← 辛普里丘

亚里士多德《物理学》注释

§514.5-515.6

基底与质料的欠缺及早期自然哲学家学说

辛普里丘探讨了关于“就其自身而言的基底”的疑难,论证了分割中的无限属于质料的欠缺,且欠缺因其偶性而归于质料因。随后他借助早期自然哲学家将无限视为质料的观点来佐证亚里士多德的论述,并指责他们将无限设定为包容者而非被包容者的不融贯性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.66#2

εἰ γὰρ ἡ ὕλη ἐστὶ τὸ τῇ στερήσει καὶ ἀπειρίᾳ ὑποκείμενον, τὸ δὲ τῇ στερήσει καὶ ἀπειρίᾳ τῆς ἐπ’ ἄπειρον διαιρέσεως ὑποκείμενον καθ’ αὑτὸ τὸ συνεχές ἐστι καὶ αἰσθητόν, τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα, συνάγεσθαι δοκεῖ λαμπρῶς ὅτι ἡ ὕλη τὸ σῶμά ἐστιν, ὅπερ τινὲς δεύτερον ὑποκείμενον λέγουσιν. ἢ οὐ μάτην πρόσκειται τῷ ὑποκειμένῳ τὸ καθ’ αὑτό. οὐ γὰρ ἡ ὕλη μόνη ὑπόκειται τῇ εἰς ἄπειρα διαιρέσει καὶ τῇ κατ’ αὐτὴν στερήσει, ἀλλὰ τοῦτο ἤδη τὸ συνεχὲς σῶμα καὶ αἰσθητόν· δεῖ γὰρ ἐνεργείᾳ διεστὼς τὸ διαιρεθησόμενον εἶναι καὶ μὴ δυνάμει μόνον ὥσπερ ἡ ὕλη. πῶς οὖν λέγεται περὶ τὴν ὕλην τὸ ἐν τῇ διαιρέσει ἄπειρον; ἢ ὅτι τοῦ συνθέτου σώματος εἰς ἄπειρα τεμνομένου, ἐπειδὴ μὴ κατὰ τὸ εἶδος ἡ τομὴ γίνεται (μένει γὰρ ἐκεῖνο τὸ αὐτὸ εἴτε ὕδωρ εἴτε ἀὴρ εἴτε σὰρξ εἴτε ὀστοῦν), ἀνάγκη κατὰ τὴν ὕλην γίνεσθαι τὴν διαίρεσιν. ὡς οὖν ἡ πρώτη ἀπειρία ἡ πρὸς τὸ πέρας τοῦ ἁπλοῦ εἴδους λεγομένη ἐν τῇ πρώτῃ στερήσει ἐστὶ τῇ κατὰ τὴν πρώτην ὕλην, οὕτως ἡ κατὰ τὴν διαίρεσιν ἀπειρία ἐν στερήσει ἐστὶ τῇ ἐν τῷ αἰσθητῷ σώματι· τοῦτο γάρ ἐστι τὸ διαιρούμενον. ἀλλὰ πῶς τὸ μὲν εἶναι τῷ ἀπείρῳ στέρησίς ἐστιν, ὥς φησιν, αἴτιον δὲ τὸ ἄπειρον ὡς ὕλη λέγεται, καὶ οὐχ ὡς στέρησις; ἢ ὅτι ἡ στέρησις μετὰ τῆς ὕλης ἐν τοῖς αἰτίοις ἐθεωρήθη, ἅτε μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς οὖσα αἴτιον· τῷ γὰρ ἀπεῖναι·1 εἰκότως οὖν τὰ στερητικὰ πάντα ἐπὶ τὸ ὑλικὸν αἴτιον ἀναφέρεται. εἰ δὲ ἡ συνέχεια εἶδος, ἡ δὲ διαίρεσις καὶ ἡ τομὴ λύει τὴν συνέχειαν, πῶς λέγομεν μένειν τὸ εἶδος ἐν τῷ διαιρεῖσθαι; ἢ οὐ τὴν συνέχειαν λύει (καὶ γὰρ τὰ τμήματα μένει συνεχῆ), ἀλλὰ τὴν τοσήνδε συνέχειαν, ἀλλὰ καὶ τὸ τοσόνδε εἶδος. εἰ οὖν κατὰ τοῦτο ἡ διαίρεσις, κατὰ τὸ εἶδος ἂν εἴη καὶ οὐ κατὰ τὴν ὕλην. ἢ οὐ κατὰ τοσόνδε τὸ εἰδικόν (ὡς γὰρ εἰδικὸν ἀδιαίρετον καὶ τοσόνδε), ἀλλὰ κατὰ μόνην τὴν ὑλικὴν διάστασιν τὴν ἀπὸ τοῦ ἀδιαστάτου τῆς ἀύλου ἀμερείας παρατραπεῖσαν. δείξας δὲ ὅτι τῷ ὑλικῷ μᾶλλον αἰτίῳ προσήκει τὸ ἄπειρον, ᾧ καὶ ἡ στέρησις, πιστοῦται πάλιν τὸν λόγον καὶ ἐκ τῆς τῶν ἄλλων δόξης τῶν καὶ εἶναι καὶ ἀρχὴν εἶναι τὸ ἄπειρον ὑποθεμένων. καὶ γὰρ ἐκεῖνοι ὡς ὕλην ἐτίθεντο οἱ μὲν ἀέρα οἱ δὲ ὕδωρ οἱ δὲ τὸ μεταξὺ λέγοντες αὐτό, καὶ ἐκ τούτου τὰ ἄλλα οὐχ ὡς ἐκ ποιητικοῦ αἰτίου γεννῶντες, ἀλλ’ ὡς ἐξ ὑλικοῦ. ἐκ τούτου γὰρ πρώτου γίνεσθαι τὰ γινόμενά φασι καὶ εἰς αὐτὸ ἔσχατον ἀναλύεσθαι. αἰτιᾶται δὲ αὐτοὺς ὡς ἀσυμφώνως ἑαυτοῖς λέγοντας, ὅτε τὸ ἄπειρον ὡς περιεκτικὸν ὑποτίθενται. οἱ γὰρ ἐν τῇ ὕλῃ λέγοντες τὸ ἄπειρον περιέχεσθαι μᾶλλον ἢ περιέχειν αὐτὸ λέγειν ὤφελον·2 ἡ γὰρ ὕλη περιέχεται καὶ ὁρίζεται ὑπὸ τοῦ εἴδους. εἰ μὴ ἄρα περιέχειν οὕτως ἔλεγον ὡς ἐν πᾶσι θεωρούμενον τοῖς σώμασι καὶ πάντα χαρακτηρίζον τὰ ὑλικά.

