- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:516.1-516.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德《物理学》(208a11)对支持无限的第四个论证(认为凡被限定之物必与外部之物相接触)的反驳进行注解,阐明“被限定”属于数量范畴且关涉自身,而“接触”属于关系范畴,二者截然不同,并考察批判了亚历山大关于数是否有界限的观点。
" Ἔτι τὸ ἅπτεσθαι καὶ τὸ πεπεράνθαι ἕως τοῦ οὐδὲ ἅψασθαι τῷ τυχόντι τοῦ τυχόντος ἔστιν." Οὗτός ἐστιν ὁ τέταρτος τῶν ἐκεῖ κειμένων λόγων ὁ παντὸς πεπερασμένου λέγων τι εἶναι ἔξω, πρὸς ὃ περαίνει, καὶ τούτου ἀεὶ γινομένου τὸ ἐνεργείᾳ ἄπειρον εἰσάγων· εἰ γὰρ μὴ ἦν τι ἄπειρον ἐνεργείᾳ, οὐκ ἂν ἦν ἀεί τι ἔξω τοῦ πεπερασμένου πρὸς ὃ περαίνει. ἀλλὰ κατηντήσαμεν ἂν εἰς τι πεπερασμένον, ὃ μὴ πρὸς ἄλλο περαίνει· πρὸς τοῦτον οὖν τὸν λόγον ἀληθῶς ἐνίστασθαι δυνατὸν λέγοντας ὅτι ἕτερόν ἐστι τὸ πεπεράνθαι τοῦ ἅπτεσθαι· τὸ μὲν γὰρ ἅπτεσθαι τινὶ πρός τι1 (τὸ γὰρ ἁπτόμενον τινὸς ἅπτεται ἁπτομένου καὶ ἄλλου παρ’ αὐτὸ ὄντος), τὸ δὲ πεπεράνθαι ἐν τῷ ποσῷ ἐστιν· εἰ οὖν ἄλλου γένους ἑκάτερον, τὸ πεπερασμένῳ εἶναι οὐκ ἐν τῷ ἅπτεσθαί τινός ἐστιν.2 οὐ γὰρ πρός τι, ἀλλὰ πρὸς ἑαυτὸ τὸ πεπεράνθαι. καὶ δύναται μὲν πεπερασμένα τινὰ καὶ πρός τι περαίνειν καὶ ἅπτεσθαί τινος. τοῦτο δὲ συμβέβηκεν ἐκείνοις, ὅσα οὐχ ὅλα μόνον ἐστίν, ἀλλὰ καὶ μόρια τοῦ παντός, οὐ μέντοι καθὸ πέρας ἔχει, ἀλλὰ καθὸ μέρη σὺν ἄλλοις ἐστίν. εἰ δέ τι μόνον ὅλον ἐστὶ καὶ πᾶν τοῦτο, διὰ τί πρὸς ἕτερον περαίνει; ἀλλ’ ἐοίκασιν οἱ ταῦτα λέγοντες ἀπὸ τῶν ἁπτομένων ἠπατῆσθαι τὸ ἅπτεσθαι καὶ πεπεράνθαι ταὐτὸν οἰόμενοι.3 εἰ δέ τις λέγοι καὶ τὸ πέρας πρός τι εἶναι (τὸ γὰρ πέρας τινός ἐστι πέρας), ἀλλ’ οὐ πρὸς ἄλλο ἐστίν, ἀλλὰ πρὸς αὑτό. τοῦ γὰρ πεπερασμένου πέρας ἐστίν, ἀλλ’ οὐκ ἐκείνου πρὸς ὃ περαίνει. εἶτα καὶ ἄλλην ἐπιχείρησιν προσάγει τῷ λόγῳ διορίζουσαν τὸ πεπεράνθαι τοῦ ἅπτεσθαι. εἰ γὰρ πεπεράνθαι μὲν πρὸς ἅπαντα ἔστιν, ἅπτεσθαι δὲ οὐ πρὸς ἅπαντα, δῆλον ὅτι οὐ ταὐτὸν τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι. καὶ γὰρ ἀριθμὸς οἷον ὁ δέκα καὶ φωνὴ ἡ ὑπὸ σιγῆς ὁρισθεῖσα πεπέρανται μέν, τίνος δὲ ἂν ἅπτεσθαι λέγοιτο; οὐ γὰρ δὴ τῆς σιγῆς. ἀλλὰ καὶ ἡ πεπερασμένη ἐν τῷ ἐπιπέδῳ γραμμὴ πεπέρανται μὲν σημείοις, ἅπτεσθαι δὲ οὐδενὸς λέγεται, εἰ μὴ γραμμή τις αὐτῇ προστεθείη. οὐ γὰρ τὸ τυχὸν τοῦ τυχόντος ἅπτεσθαι πέφυκεν· οὐ γὰρ καὶ φωνὴ γραμμῆς, καίτοι πεπέρανται ἑκάτερον. Θαυμαστὸν δὲ τοῦτο δοκεῖ λέγειν ὁ Ἀλέξανδρος ὅτι “οὐκ ἀληθὲς τὸ πεπερασμένον πέρας ἔχειν καθὸ πεπέρανται. ὁ γοῦν ἀριθμὸς πεπέρανται μέν, οὐ μὴν πέρας ἔχει”. καίτοι πῶς οἷόν τε πεπεράνθαι τι μὴ ἔχον πέρας; ἀλλ’ ἔοικεν ἀπὸ τῆς πρὸς τὰ μεγέθη ὁμοιότητος πέρας τι ζητεῖν τοῦ πεπερασμένου, ὃ μὴ ἔστι μέρος αὐτοῦ, ἀλλὰ καὶ μιᾷ λείπεται διαστάσει.4 οὐδὲν δὲ κωλύει καὶ τοῦ ἀριθμοῦ πέρατα εἶναι τὰς ἄκρας μονάδας κατ’ ἄλλο μὲν μέρη οὔσας, κατ’ ἄλλο δὲ πέρατα, καθὸ καὶ ἀνάλογον τοῖς σημείοις ἐστί. λέγεται γοῦν τὸ σημεῖον μονὰς θέσιν ἔχουσα. μήποτε δὲ ὁ μὲν ἀριθμὸς αὐτὸς καθ’ αὑτὸν πέρας ἐστὶ τοῦ διωρισμένου ποσοῦ, καὶ οὐκ ἐχρῆν ἄλλο τι πέρας αὐτοῦ ζητεῖν.
