← 辛普里丘

亚里士多德《物理学》注释

§511.24-512.36

几何作图与无需物理宇宙外部空间

辛普利丘论证了数学作图并不依赖物理宇宙之外的空间,考察了亚历山大关于欧几里得《原本》第一卷第一命题的疑难,并指出数学对象源于抽象,不需要物理场所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.65#2

” εἰπὼν δὲ ὅτι πρὸς τὴν ἀπόδειξιν οὐδὲν διοίσει τὸ ἐπ’ ἐλάττονος γραμμῆς ἣν καὶ ἐκβάλλειν δυνατὸν ποιήσασθαι τὴν δεῖξιν, ἐπήγαγε τὸ δὲ εἶναι ἐν τοῖς οὖσιν ἔσται μεγέθεσι, τουτέστι κἂν τὴν ἀπόδειξιν δυνατὸν ὁμοίως καὶ ἐπὶ τῶν μὴ ὄντων ἀλλ’ ἐπινοουμένων μεγεθῶν ποιεῖσθαι, ἀλλὰ τά γε ὑφεστῶτα σχήματα οὐκ ἐν πᾶσι μεγέθεσιν· οὐ γὰρ δὴ καὶ ἐν τοῖς ἐπινοουμένοις ἀλλ’ ἐν τοῖς οὖσίν ἐστι. Ζητήσας δὲ ὁ Ἀλέξανδρος, πῶς οὐκ ἀναιρεῖται τὸ πρῶτον θεώρημα τῶν Εὐκλείδου Στοιχείων, εἴπερ μὴ καὶ ἔξω τοῦ παντὸς δυνατὸν εὐθεῖαν ἐκβάλλειν ἢ κύκλον γράφειν (εἰ γὰρ δύναται μὲν ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη, ἐφ’ ἧς δεῖ τὸ ἰσόπλευρον τρίγωνον συστήσασθαι, ἡ διάμετρος εἶναι τοῦ κόσμου, ἀδύνατον δὲ ἐπὶ ταύτης τρίγωνον ἰσόπλευρον συστήσασθαι, εἰ μηδὲν εἴη τοῦ κόσμου ἐκτός· ἡ γὰρ διάμετρος τοῦ παντὸς ἐκ τοῦ κέντρου γίνεται τῶν κύκλων,1 ὧν ἀπὸ τῆς κοινῆς τομῆς αἱ ἐπὶ τὰ πέρατα τῆς δοθείσης ἐπιζευγνύμεναι τὸ ἰσόπλευρον τρίγωνον μετ’ αὐτῆς ποιοῦσι), τοῦτο οὖν ζητήσας λύει λέγων· “ἐπειδὴ ἄπειρόν ἐστιν, οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω,2 ὡς δέδεικται, δῆλον ὅτι οἱ μαθηματικοὶ καὶ ἃς ἀπείρους γραμμὰς ὑποτίθενται, τοιαύτας ὑποτίθενται, ὥστε δυνατὸν αὐτὰς αὐξῆσαι. ὧν γάρ ἐστιν ἐκτός τι, αὗται ἄπειροι· τὴν δὲ διάμετρον τοῦ κόσμου οὐκ ἔστιν αὐξῆσαι· ἐλάττονα οὖν ὑποτίθενται τῆς διαμέτρου, εἴπερ πεπερασμένην ὑποτίθενται, ὁπότε καὶ ἄπειροι αὗταί εἰσιν, αἷς προσθεῖναι δύνανται καὶ ἃς ἐκβάλλειν.” Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ὁ μὲν Ἀριστοτέλης εἰς τοὐναντίον περιτρέπων τὸν λόγον, ἀπέδειξεν ὅτι ἄπειρόν ἐστιν, οὗ ἀεί τι ἔστι λαβεῖν ἔξω, ἄλλην ταύτην ἔννοιαν τοῦ ἀπείρου εἰσάγων, ἐπ’ ἄλλου ἀπείρου ἀληθεύουσαν τοῦ ἐπ’ ἄπειρον. οἱ μέντοι τὸ ἐνεργείᾳ ἄπειρον τιθέντες εἴτε ἐν γραμμαῖς εἴτε ἐν τοῖς ἄλλοις μεγέθεσι τοῦτο ἔλεγον ἄπειρον, οὗ μηδὲν ἔστι λαβεῖν ἔξω. ἄμεινον οὖν λέγειν, πρῶτον μὲν ὅτι τοιαύτην ᾔτησαν πεπερασμένην, ὡς δύνασθαί τις καὶ ἔξωθεν λαβεῖν, ἀφ’ οὗ τὰς δύο τὰς λοιπὰς ἐπιζεύξουσιν ἴσας τῇ ἐξ ἀρχῆς. ὥστε εἰ μὲν ἔστι τι τοῦ παντὸς ἔξω, οὐκ ἐμποδίζεται καὶ ἐπὶ τῆς διαμέτρου συστῆναι τὸ θεώρημα· εἰ δὲ μηδέν ἐστιν ἔξω, οὐκ ἔστιν αὕτη ἡ δοθεῖσα. ἔπειτα εἰ μὲν αἱ μαθηματικαὶ γραμμαὶ φυσικαί τινες ἦσαν ἐν τόπῳ οὖσαι, ἔδει τινὰ τόπον ἔξω τοῦ παντὸς ἀπαιτεῖν, εἰ δὲ ἐν ἐπινοίᾳ τὴν ὑπόστασιν ἔχουσι, τόπος αὐτῶν ἐστιν ἡ τοῦ θεωροῦντος διάνοια, καὶ οὐχὶ φυσικὸς τόπος. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀφαιρέσεως λέγονται τὰ μαθηματικά, διότι ἀφελόντες ὅσα τοῖς φυσικοῖς μεγέθεσιν ὑπάρχει, τόπον ποιότητα χρόνον τὸ ποιεῖν τὸ πάσχειν, αὐτὰ μόνον τὰ διαστήματα καὶ τὸ ὡς συνεχὲς ποσὸν ἐξετάζομεν. ὥστε ὁ τὸν τόπον ἡμῶν τὸν ἔξω τοῦ παντὸς ἀφαιρούμενος οὐ συναφαιρεῖται τὴν ἀπόδειξιν· οὐ γὰρ ὡς τῇδε ἢ τῇδε τῶν γραμμῶν κειμένων γράφομεν καὶ ἀποδείκνυμεν τὰ διαγράμματα. ὥσπερ οὖν Δημόκριτος κατασκευάζειν ἐπιχειρῶν, ὅτι τὰ χρώματα οὐ συνὑπάρχει φύσει τοῖς σώμασιν, ἀλλὰ νόμῳ καὶ θέσει τῇ πρὸς ἡμᾶς ἔχει τὸ εἶναι, οὐδὲν ἂν βλάπτοι γεωμετρίαν, ἐπεὶ μὴ χρῆται ὅλως πρὸς τὰς ἀποδείξεις τοῖς χρώμασιν, οὕτως ὁ τὸν ἄπειρον τόπον ἀναιρῶν καὶ ὅλως τόπον, οὐδὲν ἐμποδὼν γίνεται ταῖς γραμμικαῖς ἀποδείξεσιν· ἀφαιρεῖται γάρ τι, οὗ μὴ δέονται οἱ ἀποδεικνύντες. ὅτι γὰρ οὐκ ἔστιν ἐν τόπῳ τὰ μαθηματικά, ἐν τῷ ἐφεξῆς βιβλίῳ δειχθήσεται. ἐμποδίζει δὲ γεωμετρίαν ὁ τὰ ἀμερῆ καὶ ἐλάχιστα ἀρχὰς καὶ στοιχεῖα ὑποτιθέμενος· τὴν γὰρ εἰς ἄπειρον τομὴν ἀναιρεῖ, ᾗ συναναιρεῖται πολλὰ τῶν νῦν προχείρως δεικνυμένων ἐν τοῖς μαθήμασιν.

