← 辛普里丘

亚里士多德《物理学》注释

§509.21-510.14

量度运动与时间中无限的先后次序

辛普里丘针对亚里士多德《物理学》207b21的文本,阐明无限并非作为单一的属平等地被述说,而是按照先在与后继的次序,由量度传递至运动和时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64

" Τὸ δὲ ἄπειρον οὐ ταὐτὸν ἕως τοῦ ὅτι πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν." Εἰπὼν τὸ ἄπειρον ἐν πλείοσιν εἶναι (καὶ γὰρ καὶ ἐν μεγέθει καὶ ἐν ἀριθμῷ καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ καὶ ἐν πᾶσι κατὰ τὸ ἐπ’ ἄπειρον) ἐφιστάνει καλῶς, ὅτι τὸ ἄπειρον ὑπάρχον συνεχέσι τῷ μεγέθει καὶ τῇ κινήσει καὶ τῷ χρόνῳ οὐχ ὡς τὸ αὐτὸ ὑπάρχει οὐδ’ ὡς μία τις φύσις καὶ γένος ἓν κατὰ πάντων τῶν εἰρημένων. οὐ γὰρ ἐπ’ ἴσης αὐτῶν κατηγορεῖται, ὅπερ προσήκει τοῖς γένεσιν, ἀλλὰ τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου.1 ἐπειδὴ γὰρ κατὰ τὸ συνεχὲς ὑπάρχει τούτοις τὸ ἄπειρον, διότι τὸ συνεχές ἐστι τὸ ἐπ’ ἄπειρον διαιρετόν, πρώτως δὲ συνεχὲς τὸ μέγεθος, καὶ πρώτως τοῦτο διαιρεῖται εἰς μεγέθη ἅτε καὶ ἐκ μεγεθῶν συγκείμενον, καὶ διὰ τοῦτο διαιρεῖται ἐπ’ ἄπειρον. διὰ δὲ τὸ μέγεθος ἡ κίνησις ἔχει τὸ συνεχές· τῷ γὰρ ἐπὶ συνεχοῦς γίνεσθαι τοῦ μεγέθους συνεχὴς καὶ αὐτὴ καὶ ἐπ’ ἄπειρον διαιρετή. διὰ δὲ τὴν κίνησιν ὁ χρόνος· κινήσεως γάρ τί ἐστιν ἀριθμὸς γὰρ κινήσεως ὁ χρόνος. ὥστε οὐκ ἐπ’ ἴσης οὐδὲ ὡς γένος κατηγορεῖται, ἀλλ’ ἀεὶ τοῦ δευτέρου διὰ τὸ πρότερον, καὶ διὰ τοῦτο πρότερον καὶ ὕστερον. ἡ δὲ ὡς προτέρου καὶ ὑστέρου κατηγορία ἔστι μὲν καὶ ἐν τοῖς ὁμωνύμοις (οὕτως γὰρ ὁμώνυμος ὁ ἔγγονος εἰ τύχοι τῷ πάππῳ), ἔστι δὲ καὶ ἐν τοῖς ἀφ’ ἑνός. καὶ τοιαύτη μᾶλλόν ἐστιν ἡ τοῦ ἀπείρου κατηγορία. ὅτι δὲ παρὰ τοῦ μεγέθους τῇ κινήσει τὸ συνεχές, νῦν μὲν ὑπέμνησε βραχέως εἰπὼν κίνησις μὲν ὅτι τὸ μέγεθος ἐφ’ οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὐξάνεται,2 τὸ ἐφ’ οὗ κινεῖται ἀντὶ τῆς τοπικῆς κινήσεως παραλαβὼν καὶ διὰ τῶν κατ’ εἶδος κινήσεων ὑπομιμνῄσκων, ὅτι πᾶσαι αἱ κινήσεις μεγεθῶν εἰσι καὶ ἐν μεγέθεσι καὶ τὸ συνεχὲς ἔχουσι διὰ τὰ μεγέθη. ἀλλὰ νῦν μέν, ὅπερ εἶπον, βραχέως ὑπέμνησε τοῦτο, προϊὼν δὲ καὶ ὅτι τὸ μέγεθος πρώτως ὂν συνεχὲς εἰς μεγέθη διαιρεῖται, ἅτε ἐκ μεγεθῶν συγκείμενον. καὶ διὰ τοῦτο πρῶτον ἔχει τὴν ἐπ’ ἄπειρον διαίρεσιν, διὰ δὲ τὸ μέγεθος ἡ κίνησις, καὶ διὰ τὴν κίνησιν ὁ χρόνος. τὸ δὲ τί ἐστι περὶ μὲν κινήσεως εἴρηται, περὶ δὲ χρόνου καὶ μεγέθους ῥηθήσεται.

