- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:50.5-52.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在185a5将巴门尼德与麦里梭的论证视作既否定自然原理又违反推论规则的悖论性论题予以驳斥之处,辛普里丘梳理了错误论辩的各种形式,并批评了亚历山大将其排除在论题之外而仅视作争辩性论证的解说。
" Ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἕν, ἕως τοῦ καὶ ἀσυλλόγιστοί εἰσιν." Πολλοὶ τρόποι λόγων εἰσὶν οἷς ἀντιλέγειν οὐ χρὴ τὸν φιλοσόφως καὶ νομίμως διαλεγόμενον· οὔτε γὰρ πρὸς τοὺς ἀναιροῦντας τὰς ἀρχὰς τῶν τοῖς προσδιαλεγομένοις ὑποκειμένων πραγμάτων, οὔτε πρὸς τοὺς παράδοξα καὶ ἀπεμφαίνοντα λέγοντας· τοιαῦται γὰρ αἱ θέσεις, ὡς Ἡράκλειτος ἐδόκει, τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἰς ταὐτὸν λέγων συνιέναι1 δίκην τόξου καὶ λύρας· ὃς καὶ ἐδόκει θέσιν λέγειν διὰ τὸ οὕτως ἀδιορίστως φάναι. ἐνεδείκνυτο δὲ τὴν ἐν τῇ γενέσει ἐναρμόνιον μῖξιν τῶν ἐναντίων, ὡς καὶ ὁ Πλάτων ἐν Σοφιστῇ τῆς Ἡρακλείτου δόξης ἀπεμνημόνευσε παραθεὶς αὐτῇ καὶ τὴν Ἐμπεδοκλέους. λέγει δὲ οὕτως· “Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον μοῦσαι ξυνενόησαν, ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ δὴ συμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν μουσῶν” Ἰάδας καὶ συντονωτέρας τὰς Ἡρακλείτου καλῶν μούσας, “αἱ δὲ μαλακώτεραι” φησί, μαλακωτέρας δὲ διοτιδήποτε καὶ Σικελὰς τὰς Ἐμπεδοκλέους καλεῖ, αὗται οὖν φησι, “τὸ μὲν ἀεὶ οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι.” ἀσαφεστέρας δὲ οὔσης τῆς Ἡρακλείτου δόξης σαφέστερον ἐπήνεγκε παράδειγμα παραδοξολογίας καὶ ἅμα οἰκειότερον ὁ Ἀριστοτέλης εἰπών· ἢ ὡς εἴ τις ἕνα ἄνθρωπον τὸ ὂν λέγοι· τοῦτο γὰρ οἰκειότερον τῆς προκειμένης ἐστὶ παραδοξολογίας παράδειγμα. ἔστι δὲ καὶ ἄλλος τρόπος ὁ μὴ μόνον ἀποφαντικῶς παραδοξολογῶν, ἀλλὰ καὶ συλλογίζεσθαι δοκῶν, οὐκ ἐξ ἀληθῶν μέντοι οὐδὲ ἐξ ἐνδόξων προτάσεων, ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, οἷοί τινές εἰσιν οἱ σοφιστικοὶ παραλογισμοί. καὶ ἵνα συνελὼν εἴπω, ἕκαστος τῶν ψευδῆ δόξαν εἰσαγόντων ἢ φυλάττει τὰς ἀρχὰς τῶν ὑποκειμένων τῇ δόξῃ καὶ δεῖ πρὸς αὐτὸν τοὺς φυσικοὺς ἀγωνίζεσθαι, ἢ ἀναιρεῖ καὶ οὐδεὶς πρὸς αὐτὸν λόγος τῷ φυσικῷ. πάλιν δὲ ἢ ἀποφαντικῶς αὐτὴν εἰσάγει ἢ καὶ συλλογισμῷ δοκεῖ χρῆσθαι. καὶ εἰ ἀποφαντικῶς εἰσάγοι, ἢ τῶν εὐπαραδέκτων τι ἐρεῖ καὶ πιθανῶν καὶ δεῖ πρὸς τοῦτον ἀντιλέγειν ὡς οὐκ αὐτόθεν ἔχοντα