- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:513.1-514.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德依据四种原因(质料、形式、动力、目的)的划分将无限归于质料因的论证,并澄清无限并非质料本身,而是附贴于质料之上的形式的欠缺。
" Ἐπεὶ δὲ τὰ αἴτια διῄρηται τετραχῶς ἕως τοῦ ἀλλὰ μὴ τὸ περιεχόμενον." Δείξας ὅτι, ὡς μὲν οἱ πολλοὶ νομίζουσιν, οὐκ ἔστι τὸ ἄπειρον,1 ἄλλον δὲ τρόπον ἔστι κατὰ τὸ ἐπ’ ἄπειρον, καὶ ὅτι τὸ δυνάμει ἔστι καὶ οὗ ἀεί τι λαβεῖν ἔστιν ἔξω, ἐπειδὴ καὶ οἱ τιθέντες τὸ ἄπειρον ἀρχὴν ἔλεγον αὐτὸ καὶ αὐτὸς δὲ ἔδειξεν ὅτι, εἴπερ ὅλως ἔστι τὸ ἄπειρον, ἀρχὴ ἂν εἴη καὶ οὐκ ἀπ’ ἀρχῆς, καὶ ἄλλως δὲ νῦν περὶ φυσικῶν ἀρχῶν ἐστιν ὁ λόγος καὶ δεῖ πάντα τὰ ἐνταῦθα προβαλλόμενα εἰς αὐτὰς ἀναφέρεσθαι, εἰκότως καὶ τὸ ἄπειρον δείκνυσι τίνι τῶν φυσικῶν ἀρχῶν καὶ αἰτίων προσήκει. καὶ δὴ τῆς εἰς τέτταρα τῶν αἰτίων διαιρέσεως ἡμᾶς ὑπομνήσας εἰς τὸ ὑλικὸν εἰς τὸ εἰδικὸν εἰς τὸ ποιητικὸν εἰς τὸ τελικόν, φανερόν φησιν, ὅτι τὸ ἄπειρον ὡς ὕλη ἂν εἴη αἴτιον, διὰ τοῦ φανερὸν τὴν ἐπαγωγὴν ἡμῖν ὑπ’ ὄψιν ἀγαγών. τίς γὰρ ἂν ἢ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα πέρας ὂν λέγοι τὸ ἄπειρον ἢ τὸ ποιοῦν 〈τὸ〉 ἐκ τοῦ οἰκείου ὅρου ὡρισμένα ποιοῦν ἢ τὸ εἶδος πέρας ὂν ἐναργῶς τοῦ συνθέτου; μᾶλλον οὖν ὡς ὕλη, οὐχ ὅτι ἡ ὕλη κατὰ τὸν αὐτῆς λόγον καὶ καθὸ ὑποκείμενόν ἐστι τὸ ἄπειρον, ἀλλ’ ὅτι συμβέβηκεν αὐτῇ πρὸ τοῦ δέξασθαι τὸ εἶδος ἡ στέρησις, ἥτις ἐστὶν ἡ ἀπειρία, καὶ ὅτι μὲν ἑτέρα παρὰ τὴν ὕλην ἡ στέρησις δέδεικται πρότερον ἐκ τοῦ τὴν μὲν ὕλην ὑπομένειν τὸ εἶδος οὐκ οὖσαν ἐναντίαν αὐτῷ, τὴν δὲ στέρησιν ἅτε ἐναντίαν μὴ ὑπομένειν. ὅτι δὲ τὸ ἄπειρον ἐν τῇ ὕλῃ ἡ στέρησις, δῆλον ἐκ τοῦ τὸ εἶδος εἶναι τὸ πέρας τοῦ συνθέτου· διὸ καὶ καταντήσασα εἰς αὐτὸ ἡ φύσις ἵσταται. ἡ δὲ στέρησις ἐναντία τῷ εἴδει καὶ ὡς ἀπειρία πέρατι. διὸ οὐχ ὑπομένει τὸ εἶδος, ὥστε ἐν στερήσει τὸ εἶναι τῷ ἀπείρῳ, οὐ κατὰ τὸ ἀδιεξίτητον θεωρουμένου τοῦ ἀπείρου ἐπὶ τῆς στερήσεως καὶ τῆς ὕλης,2 ἀλλὰ κατὰ τὸ ἄμορφον καὶ ἀσχημάτιστον καὶ ταύτῃ πέρατα μὴ ἔχον καὶ κατὰ τὸ δυνάμει καὶ ἐπ’ ἄπειρον, ἅπερ διὰ τὴν στέρησιν τοῦ εἴδους ἐνυπάρχει. τοιγαροῦν ἐγγενομένου τοῦ εἴδους, καὶ τὸ ἐπ’ ἄπειρον ἵσταται καὶ τὸ ἀτελές. καὶ οὕτως δυνατὸν οἶμαι λέγειν, ὅτι οὐχ ἡ στέρησις ἁπλῶς ἐστιν ἀπειρία (ἄλλη γὰρ στερήσεως ἔννοια καὶ ἄλλη ἀπειρίας), ἀλλ’ ὑπάρχει τῇ στερήσει τὸ ἄπειρον, ὥσπερ τῷ εἴδει τὸ πέρας. εἰ μὴ ἄρα λέγει τις, καλῶς οἶμαι λέγων, ὅτι καὶ τὸ πέρας συμπληρωτικὸν τοῦ εἴδους ἐστὶ καὶ οὐκ ἔξωθεν αὐτῷ ποθεν ἐπισυμβαῖνον, καὶ τὸ ἐπ’ ἄπειρον (οὐχ ὡς εἶδος, ἀλλὰ στερητικὸν τὸ τοιοῦτον λεγόμενον) συμπληρωτικόν ἐστι τῆς στερήσεως. στέρησις γὰρ τοῦ εἰδητικοῦ πέρατος τὸ ἄπειρόν ἐστι τοῦτο, καὶ στέρησις τοιαύτη ὡς ἀπουσία ἐν τῷ πεφυκότι δέχεσθαι τὸ πέρας καὶ τὸ εἶδος· πλὴν ὅτι ὡς μὲν στέρησις εἴδει ἀντίκειται, ὡς δὲ ἄπειρον πέρατι. Ἀλλὰ τί τὸ ἐφεξῆς ὅ φησι3 τὸ δὲ καθ’ αὑτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν;
“既然原因被划分为四种”直至“而不是被包容者”。 在指出了无限并不像大多数人所认为的那样存在,而是以另一种方式按照趋于无限而存在,并且它是潜在地存在,而且总能在其外部取出某种东西之后,由于那些设定无限的人也称它为本原,并且他自己也表明了,倘若无限果真存在,它应当是本原而不是来自本原,而且除此之外,如今的论述是关于自然本原的,在此提出的一切事物都必须归结于这些本原,因此他合理地指出了无限属于自然本原和原因中的哪一种。诚然,在提醒了我们原因之划分为四种——即质料因、形式因、动力因、目的因之后,他说,“显然”无限应当是作为质料的原因,并通过这个“显然”将归纳法呈现在我们眼前。因为谁会把作为极限的目的和“为其缘故”称为无限呢?又有谁会把从其自身固有界限出发制造出被限定之物的制造者,或者把显然是复合物之极限的形式称为[无限]呢?因此,更应当是作为质料[的原因];这并不是说质料按照其自身的定义以及就其作为基底而言是无限,而是因为在接受形式之前,欠缺附贴于质料上,而欠缺就是无限性。并且,欠缺与质料不同,这一点早先已从以下事实得到证明:质料由于不与形式相反因而容受形式,而欠缺作为相反者则不容受形式。至于质料中的无限即是欠缺,这从形式是复合物的极限这一点来看是显然的;因此,自然到达了形式便停顿下来。而欠缺与形式相反,并且作为无限性与极限相反。因此欠缺不容受形式,以至于无限的存在就在于欠缺之中;在欠缺和质料上的无限并不是按照不可穿越来考量的,而是按照无形式、无形状并在这种意义上没有极限,以及按照潜在的和趋于无限来考量的,而这些特性正是由于形式的欠缺才内在存在的。因此,当形式产生时,趋于无限和未完成的状态便停顿下来。我认为,由此也可以说,欠缺并不单纯就是无限性(因为欠缺的概念与无限性的概念是不同的),而是无限属于欠缺,正如极限属于形式一样。除非有人说——在我看来他说得很好——正如极限构成了形式的完满,而不是从外部某处附贴于它一样,趋于无限(这种状态不被称为形式,而被称为欠缺性的)也构成了欠缺的完满。因为这种无限正是形式界限的欠缺,并且是作为在天然适于接受极限和形式之物中的缺乏而存在的这种欠缺;只是作为欠缺它与形式相对立,而作为无限它与极限相对立。但是,他在接下来的话中所说的“而就其自身而言的基底则是连续的和可感觉的”,这究竟是何含义呢?
- 3.66Δείξας ὅτι, ὡς μὲν οἱ πολλοὶ νομίζουσιν, οὐκ ἔστι τὸ ἄπειρον
句首的阳性主格单数分词 Δείξας 与后文主句的主要动词 δείκνυσι 的主语(亚里士多德)一致。分词短语 Δείξας ὅτι... 统领两个 ὅτι 从句,在中间插入了 ἐπειδὴ 引导的原因从句以及 καὶ ἄλλως δὲ 引导的附加从句后,最终连接至主句 εἰκότως καὶ τὸ ἄπειρον δείκνυσι,构成了一个长篇倒置结构(hyperbaton)。
- 3.66οὐ κατὰ τὸ ἀδιεξίτητον θεωρουμένου τοῦ ἀπείρου ἐπὶ τῆς στερήσεως καὶ τῆς ὕλης
θεωρουμένου τοῦ ἀπείρου 为独立属格结构(genitive absolute),用以限定和补充说明前一主句(ὥστε ἐν στερήσει τὸ εἶναι τῷ ἀπείρῳ)的内容。相关短语 οὐ κατὰ... ἀλλὰ κατὰ... 对比了欠缺与质料中无限的两种理解方式:并非就其不可穿越性而言,而是就其无形式性及趋于无限而言。
- 3.66Ἀλλὰ τί τὸ ἐφεξῆς ὅ φησι
在疑问代词 τί 之后需要补出省略的动词(通常为 βούλεται“意指为何”或 ἐστι“是什么”)。关系代词 ὅ 以 τὸ ἐφεξῆς(“接下来的话”)为先行词,并充当 φησι(“他[亚里士多德]说”)的直接宾语。
