← 辛普里丘

亚里士多德《物理学》注释

§515.7-515.35

生成的永续与有限全宇宙中的相互转化

辛普里丘注解《物理学》208a5的开端,阐述在最初支持无限的五个论证中,以生成的永不断绝为由的论证如何被化解:即便全宇宙是有限的,生成亦可通过相互转化而得以延续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.67

" Λοιπὸν δὲ ἐπελθεῖν, καθ’ οὓς λόγους τὸ ἄπειρον εἶναι δοκεῖ ἕως τοῦ πεπερασμένου ὄντος τοῦ παντός." Δείξας ἐν δυνάμει τὸ ἄπειρον καὶ οὐκ ἐνεργείᾳ, καὶ τὰ οἰκεῖα πάντα τούτῳ τῷ λόγῳ διαρθρώσας προβλήματα, βούλεται λοιπὸν λῦσαι τοὺς λόγους τοὺς προεκτεθέντας, ὅσοι τὸ ἐνεργείᾳ ἄπειρον κατεσκεύαζον· πέντε γὰρ ὄντων1 ἐξ ἀρχῆς, εἴ τι μεμνήμεθα, τῶν τὸ ἄπειρον τιθέντων λόγων (ἀπό τε τοῦ χρόνου καὶ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως καὶ προσθέσεως καὶ τοῦ οὕτως ἂν μόνως μὴ ἐπιλείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γινόμενον, καὶ διὰ τὸ τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, καὶ μάλιστα καὶ κυριώτατον διὰ τὸ ἐν τῇ νοήσει μὴ ἐπιλείπειν), πέντε δ’ οὖν τούτων ὄντων τοὺς μὲν δύο τοὺς πρώτους καὶ αὐτὸς ἔδειξεν ἀναγκαίως τιθέντας τὸ ἄπειρον (τὸ γὰρ δυνάμει καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τὸ ἄπειρον καὶ τὸ ἐπ’ ἄπειρον, οὗτοι τιθέασι), τοὺς δὲ λοιποὺς διελέγχειν πειράσεται τοὺς ὡς ἀφωρισμένον καὶ ἐνεργείᾳ τιθέντας. οὕτως γὰρ ἂν εἴη τέλειος ὁ λόγος, εἰ μὴ μόνον ἀποδείξαιμεν τὸ προκείμενον, ἀλλὰ καὶ τοὺς τἀναντία λέγοντας διελέγξαιμεν. λέγει οὖν ὅτι τούτων τῶν λόγων ὁ μὲν ἐλεγχθήσεται, ὡς μάτην ἀναγκαῖον εἶναι λέγων τὸ ἄπειρον τῷ τῆς γενέσεως ἀνεκλείπτῳ, οἱ δὲ ὑπ’ ἄλλων λόγων ἀληθεστέρων ἐνισταμένων αὐτοῖς ὑπαντηθήσονται· ἀναγκαῖον μὲν γάρ ἐστι τὸ μὴ δυνάμενον ἄλλως ἔχειν. ἡ δὲ γένεσις τὸ ἀνέκλειπτον ἔχειν δύναται καὶ τοῦ ἀπείρου κατ’ ἐνέργειαν μὴ ὄντος. ἐνδέχεται γὰρ τὴν ἄλλου φθορὰν ἄλλου γένεσιν εἶναι τοῦ παντὸς ὄντος πεπερασμένου κατὰ μέγεθος, καὶ εἰ τοῦτο, ἀνέκλειπτος ἂν εἴη ἡ γένεσις. τίς γὰρ ἂν εἴη παῦλα τῷ τοιούτῳ μηχανήματι; καὶ οὐ δεησόμεθα τοῦ κατ’ ἐνέργειαν ἀπείρου. ὥστε οὐκ ἀναγκαῖος ὁ λόγος ὡς ἐξ ἀνάγκης ἑπόμενον λαμβάνων τὸ μὴ πάντως ἑπόμενον. οὐδὲ γὰρ εἰ ἔστιν ἀνέκλειπτος ἡ γένεσις, ἄπειρον εἶναι χρὴ μέγεθος ἐνεργείᾳ. οὐδὲ ὑγιὲς τὸ τοιοῦτον συνημμένον οὐδὲ ἀναγκαῖόν ἐστιν. ὥστε οὐδὲ ἡ πρόσληψις καὶ ἡ ἐπαγομένη αὐτῇ ἐπιφορὰ2 ἡ λέγουσα ‘ἀλλὰ μὴν ἀνέκλειπτος ἡ γένεσις, ἔστιν ἄρα τὸ ἐνεργείᾳ ἄπειρον’ ἀναγκαίως ἐπάγεται λοιπόν.

“余下的则是考察那些据以认为无限存在的论证”至“即使全宇宙是有限的”。 在表明了无限存在于潜能中而非在现实中,并且条理分明地阐明了属于该论题的所有难题之后,他接下来希望化解先前所陈述的、凡是确立现实中无限的那些论证。因为从一开始设定无限的论证共有五个,如果我们多少还记得的话(来自时间的论证、来自量度中的分割与相加的论证、来自唯有当生成之物所从中扣除的源头是无限之时生灭才不会断绝的论证、来自有限之物总是相对于某物而限定的论证,以及最重要且最决定性的、来自思想中永不断绝的论证)——既然这五个论证在此,他本人已表明前两个论证必然地设定了无限(因为这两个论证所设定的是在潜能中且在生成之中具有存在的东西,即无限以及趋于无限者),但他将试图反驳其余那些将无限设定为确定的且在现实中的论证。因为只有在不仅证明了眼前的主题,而且反驳了主张相反论点的人时,论述才会是完满的。因此他说,在这些论证中,有一个将被反驳,因其徒然声称无限对于生成的不断绝是必然的;而其余的论证则将由起而反对它们的更真实的论证予以迎头驳斥。因为必然之物乃是不能处于其他状态之物。但是,即使现实中的无限并不存在,生成也能够具有不断绝性。因为完全可能的是,即使全宇宙在量度上是有限的,一物的毁灭即是另一物的生成;如果这样,生成就将是不断绝的。因为对于这样的机制能有什么终止呢?并且我们将不需要现实中的无限。所以这一论证并不是必然的,它把绝非必然跟随而来的结论当作了必然跟随而来的东西。因为即使生成是不断绝的,量度在现实中也无须是无限的。这样的假言命题既非健全亦非必然。因此,小前提以及由其引出的结论——即声称“然而生成确实不断绝,所以现实中的无限存在”——也就不再是必然地被引出的了。

语法注2 条
  1. 3.67πέντε γὰρ ὄντων ἐξ ἀρχῆς ... πέντε δ’ οὖν τούτων ὄντων

    独立属格 πέντε γὰρ ὄντων... 引出了括号内对五个论证的冗长列举(ἀπό τε τοῦ χρόνου...)。随后通过复述(epanalepsis)结构 πέντε δ’ οὖν τούτων ὄντων,借助概括/复归小辞 δ’ οὖν 重启句式,将句法骨架引向主句的主动词 ἔδειξεν 与 πειράσεται。

  2. 3.67οὐδὲ ὑγιὲς τὸ τοιοῦτον συνημμένον οὐδὲ ἀναγκαῖόν ἐστιν. ὥστε οὐδὲ ἡ πρόσληψις καὶ ἡ ἐπαγομένη αὐτῇ ἐπιφορὰ

    此处使用了古代逻辑学的专门术语来描述假言三段论(肯定前件式)的结构:συνημμένον 指作为大前提的假言命题(“如果……则……”),πρόσληψις 指小前提(对前件的肯定),ἐπιφορὰ 则指推导出的结论。正因为条件命题本身并非健全与必然,小前提及其导出的结论也就不具备必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:515.7-515.35