- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:510.15-511.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德维护数学实践的论证(207b27),消除了关于否定现实无限将摧毁几何学的担忧,并通过引用欧几里得几何学定理说明,几何学家真正需要的只是有限线段的任意可延长性与可分割性。
" Οὐκ ἀφαιρεῖται δὲ ὁ λόγος ἕως 〈τοῦ〉 τὸ δὲ εἶναι ἐν τοῖς οὖσιν ἔσται μεγέθεσιν." Ἐπιστήμονος ἀνδρός ἐστι τὸ μὴ δι’ ὧν εἰσηγεῖται ἀναιρεῖσθαί1 τι τῶν τοῖς σοφοῖς τετιμημένων. ἐπειδὴ οὖν τετίμηται μὲν γεωμετρία δικαίως, τὰ δὲ ἐν αὐτῇ θεωρήματα δεικνύουσιν οἱ γεωμέτραι, ὡς ὄντος ἀπείρου μεγέθους ἀδιεξιτήτου ἐπὶ τὴν αὔξησιν, εἴπερ καὶ ἐν τοῖς αἰτήμασι λαμβάνουσι τὸ πεπερασμένην εὐθεῖαν κατὰ τὸ συνεχὲς ἐπ’ εὐθείας ἐκβάλλειν, εἰ δὲ τοῦτο, πάσης τῆς δοθείσης ὑπερβάλλειν δυνατόν, εἰ δὲ τοῦτο, ἄπειρον ἐνεργείᾳ μέγεθος ἀνάγκη εἶναι, ὅπερ διὰ πολλῶν ἀνεῖλον οἱ φθάσαντες λόγοι, πολλάκις δὲ καὶ ἐν ταῖς δείξεσιν ἀπείρους ὑποτίθενται γραμμάς, δόξει οὖν τισιν ἀναγκαῖον ἢ εἶναί τι μέγεθος ἄπειρον ἐνεργείᾳ ἢ ἀναιρεῖσθαι γεωμετρίαν (καὶ δῆλον ὅτι πάντα ἄν τις μᾶλλον ἀνὴρ σοφὸς συγχωρήσειεν ἢ τὸ ἀναιρεῖσθαι γεωμετρίαν· πρὸς γὰρ τοῖς ἄλλοις ἀγαθοῖς καὶ τοῦτο ἔχει μέγιστον, ὡς ὁ Πλάτων φησί, “πρὸς πάσας μαθήσεις, ὥστε κάλλιον ἀποδέχεσθαι” τὸν ἁψάμενον γεωμετρίας τοῦ μὴ ἁψαμένου)· τοῦτον οὖν τὸν φόβον παραμυθούμενός φησι τὸν λόγον τὸν ἀναιροῦντα τὸ ἐνεργείᾳ ἄπειρον μὴ ἀφαιρεῖσθαι τοὺς μαθηματικοὺς τὴν θεωρίαν.2 οὐδαμοῦ γὰρ τῷ κατ’ ἐνέργειαν ἀπείρῳ μεγέθει χρῶνται οἱ μαθηματικοί, ἀλλὰ πάντα τὰ δεικνύμενα διὰ πεπερασμένων περαίνουσι γραμμῶν καὶ ἐπιπέδων· ὥστε οὐδὲ δέονται τοῦ κατ’ ἐνέργειαν ἀπείρου μεγέθους, ἀλλ’ ὑπὲρ τοῦ ἔχειν, ὅσην ἂν βούλωνται, τὰς ἀπείρους γραμμὰς ὑποτίθενται. κἂν αἰτῶσιν οὖν εὐθεῖαν ἐπ’ εὐθείας εἰς ἄπειρον ἐκβαλεῖν, διὰ τὸ μὴ ἐνοχλεῖσθαι ὡς οὐκ οὔσης ἔτι εὐθείας, ἐξ ἧς ἀφαιρήσονται, ἢ καθ’ ἣν ἐπιζευγνύουσιν ἢ ἐκβάλλουσιν, ἀλλ’ ἐν ἑτέρῳ μέρει τοῦ ἐπιπέδου τῆς ἐπιζεύξεως ἢ τῆς τομῆς πιπτούσης, πεπερασμένῃ ἀεὶ χρῶνται τῇ εὐθείᾳ.3 εἰ οὖν μὴ δεῖται τῆς ἀπείρου τὰ μαθήματα, ὁ ἀναιρῶν αὐτὴν οὐδὲν ἀναιρεῖ τῶν μαθημάτων. ὅτι δὲ οὐ δέονται τοῦ ἀπείρου διὰ τὰς τομὰς καὶ τὰς ἐπιζεύξεις, οὐ μόνον διὰ τῆς ἐπαγωγῆς ἔδειξεν ὑπομνήσας ἡμᾶς, ὅτι πανταχοῦ πεπερασμένοις χρῶνται μεγέθεσιν, ἀλλὰ καὶ γεωμετρικῶς ἀποδείκνυσιν. εἰ γὰρ ἀποδέδεικται, ὅτι τὴν δοθεῖσαν εὐθεῖαν ἄτμητον κἂν ἐλαχίστην τις λάβῃ, δυνατὸν τεμεῖν τῷ αὐτῷ λόγῳ τῇ τετμημένῃ κἂν μεγίστη τυγχάνῃ τις, οὐκ ἀνάγκη ἐπ’ ἐκείνης ποιεῖσθαι τὴν δεῖξιν, ἣν οὐκέτι προσεκβαλεῖν δυνατόν, εἴ γε πρὸς τὸ δεῖξαι τὸ προκείμενον μηδὲν διαφέρει. ὁ γὰρ ἐπὶ μεγίστης δεικνὺς εὐθείας, ὃ δυνατὸν καὶ ἐπ’ ἐλάττονος, καὶ διὰ τὸ μεγίστην εἶναι μὴ δυνάμενος προσεκβάλλειν ἐφ’ ὅσον δεῖται, αὐτὸς ἑαυτῷ τῆς στενοχωρίας καὶ τοῦ μὴ δύνασθαι δεῖξαι τὸ προκείμενον αἴτιος, ἀλλ’ οὐχ ὁ τὴν ἐνεργείᾳ ἄπειρον ἀναιρῶν. οὐ μόνον δὲ τὴν ἄπειρον ἀλλ’ οὐδὲ τὴν μεγίστην λαμβάνουσι καταγράφοντες· τίς γὰρ τὴν τοῦ κόσμου διάμετρον ἐν τοῖς διαγράμμασι παραλαμβάνει; καλῶς δὲ ἐπὶ τῆς ἀναλόγου τομῆς ἔδειξε τὸ μὴ δεῖσθαι τῆς ἀπείρου, ἐξ ἧς δείκνυται παρὰ τοῖς γεωμέτραις τὸ ἐπὶ τὴν διαίρεσιν ἄπειρον· ὡς εἰ ἔλεγεν, ὅτι καὶ ἐξ ὧν αὐτοὶ δεικνύουσι τῆς μὲν ἐνεργείᾳ καὶ ἐπὶ τὴν αὔξησιν ὑπερβαλλούσης ἀπείρου οὐ δέονται, τῇ δὲ ἐπὶ τὴν διαίρεσιν ἀπειρίᾳ χρῶνται, καὶ ταύτην ἀποδεικνύουσιν· ἅπερ ἄμφω δι’ ἑνὸς τοῦ παρ’ αὐτοῖς θεωρήματος δείκνυται τοῦ ἐν τῷ ἕκτῳ τῶν Στοιχείων, οὗ ἐστιν ἡ πρότασις τοιαύτη· “τὴν δοθεῖσαν ἄτμητον εὐθεῖαν τῇ δοθείσῃ τετμημένῃ ἀνάλογον τεμεῖν.
