶν ὡς στοιχείων τῆς ὕλης τοῦ εἴδους καὶ τῆς τούτοις συνυπαρχούσης στερήσεως, καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ ποιητικοῦ καὶ τελικοῦ αἰτίου, καὶ τίνα δοκεῖ μέν τισι καὶ αὐτὰ εἶναι αἴτια ποιητικά, ἔστι δὲ οὐ καθ’ αὑτὰ ποιητικά, ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλὰ κατὰ συμβεβηκός. δείξας δὲ ποιητικὸν αἴτιον τὴν φύσιν καὶ ὁρισάμενος αὐτὴν ἀρχὴν κινήσεως τοῖς σώμασιν, ἐπειδὴ τοῖς φυσικοῖς ὑπάρχει καθὸ φυσικὰ πᾶσιν ἡ κίνησις καὶ αὐτὴ συστατικὴ οὖσα τῶν φυσικῶν σωμάτων καὶ ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσα, εἰκότως εὐθὺς ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου διελέχθη περὶ κινήσεως. ἐπειδὴ δὲ πᾶν σῶμα φυσικὸν καὶ πᾶσαν κίνησιν ἀνάγκη ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι καὶ τὸ σῶμα καὶ ἡ κίνησις συνεχῆ ὄντα ἐπ’ ἄπειρόν ἐστιν διαιρετά, καὶ μέντοι ἐπειδή τινες τῶν φυσικῶν ἀρχὴν τὸ ἄπειρον ἔλεγον, εἰκότως καὶ περὶ ἀπείρου διελέχθη. καὶ συμπληρώσας τὸν περὶ τῶν στοιχείων καὶ τῶν ἄλλων αἰτίων λόγον καὶ ἔτι τὸν περὶ τὰς ἀρχὰς ὑποδυομένων,1 ἐφεξῆς λοιπὸν περὶ τῶν ἔξωθεν ὑπαρχόντων τοῖς φυσικοῖς σώμασιν ᾗ τοιαῦτα ζητεῖ τε καὶ παραδίδωσιν, οἷός ἐστιν ὅ τε τόπος καὶ ὁ χρόνος· πᾶν γὰρ φυσικὸν σῶμα ἐν τόπῳ ἐστὶ καὶ κατὰ τόπον κινεῖται καὶ ἠρεμεῖ ἐν τόπῳ, τὰ δέ γε ἁπλᾶ σώματα καὶ εἰδοποιεῖται τῇ ἐπὶ τοὺς οἰκείους τόπους φορᾷ. ἐπεὶ δὲ πᾶσα κίνησις χρόνῳ μετρεῖται, ἔδει καὶ περὶ χρόνου διδάξαι, εἴπερ ἀριθμὸς πάσης κινήσεως ὁ χρόνος, ὡς μαθησόμεθα· εἰκότως δὲ περὶ προτέρου λέγει τοῦ τόπου· προηγεῖται γὰρ ὁ τόπος οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τῆς κινήσεως καὶ αὐτοῦ τοῦ σώματος· ἔστι γὰρ τὸ μὲν σῶμα ἐν τόπῳ, ἡ δὲ κίνησις ἐν τῷ σώματι, ὁ δὲ χρόνος ἐν τῇ κινήσει. ἀλλ’ ἐπειδὴ ἡ φυσικὴ προηγουμένως οὐσία τὸ σῶμά ἐστι τὸ φυσικόν, τὰ δὲ ἄλλα τούτου τινά ἐστι τὸ μὲν ὑποδοχὴ τὸ δὲ κίνησις τὸ δὲ μέτρον τῆς κινήσεως, εἰκότως τὰ στοιχεῖα τοῦ φυσικοῦ σώματος τήν τε ὕλην καὶ τὸ εἶδος πρῶτα παραδέδωκεν, εἶτα τὸ ποιητικὸν αὐτοῦ καὶ τελικὸν αἴτιον καὶ τὴν κίνησιν τὴν ἐν τῷ ὁρισμῷ τῆς φύσεως παραληφθεῖσαν. καὶ οὕτως ἐν τοῖς ἔξωθεν ὑπάρχουσι τοῦ χρόνου τὸν τόπον προέταξεν. ἀλλ’ ἐπειδὴ περὶ τὰ κινούμενα ὁ φυσικὸς τὴν πραγματείαν ἔχει, ὥσπερ περὶ τὰ ἀκίνητα ὅ τε μαθηματικὸς καὶ ὁ θεολόγος, τῶν δὲ ἀκινήτων ὁ τόπος, ὡς δειχθήσεται, πῶς ἂν εἴη φυσικοῦ τὸ περὶ τόπου σκέμμα; ἢ ὅτι εἰ καὶ ἀκίνητον ἀλλὰ σώματός γε κινουμένου δεκτικὸν2 καὶ σώματος κινουμένου πέρας, καθὸ καὶ κινεῖται, κἂν μὴ καθ’ αὑτὸ κινῆται ὁ τόπος. ἐπειδὴ δέ τινες καὶ τὸ κενὸν ἐν ταῖς ἀρχαῖς τιθέντες ἔλεγον· αὐτὸ τόπον σώματος ἐστερημένον, εἰκότως μετὰ τοὺς περὶ τόπου λόγους καὶ περὶ κενοῦ διαλέγεται. καὶ οὕτως τὰ περὶ χρόνου προβλήματα διαρθρώσας περατοῖ τὸ προκείμενον βιβλίον καὶ τὸν περὶ τῶν πᾶσι κοινῶς τοῖς φυσικοῖς προσηκόντων λόγον, ὅς ἐστιν ὁ περὶ τῶν φυσικῶν ἀρχῶν.