“此外,接触与被限定”至“任意的事物也不能接触任意的事物”。 这是彼处所载诸论证中的第四个,它声称在每一个被限定之物的外部都有某种它相对于其被限定的东西,并通过这种情况的不断发生而引入现实中的无限。因为如果现实中没有某种无限之物,那么在被限定之物的外部就不会不断有某种它相对于其被限定的东西;相反,我们将到达某种并不相对于他物被限定的被限定之物。因此,对这一论证完全可以真实地反驳道:被限定与接触是不同的。因为接触在某种意义上属于关系(因为接触之物接触某种被接触之物,且是除了其自身之外的另一物),而被限定则属于数量。因此,如果二者各自属于不同的属,那么对被限定者而言,其存在并不在于接触某物;因为被限定并非相对于他物,而是相对于其自身。并且,某些被限定之物确实既能够相对于某物被限定,也能够接触某物;但这只是偶性地属于那些不仅是整体、而且也是全宇宙之部分的诸事物——然而,这并不是就其拥有界限而言,而是就其与其他事物一道作为部分而言。但是,如果有某种事物仅仅是整体并且这就是全,它为何要相对于另一物被限定呢?相反,说这些话的人似乎是受了相互接触之物的欺骗,认为接触与被限定是同一回事。即使有人说界限也属于关系(因为界限是某物的界限),但它并不是相对于他物,而是相对于其自身;因为它是被限定之物的界限,而不是它相对于其被限定的那个〔外在〕之物的界限。接着,他又向该论证引入了另一个区分被限定与接触的考察。因为如果被限定可以属于一切事物,而接触却不能属于一切事物,那么显而易见,被限定与接触并不是同一的。因为数(例如十)以及由沉寂所界定的声音固然是被限定的,但能说它们接触什么呢?总不会是接触沉寂吧!此外,在平面中被限定的线固然是由点限定的,但除非有某条线附加于它,否则不能说它接触任何东西。因为任意的事物并非本性上就能接触任意的事物;声音也不会接触线,尽管二者都是被限定的。亚历山大所说的这句话似乎令人惊异:“被限定之物就其被限定而言拥有界限,这并不是真的;至少数固然是被限定的,却绝不拥有界限。”然而,没有界限的事物怎么可能被限定呢?相反,他似乎是由于与量度的相似性,在为被限定之物寻找一个不是其组成部分、而且缺少一个维度的界限。但是,没有任何理由阻止数的两端单位既在一种意义上是部分、在另一种意义上也是界限,正如这与点具有可类比性一样;至少点被称为具有位置的单位。或者,数本身就其自身而言即是分立数量的界限,人们本不该为它寻找别的界限。
- 3.68τὸ μὲν γὰρ ἅπτεσθαι τινὶ πρός τι
与格 τινί 用作方式或限制与格(“在某种意义上”或“在某一方面”),修饰 πρός τι(“属于关系”)。它并非 ἅπτεσθαι 的补足语,而是用以限定说明接触在某种意义上属于关系范畴。
- 3.68τὸ πεπερασμένῳ εἶναι οὐκ ἐν τῷ ἅπτεσθαί τινός ἐστιν
与格 πεπερασμένῳ 用于表示本质的特定句式(τὸ 与与格加 εἶναι 连用,意为“被限定者的本质”或“对被限定者而言其存在”)。整句的主语是 τὸ πεπερασμένῳ εἶναι,谓语部分是 οὐκ ἐν τῷ ἅπτεσθαί τινός ἐστιν(“并不在于接触某物”)。
- 3.68ἐοίκασιν οἱ ταῦτα λέγοντες ἀπὸ τῶν ἁπτομένων ἠπατῆσθαι τὸ ἅπτεσθαι καὶ πεπεράνθαι ταὐτὸν οἰόμενοι
人称句式 ἐοίκασιν 后接完成时被动不定词 ἠπατῆσθαι,构成“说这些话的人似乎受了欺骗”的核心框架。分词 οἰόμενοι 与主语 οἱ ταῦτα λέγοντες 一致,表原因或方式(“认为……”),其宾语为双宾格结构,以 τὸ ἅπτεσθαι καὶ πεπεράνθαι 为主格性质的宾格,ταὐτόν 为谓词性质的宾格。
- 3.68ὃ μὴ ἔστι μέρος αὐτοῦ, ἀλλὰ καὶ μιᾷ λείπεται διαστάσει
关系代词 ὃ 的先行词是 πέρας τι(“某种界限”)。动词 λείπεται(“劣于”、“缺少”)带有限制或程度与格 μιᾷ διαστάσει(“相差一个维度”),指几何学上界限的维度总是比被界定者少一维(如体的界面是面,面的边界是线,线的端点是点)。