因为如果质料是欠缺与无限性的基底,而趋于无限的分割之欠缺与无限性的基底,就其自身而言乃是连续的和可感觉的,而这就是自然物体,那么似乎显而易见地推论出:质料就是物体,即某些人所说的第二基底。抑或“就其自身而言”并不是徒然附加于“基底”的?因为并不仅仅是质料作为分解为无限以及依此欠缺的基底,而是这现存的连续且可感觉的物体;因为将要被分割者必须在现实上是延展的,而不是像质料那样仅仅是潜在的。那么,在分割中的无限何以被说成是关涉质料的呢?难道不是因为,当复合的物体被切分为无限时,由于切分并不是按照形式发生的(因为形式无论是水、气、肉还是骨都保持同一),分割必然是按照质料发生的?因此,正如与单纯形式的极限相对而言的初级无限性,是处于对应于第一质料的初级欠缺之中,同样,按照分割的无限性也是处于可感觉物体之中的欠缺之中;因为可感觉物体才是被分割之物。但是,既然如他所言,无限的存在乃是欠缺,那么无限又何以被说成是作为质料的原因,而不是作为欠缺呢?难道不是因为欠缺是与质料一同在诸原因中被考量的,因为它不是就其自身而是偶性地作为原因——乃因其缺乏[而为原因];因此,欠缺性的事物被全归于质料因是合情合理的。但是,如果连续性是形式,而分割和切分消解了连续性,我们又如何能说在被分割时形式依然保持呢?抑或[分割]并没有消解连续性(因为诸部分也依然保持连续),而是消解了如此大小的连续性,甚或是如此大小的形式?如果因此分割是依此发生的,那么它就应当是按照形式而非按照质料发生的了。抑或分割并非按照形式上如此大小之物(因为作为形式性的东西,就连如此大小之物也是不可分割的),而仅仅是按照从非物质不可分性的无延展处偏离出来的质料性延展?在表明了无限更属于质料因(欠缺亦属于质料因)之后,他又根据那些设定无限既存在又是本原的其他人的意见,再次证实了这一论述。因为那些人也是将它设定为质料,有的说它是气,有的说它是水,有的说它是中间物,并且不是把其他事物当作从动力因中产生,而是当作从质料因中产生出它们。因为他们说生成之物最初由此生成,最后还原于此。但他指责他们在设定无限为包容者时自相矛盾。因为那些主张无限在质料中的人,本应当说它被包容,而不是说它包容;因为质料是被形式所包容和限定的。除非他们是这样说它包容的:即它在所有物体中被考量,并赋予所有的质料之物以特征。

语法注2 条
  1. 3.66τῷ γὰρ ἀπεῖναι

    带冠词的不定式与格短语,表示手段或原因(“因其缺乏/不在”)。它是对前文“偶性地作为原因”(κατὰ συμβεβηκὸς οὖσα αἴτιον)的理由说明,句中承前省略了述谓动词(如 αἴτιόν ἐστι 或 αἴτιόν τι ποιεῖ)。

  2. 3.66ὤφελον

    由 ὤφελον 搭配不定式 περιέχεσθαι... λέγειν 构成的表示过去未实现的愿望或指责的句式,意思是“他们本应当说它被包容(然而他们却没有这样说)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:514.5-515.6