τὸ ἀπίθανον, κἂν ψευδῶς λέγοι, ἢ τῶν ἀπεμφαινόντων καὶ παραδόξων καὶ οὐδεὶς ἂν εἴη λόγος τῷ πρὸς ἀλήθειαν νεύοντι· οὐδὲ γὰρ τοῦ διαλεκτικοῦ ἂν εἴη διαλέγεσθαι πρὸς τὸν τὸ δίκαιον λέγοντα τὴν στοάν. εἰ δὲ καὶ συλλογίζεσθαι ἐπιχειροίη φιλονείκως ψευδόμενος, εἰ μὲν ἐξ ἐνδόξων προτάσεων ποιοῖτο τὸν συλλογισμόν, ἐλεγκτέον τὴν ἀπάτην κἂν μὴ δι’ ἑαυτόν, ἀλλὰ διὰ τοὺς ἐπιπολαίους ἀκροατάς· εἰ δὲ μηδὲ τὸ ἔνδοξον ἔχοιεν αἱ προτάσεις, ἀλλ’ ἐριστικῶς μόνον προάγοιντο, σχολαζόντων μᾶλλον δὲ ἀσχόλων ἡ ἀντιλογία.2 εἰ τοίνυν ὁ Παρμενίδου καὶ Μελίσσου λόγος καὶ τὰς ἀρχὰς ἀναιρεῖ τὰς φυσικὰς καὶ παράδοξόν τι καὶ ἀπεμφαῖνον τίθεται ἓν λέγων εἶναι τὸ ὄν, καὶ ἐν τῷ συλλογίζεσθαι ὃ βούλεται οὐ μόνον ψευδεῖς λαμβάνει προτάσεις, ἀλλὰ καὶ ἀσυλλογίστως συνάγει, διὰ πάντα ταῦτα οὐκ ἂν ἄξιος ἀντιλογίας εἴη καὶ μάλιστα τῷ φυσικῷ, οὗ τὰς ἀρχὰς ἀναιρεῖ. διττῆς δὲ οὔσης τῆς τοῦ συλλογισμοῦ κακίας, μᾶλλον δὲ παντὸς συνθέτου, τῆς τε παρὰ τὰ ἐξ ὧν σύγκειται καὶ τῆς παρὰ τὴν σύνθεσιν,3 ἀμφοτέρας ἐγκαλεῖ τούτοις τοῖς λόγοις. καὶ γὰρ αἱ προτάσεις ψευδῶς εἰσιν εἰλημμέναι καὶ ὁ τρόπος τῆς συνθέσεως ὁ κατὰ τὸ σχῆμα τὸ συλλογιστικὸν ἡμάρτηται καὶ ἔστι τῶν μὴ ἀναγκαίως τι συναγόντων. ὁ μέντοι Ἀλέξανδρος οὕτως φησὶ ταῦτα λέγειν τὸν Ἀριστοτέλην, “ὡς θέσεως μὲν παραδόξου οὔσης τῆς Ἡρακλειτείου καὶ τοιαύτης ὡς εἴ τις ἄνθρωπον ἕνα τὸ ὂν λέγοι, ἐριστικὸν δὲ λόγον τουτέστι σοφισματώδη τοῦ τε Παρμενίδου καὶ Μελίσσου διὰ τὴν δεῖξιν, τῶν λόγου δὲ ἕνεκα λεγομένων τουτέστι τῶν μὴ μαρτυρουμένων ὑπὸ τῶν πραγμάτων περὶ ὧν λέγονται, ἀλλὰ ψευδῶν τε καὶ κενῶν”. ταῦτα καὶ αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος ἐπισημαίνομαι, ὅτι οὐ τὸν Ἡρακλείτου μόνον λόγον θέσιν οἴεται ὁμοίαν τῇ λεγούσῃ ἄνθρωπον ἕνα τὸ ὄν, ἀλλὰ καὶ τούτους τοὺς λόγους ὡς θέσεις ὄντας ὁμοίας τῇ Ἡρακλειτείῳ ἢ ἔτι οἰκειότερον τῇ λεγούσῃ ἕνα ἄνθρωπον εἶναι τὸ ὂν ἀποσκευάζεται. λέγει γοῦν ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι καὶ τὰ ἑξῆς, ὡς δὴ καὶ ταύτης θέσεως οὔσης. θαυμάζω δὲ ὅτι καὶ λόγου ἕνεκεν μόνου νομίζων τούτους λέγεσθαι τοὺς λόγους ὁ Ἀλέξανδρος ὅμως θέσεις αὐτοὺς οὐκ οἴεται, ἀλλ’ ἐριστικοὺς μόνον λόγους, καίτοι τοῦ Ἀριστοτέλους σαφῶς οὕτως εἰπόντος τὰς θέσεις λόγου ἕνεκεν μόνου λέγεσθαι μὴ μαρτυρουμένου ὑπὸ τῶν πραγμάτων.