“然而这一论证并未剥夺,直至其存在将处于现存的诸量度之中为止。” 一个有知识的人应当做到:不因自己所引入的论点而废除任何为智者们所推崇的事物。因此,既然几何学理所当然地受到推崇,而几何学家们证明其中的诸定理时,仿佛存在着在增加方向上不可遍历的无限量度(如果他们在公设中也确实设定了将一条有限直线沿一直线连续延长,而如果这一点成立,便可能超过任何给定的直线,如果这一点成立,就必然存在一个现实上无限的量度,但这一结论已被先前的论证通过诸多理由加以废除),并且他们在证明中也常常假设无限的直线,所以在某些人看来,要么必然存在某种现实上无限的量度,要么几何学被废除(显然,任何智者宁可承认其他一切,也不愿承认几何学被废除;因为除了其他诸般益处之外,几何学正如柏拉图所说,还具有这最大的益处:“对于一切学科而言,接触过几何学的人都比未接触者更能更好地领会”)。因此,他为了抚平这一忧虑而指出:废除现实无限的论证并未剥夺数学家们的理论考察。因为数学家在任何地方都不使用现实上无限的量度,而是通过有限的线与面来完成一切被证明的事项;因此他们甚至不需要现实上无限的量度,他们假设无限的线,只是为了能够拥有他们所期望的任意大小的线。因此,即使他们要求将一条直线在同一直线上向无限延长,也只是为了不致因不再有直线可供裁取或沿之连接或延长、连接或分割反而落在平面的另一部分而受到妨碍,他们所使用的始终是有限的直线。因此,如果数学并不需要无限[直线],那么废除无限的人就丝毫没有废除数学的内容。至于他们并非因分割和连接而需要无限,他不仅通过归纳提醒我们他们在所有地方都使用有限的量度而表明了这一点,而且还从几何学上给出了证明。因为,如果已经证明了:对于给定的未分割直线,即使取极小的一条,也能够按照与给定的已分割直线(即使碰巧是极大的一条)相同的比例来进行分割,那么就没有必要在那条无法再进一步延长的[极大]线上进行证明,只要这对证明所提出的命题毫无差别。因为,如果有人在极大的直线上证明那在较小直线上同样可能证明的事理,并且由于该线是极大的而无法按照其所需加以延长,那么导致困境并导致无法证明所提命题的原因在于他自己,而不在于废除现实无限的人。而且,他们在绘图时不仅不取无限的线,甚至也不取极大的线;因为有谁会在几何图题中采用宇宙的直径呢?他在比例分割的例子中恰切地指明了他们不需要无限,而几何学家正是从这种分割中证明向着划分的无限;这正如他在说,即便从数学家们自己所证明的事情来看,他们也并不需要那种在现实中且在增加方向上超越的无限,而是使用向着划分的无限性,并对此加以证明;这两点都是通过他们自己的《原本》第六卷中的同一个定理证明的,其命题如下:“将给定的未分割直线按照给定的已分割直线按比例切断。”
- 3.65Ἐπιστήμονος ἀνδρός ἐστι τὸ μὴ δι’ ὧν εἰσηγεῖται ἀναιρεῖσθαι
属格 ἐπιστήμονος ἀνδρός 是表特征或职责的谓语性属格(“属于有知识的人/是有知识之人的特征”),带冠词的不定词短语 τὸ μὴ ... ἀναιρεῖσθαι 充当句子的语法主语。动词 ἀναιρεῖσθαι 按被动态理解(“不使……被废除”)。
- 3.65τὸν λόγον τὸν ἀναιροῦντα τὸ ἐνεργείᾳ ἄπειρον μὴ ἀφαιρεῖσθαι τοὺς μαθηματικοὺς τὴν θεωρίαν
由 φησί 统领的带不定词的宾格结构。不定词 ἀφαιρεῖσθαι 作为表示剥夺的动词,支配双重宾格:表示被剥夺人的宾格 τοὺς μαθηματικούς 与表示被剥夺物的宾格 τὴν θεωρίαν,其逻辑主语为宾格短语 τὸν λόγον τὸν ἀναιροῦντα ...。
- 3.65διὰ τὸ μὴ ἐνοχλεῖσθαι ὡς οὐκ οὔσης ἔτι εὐθείας, ἐξ ἧς ἀφαιρήσονται, ἢ καθ’ ἣν ἐπιζευγνύουσιν ἢ ἐκβάλλουσιν, ἀλλ’ ἐν ἑτέρῳ μέρει τοῦ ἐπιπέδου τῆς ἐπιζεύξεως ἢ τῆς τομῆς πιπτούσης, πεπερασμένῃ ἀεὶ χρῶνται τῇ εὐθείᾳ
主句的骨架是 πεπερασμένῃ ἀεὶ χρῶνται τῇ εὐθείᾳ(“他们总是使用有限的直线”)。在表原因/目的的介词加冠词不定词短语 διὰ τὸ μὴ ἐνοχλεῖσθαι(“为了不受到困扰/阻碍”)内部,包含由 ὡς 引出的独立属格结构 ὡς οὐκ οὔσης ἔτι εὐθείας 以及与之相对的独立属格结构 τῆς ἐπιζεύξεως ἢ τῆς τομῆς πιπτούσης。