”而在指出在一条同样可以延长的较小直线上进行证明对于论证毫无差别之后,他接着补充道:“然而其存在将处于现存的诸量度之中”,也就是说,即使同样可以在不存在而仅被思索的量度上进行论证,但实在的图形并不存在于所有量度中;因为它们并非存在于被思索的量度中,而是存在于现存的量度中。亚历山大曾探讨过:如果不允许在全宇宙之外延长直线或作圆,欧几里得《原本》的第一定理如何能不被废除(因为,如果应当在其上作等边三角形的给定的有限直线可能就是宇宙的直径,但如果宇宙之外一无所有,就无法在这条直线上作等边三角形;因为宇宙的直径会成为诸圆的半径,从这些圆的交点向给定直线的两端所连结的线段便与该直线一同构成等边三角形)——探讨了这一问题后,他通过以下说法予以解决:“既然正如已经指出的那样,无限是指对于按量度把握的人而言总可以在其外取得某种东西,那么显然,数学家们即使假设无限的直线,也是将它们假设为能够加以增大的。因为凡是在其外部有某种东西的线就是无限的;然而宇宙的直径是无法增大的;因此,只要他们假设一条有限的线,他们所假设的就必然小于直径,因为凡是他们能够对其增加并予以延长的线,同样也是无限的。”然而值得注意的是:亚里斯多德将论点转向了反面,证明了无限乃是总可以在其外部取得某种东西的存在,从而引入了无限的另一种概念,该概念适用于另一种无限,即处于进程中的无限。然而那些主张现实无限的人,无论是在线中还是在其他量度中,都把那在其外部无可取得之物称为无限。因此更好的说法是:首先,他们所要求的有限直线乃是这样一种线,即人们也能够在外部取得某个点,从该点可以连接与原直线相等的其余两条直线。因此,如果全宇宙之外存在某种东西,在直径上构建该定理也不会受到阻碍;而如果外部一无所有,这一[直径]就不是给定的直线。其次,如果数学上的线是存在于场所之中的某种自然物体的线,人们就必须要求全宇宙之外存在某种场所;但如果它们只在思索中具有其存立,那么它们的场所便是沉思者的理智,而非自然的场所。正因如此,数学对象也被称为‘出自抽象’,因为在去除了属于自然量度的一切属性(场所、性质、时间、主动与受动)之后,我们仅考察间隔本身以及作为连续者的量。因此,从我们这里夺去全宇宙之外场所的人,并未连带夺去论证;因为我们作图并加以论证时,并不是把这些线视为处于此处或彼处的。正如德谟克利特试图确立颜色并非本性上共存于物体之中、而只是出于约定和相对于我们的设定才具有其存在,这丝毫不会损害几何学,因为几何学在论证中根本不使用颜色;同样,废除无限场所乃至全然废除场所的人,对有关线条的论证也不会造成任何阻碍;因为他所剥夺的,乃是证明者所不需要的东西。至于数学对象不在场所之中,将在下一卷中加以证明。然而,将不可分之物和极小之物假设为原理和元素的人,却确实阻碍了几何学;因为他废除了向着无限的划分,而随之被废除的,乃是目前在数学中被熟练证明的许多定理。

语法注2 条
  1. 3.65ἡ διάμετρος τοῦ παντὸς ἐκ τοῦ κέντρου γίνεται τῶν κύκλων

    介词短语 ἐκ τοῦ κέντρου 是几何学中的专门用语,指“自圆心引出的[线]”,即“半径”(radius)。它与系动词 γίνεται 连用作表语,主语为 ἡ διάμετρος τοῦ παντὸς,全句构作“全宇宙的直径成为各圆的半径”。

  2. 3.65οὗ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι λαβεῖν ἔστιν ἔξω

    关系从句中的与格分词 λαμβάνουσιν 作评判或关涉与格(“对按量度把握者而言”)。属格关系代词 οὗ 受其后的地点副词 ἔξω(“在……之外”)支配,修饰先行词(无限),构成“在其外总是可以取得某种东西”这一亚里士多德对无限的典型定义句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:511.24-512.36