“无限并不相同,直至每个量度都可分割为诸量度为止。” 在说明了无限存在于多数事物之中之后(因为无限确实既存在于量度中,也存在于数目中、运动中、时间中,以及按照无限性而存在于一切事物中),他恰当地指出:属于连续之物——即属于量度、运动和时间——的无限,并非作为同一之物而属于它们,亦非作为某种单一的本性以及被述说于上述一切之上的单一属而属于它们。因为无限并非平等地被述说于它们之上(而这乃是属所特有的),而是先在地被述说于其一,后继地被述说于另一。因为,既然无限是按照连续性而属于这些事物的,由于连续者就是向无限可分割者,且量度在第一义上是连续的,所以量度也在第一义上被分割为诸量度,因为它也是由诸量度组成的,并且由于这个缘故它是向无限分割的。而运动由于量度而具有连续性;因为由于发生在连续的量度之上,运动自身也是连续的且可向无限分割的。而时间由于运动而[具有连续性];因为时间是属于运动的某种东西,因为时间是运动的数目。因此,无限既非平等地被述说,亦非作为属被述说,而是始终由于先在者而被述说于次继者,并且由于这个缘故而处于先在与后继之中。而作为先在者与后继者的述说,既存在于同名异义之物中(例如孙子若碰巧与祖父同名便属于此类),也存在于源于同一者之物中。而无限的述说更属于后一种。至于运动从量度处获得连续性,他现在通过说“运动[是连续的]是因为〔物体〕在其上运动或性质变化或增加的量度”而作了简略的提醒,他采用“在其上运动”来指称位移运动,并通过各具体种类的运动提醒我们:所有的运动都属于诸量度,存在于诸量度之中,并且由于诸量度而具有连续性。然而现在,正如我所说,他只是简要地提醒了这一点;而随着论述的推进,他还将说明在第一义上连续的量度被分割为诸量度,因为它是由诸量度组成的。并且由于这个缘故,量度首要地具有向无限的分割,而由于量度运动才具有,由于运动时间才具有。至于它们各自是什么,关于运动已经讲过,关于时间和量度则将要在后文论述。

语法注2 条
  1. 3.64τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου

    这两个属格由被动语态动词 κατηγορεῖται(被述说)所支配,表示述说的对象(相当于 κατηγορεῖσθαι 的对象属格)。它们与前面的 ἐπ’ ἴσης(平等地)相对立,表明此处的述说并非如类(属)概念那样平等地施加于各物,而是具有“一者先、另一者后”的先后次序关系。

  2. 3.64κίνησις μὲν ὅτι τὸ μέγεθος ἐφ’ οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὐξάνεται

    此处是对亚里士多德原书文本(207b22–24)的浓缩引用与概括。这里的 ὅτι 并非承接前面的 εἰπών 引出间接引语宾语从句,而是属于所引述文句的骨架,概括原句“运动[之所以连续]是因为量度(原文为 ὅτι [πρότερον] τὸ μέγεθος,此处省略了谓语词),即在其上发生位移、质变或增长的量度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:509.21-510.14