“那么,考查是否以这种方式为一乃是一样的,直到‘而且它们是不成推论的’。” 有许多种论证方式,按哲学规范进行对话者本不应当对其反驳;因为既不应当去反驳那些取消对话双方所依据之事物原理的人,也不应当去反驳那些陈述悖论与荒谬之说的人。因为所谓论题正是这类主张,正如赫拉克利特所被认为的那样,他说善与恶依弓与竖琴的方式汇归于同一;他之所以被认为是在陈述论题,乃是因为他说话如此不加限定。但他所指明的乃是生成中诸对立者的和谐混合,正如柏拉图在《智者篇》中忆及赫拉克利特的见解,并将恩培多克勒的见解与之一并列出那样。柏拉图这样写道:“后来某些爱奥尼亚和西西里的缪斯领会到,将两者交织在一起,说存在既多且一,为仇恨与友谊所维系,乃是最为稳妥的。因为更加严厉的缪斯说道:‘在分离之中正相聚合’”,柏拉图把赫拉克利特的缪斯称为爱奥尼亚的且更加严厉的缪斯,“而较为温和的缪斯,”柏拉图说——他由于某种缘故把恩培多克勒的缪斯称为较为温和的且西西里的缪斯——因此这些缪斯,他说,“放宽了始终如此的主张,轮番主张整体有时依阿佛洛狄忒的作用而为一且相亲睦,有时则因某种争吵而为多且自身相敌对。”但由于赫拉克利特的见解较为晦涩,亚里士多德便引入了一个更清晰且同时更为切近的悖论之例,说道:“或者犹如有人说存在是一人”;因为对于当下的悖论而言,这是一个更为切近的例证。 此外还有另一种方式,它不仅以断言的方式陈述悖论,而且看似在进行推论,然而它不是从真实的也不是从公认的前提出发,而是从表象上公认的前提进行推论,诡辩性的谬误推论便是如此。总而言之,每一个引入错误见解的人,要么保留该见解所依据之诸事物的原理,自然哲学家必须与之争辩;要么取消这些原理,自然哲学家便对其无话可说。再者,他要么以断言的方式引入该见解,要么看似使用推论。如果他以断言的方式引入,那么他要么陈述某种容易接受且具说服力的事情,即令他说得不对,人们也必须对他反驳,因为他的说法并非从一开始就不可信;要么陈述某种荒谬和悖理的事情,那么对于向往真理的人而言就根本无须与其多言;因为与主张正义就是柱廊的人对话,这也不是辩证法家的分内之事。另一方面,如果他试图推论,好争地讲着假话,若他是从公认的前提构建推论,那么纵然不为了他本人,也必须为了浮浅的听众而揭露其骗局;但若前提连公认性都不具备,而只是出于好争而被提出,那么对其反驳就是闲散之人、倒不如说是无谓耗费时间之人的所作所为了。 因此,巴门尼德和麦里梭的论证若既取消自然原理,又通过主张存在是一而设定某种悖理和荒谬之说,且在推论其所欲求者时不仅采取错误前提,而且推导时不合推论规则,那么由于这一切,它便不值得加以反驳,特别是对于被它取消了原理的自然哲学家而言更是如此。推论的缺陷——倒不如说是任何复合之物的缺陷——是双重的,一种源自构成它的要素,另一种源自其组合方式,而他对这些论证在这两方面都予以指责。因为其前提是错误选取的,且按照推论格的组合方式也是错误的,属于并不必然得出结论的那一类。 然而,亚历山大称亚里士多德讲这些话的意思如下:“赫拉克利特的观点是一个悖论性的论题,犹如有人说存在是一人;而巴门尼德和麦里梭的论证由于其证明而是好争的即诡辩性的论证,属于仅为言辞而说的论据,即不被其所言及的事物所印证、反而是虚假且空洞的论据。”在亚历山大以原话如此表述之际,我要指出的是:亚里士多德并非仅仅把赫拉克利特的论证视作类似于主张存在是一人的论题,而是同样把巴门尼德和麦里梭的这些论证视作类似于赫拉克利特式的论题、或更为切近地类似于主张存在是一人的论题而予以驳斥。至少他说:“考查是否以这种方式为一,正如针对其他任何论题进行对话一样”等等,这表明此说确实也是一个论题。我感到惊异的是,亚历山大尽管认为这些论证完全是仅为言辞而说,却仍然不认为它们是论题,而仅仅视作好争的论证,尽管亚里士多德已明确指出:未被事物所印证而纯粹为言辞所说的正是论题。
- 1.8ὡς Ἡράκλειτος ἐδόκει, τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἰς ταὐτὸν λέγων συνιέναι
ἐδόκει 采用人称构式(personal construction),其意义上的不定式 λέγειν 可从后接的分词短语(τὸ ἀγαθὸν καὶ τὸ κακὸν ... λέγων)以及紧接着的 ὃς καὶ ἐδόκει θέσιν λέγειν 中补出,整体结构为“正如赫拉克利特似乎[陈述论题]那样,说着善与恶汇归于同一”。
- 1.8σχολαζόντων μᾶλλον δὲ ἀσχόλων ἡ ἀντιλογία
系词 ἐστί 被省略的名词谓语句,属格短语 σχολαζόντων μᾶλλον δὲ ἀσχόλων 作表示特征或属于某人分内事的领属性属格('……的作为/分内之事')。句意为“对其反驳乃是清闲之人、倒不如说是徒然耗费时间之人的所作所为”。
- 1.8τῆς τε παρὰ τὰ ἐξ ὧν σύγκειται καὶ τῆς παρὰ τὴν σύνθεσιν
定冠词 τῆς 回指前面的 τῆς τοῦ συλλογισμοῦ κακίας,分别统领两个由介词 παρὰ(表示原因或来源,“由于/源于”)引导的短语,构成同位对比,清晰分明地并列了两种缺陷:“源自其构成要素的”与“源自其组合方式的”。