在着手对自然原理与原因的研究,以及对普遍伴随一切自然事物之物的研究之后,他[亚里士多德]在第一卷中论述了作为要素的原理,即质料、形式以及与这些同在的缺失;在第二卷中论述了动力因与目的因,以及哪些东西在某些人看来自身也是动力因,但并非本然的动力因,如运气和自发,而仅仅是偶性的原因。在证明了自然是动力因,并将其定义为物体运动的原理之后,由于运动就自然事物作为自然事物而言属于一切自然事物,且运动本身构成了自然物体,并被纳入自然的定义之中,因此他在第三卷开篇便顺理成章地讨论了运动。又由于一切自然物体与一切运动必然要么是无限的要么是有限的,且物体与运动由于是连续的故而是可无限分割的,加之某些自然哲学家曾把无限称为原理,因而他也顺理成章地讨论了无限。在完成了关于要素和其他原因的论述,以及关于混入原理地位之物的论述之后,接下来他研究并传授那些就自然物体作为此类物体而言外在地属于它们的事物,例如处所和时间;因为一切自然物体都在处所之中,依处所而运动,并在处所中静止,而单纯物体甚至因向固有处所的位移而获得其形式。由于一切运动都由时间来度量,如果正如我们将要学到的那样,时间是一切运动的数,那么他也有必要传授关于时间的知识;而他先讨论处所也是理所当然的。因为处所不仅先于时间,甚至先于运动和物体本身;因为物体在处所之中,运动在物体之中,而时间在运动之中。然而,由于首要意义上的自然实体是自然物体,而其余事物是属于这一物体的某些方面——一种是其容纳者,一种是其运动,一种是其运动的度量——因此他理所当然地首先传授了自然物体的要素,即质料与形式,继而传授其动力因与目的因,以及被纳入自然定义中的运动。就这样,在外在属于的事物中,他将处所置于时间之前。但是,既然自然哲学家研究运动之物,正如数学家与神学家研究不动之物一样,而处所如将被表明的那样属于不动之物,那么关于处所的考察又怎能属于自然哲学家呢?难道不是因为,即使处所是不动的,它却是容纳运动物体的,并且是运动物体正当其运动时的界限,即使处所本身并不本然地运动?由于有些人也将虚空列入原理之中,称其为缺乏物体的处所,因此他在关于处所的讨论之后顺理成章地也讨论了虚空。就这样,在阐明了关于时间的问题之后,他便结束了眼前这卷书,并结束了关于普遍适合于一切自然事物之物的论述,即关于自然原理的论述。
"Ὁμοίως δὲ ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἐστι, καὶ τί ἐστι." Τὰ περὶ τόπου προβλήματα διορίζεται κατὰ τὴν ὁμοιότητα τῶν περὶ ἀπείρου ζητήσεων. εἰκότως· ὡς γὰρ καὶ εἶναι καὶ μὴ εἶναι τὸ ἄπειρον ὑποτιθεμένοις ἡμῖν ἄτοπα ἀκολουθεῖν ἐδόκει, οὕτως καὶ εἰ ἔστιν ὁ τόπος ζητοῦσι διὰ τὸ τοῦ προβλήματος ἄτριπτον ἐφ’ ἑκάτερα ἐπιχειρεῖν ἀνάγκη. καὶ ἔστιν ἀρχὴ καὶ τῶν περὶ τόπου προβλημάτων τὸ εἰ ἔστι ζητεῖν ἢ μὴ ἔστιν, ὥσπερ καὶ ἐπὶ τοῦ ἀπείρου. μετὰ δὲ τὸ εἰ ἔστιν ἐν τοῖς Ἀποδεικτικοῖς ἐμάθομεν τὸ τί ἐστι ζητεῖν. ὅπερ τὴν φύσιν καὶ οὐσίαν καὶ τὸν ὁριστικὸν τοῦ προτιθεμένου λόγον ἀνευρίσκει. μετὰ δὲ τοῦτο τὸ ὁποῖόν τί ἐστιν ἕπεται πρόβλημα τὸ τὰ ὑπάρχοντα τῷ πράγματι δηλοῦν, ᾧ συγγενές ἐστι τὸ πῶς ἐστι. καὶ γὰρ ὡς ἐπὶ τοῦ ἀπείρου ἐλέγομεν, ὅτι δυνάμει καὶ κατὰ μέρος καὶ ἐν τῷ γίνεσθαι, οὕτως ἐπὶ τοῦ τόπου τὸ πῶς ἐστι ζητοῦμεν, ἆρα καθ’ αὑτό τι, ὡς οἱ διάστημα ἢ κενὸν λέγοντες τὸν τόπον, ἢ ἐν σχέσει, καὶ πότερον πρὸς τὸ εἶναι συντελεῖ τι τοῖς σώμασιν ἢ οὐδέν. ταῦτα γὰρ περὶ τὰ ὑπάρχοντα καὶ περὶ τὸν τρόπον στρέφεται τῆς ὑποστάσεως. ἀλλὰ διὰ τί τὸ πῶς ἐστι προέταξεν; ἢ ὅτι πολλάκις ἐκ τῶν ὑπαρχόντων τὴν οὐσίαν τοῦ πράγματος εὑρίσκομεν,3 ὥσπερ καὶ ἐπὶ τοῦ τόπου νῦν φανήσεται.
“同样,自然哲学家对于处所也必须像对于无限一样去认识:它是否存在,以何种方式存在,以及它是什么。” 关于处所的诸问题是按照与关于无限的探求相类似的方式来区分的。这是理所当然的;因为正如无论我们设定无限存在还是不存在,似乎都会随之产生荒谬的结论一样,对于探求处所是否存在的人而言,由于这一问题尚未被充分开辟,也必然要从正反两方面来进行论证。而且关于处所的问题的开端,也正是像在无限的情形中一样,去探求它是否存在。在“是否存在”之后,我们在《后分析篇》中学到应当探求“它是什么”,这探求揭示了所提出课题的本性、实体以及定义性说明。在这之后,紧接着是“它是怎样的”这一问题,它表明属于该事物的诸属性,而“以何种方式存在”与此是同类的。因为正如在无限的情形中我们曾说,它是潜在地、部分部分地且在生成中[存在]的,同样关于处所,我们探求它“以何种方式存在”:是某种本然之物,如那些把处所说成间隔或虚空的人所主张的,还是处于某种关系之中,以及它对于物体的存在是否有某种贡献还是毫无贡献。因为这些都围绕着诸属性以及存立的方式展开。然而,他为何把“以何种方式存在”置于前面呢?难道不是因为,正如现在在处所的情形中所显明的那样,我们常常正是从属性中发现事物的实体的吗?
- 4.0τὸν περὶ τὰς ἀρχὰς ὑποδυομένων
此处省略了名词 λόγον,应理解为 τὸν [λόγον] περὶ [τῶν] τὰς ἀρχὰς ὑποδυομένων(关于混入原理地位之物的论述)。分词 ὑποδυομένων 为属格复数,作名词化使用,与前面的 τῶν στοιχείων καὶ τῶν ἄλλων αἰτίων 并列,指运气、自发及无限等混入或假借原理之名的事物。
- 4.0ἢ ὅτι εἰ καὶ ἀκίνητον ἀλλὰ σώματός γε κινουμένου δεκτικὸν
短语 ἢ ὅτι(“难道不是因为……”)是回应前面修辞性疑问(πῶς ἂν εἴη...)的标准引述语,以自问自答方式给出解疑理由。连词 εἰ καί... ἀλλά 构成让步与转折的呼应结构,表示“即使[处所]是不动的,但至少它是容纳运动物体的”。
- 4.1ἀλλὰ διὰ τί τὸ πῶς ἐστι προέταξεν; ἢ ὅτι πολλάκις ἐκ τῶν ὑπαρχόντων τὴν οὐσίαν τοῦ πράγματος εὑρίσκομεν
亚里士多德释文中的顺序(εἰ ἔστιν, πῶς ἐστι, τί ἐστι)与《后分析篇》第二卷第一章所确立的科学探求标准顺序(是否存在 → 是什么 → 是怎样的)不同,它将方式/属性(πῶς ἐστι)置于本质(τί ἐστι)之前。辛普里丘在此专门设问考察这种语序倒置的原因,并同样用 ἢ ὅτι 给出解答。
