- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:508.13-509.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了围绕量度(因不存在现实态的无限量度而否定向无限相加)与数目(容许向无限相加)之间不对称性的疑难,并追问亚里士多德关于潜能态与现实态对应关系的原则何以能够自洽成立。
εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐ χρὴ ἐκ τοῦ μὴ εἶναι ἄπειρον ἐνεργείᾳ μέγεθος αἰσθητὸν ἀναιρεῖν τὴν ἐπ’ ἄπειρον πρόσθεσιν. μήποτε οὖν1 ὥσπερ ἐπὶ τῶν μεγεθῶν, διὰ τοῦτο οὐ δυνατὸν παντὸς ὑπερβάλλειν τοῦ ληφθέντος μεγέθους, ὅτι μὴ ἔστιν ἐνεργείᾳ μέγεθος ἄπειρον αἰσθητόν, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀριθμῶν. καὶ γὰρ ἐπ’ ἐκείνων διότι μὴ ἔστιν ἐνεργείᾳ ἄπειρος ἀριθμός, οὐ δυνατὸν παντὸς τοῦ δοθέντος ὑπερβάλλειν πλὴν τῇ ἐπινοίᾳ. αὕτη δὲ ὅτι κενεμβατεῖ πολλάκις μετ’ ὀλίγον δειχθήσεται. πῶς οὖν ἀντιπεπονθέναι κατὰ τοῦτο τὸν ἀριθμὸν ἐλέγομεν τῷ μεγέθει, καθόσον ὁ μὲν ἀριθμὸς ἐπὶ τὸ πλέον ἀεὶ τὸ ἄπειρον ἔχει, τὸ δὲ μέγεθος ἐπὶ τὸ ἔλαττον; ἢ τοῦτο οὐκ ἐπὶ παντός ἐστιν ἀριθμοῦ κατὰ ὑπόστασιν, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐκ τῆς διχοτομίας, τοῦ μεγέθους ἐπ’ ἄπειρον αὐξομένου διὰ τὴν τῆς διχοτομίας ἐπ’ ἄπειρον πρόοδον. ὥσπερ οὖν ὑπερβάλλειν μὲν παντὸς μεγέθους ἀδύνατον, ἐπειδὴ μὴ ἔστιν αἰσθητὸν μέγεθος ἄπειρον, ἔστι δ’ ἐπ’ ἄπειρον προστιθέναι μέγεθος μεγέθει τὰ ἀπὸ τῆς διχοτομίας διαιρέματα ἐπ’ ἄπειρον γινομένης προστιθέντας ἐπ’ ἄπειρον, οὕτως ὑπερβάλλειν μὲν παντὸς ἀριθμοῦ ἀδύνατον πλὴν τῇ ἐπινοίᾳ, ἐπειδὴ μὴ ἔστιν ἐνεργείᾳ ἄπειρος ἀριθμός. μόνῳ δὲ τῷ ἐκ τῆς ἀεὶ γινομένης διχοτομίας ἀριθμῷ προστιθέναι ἀεὶ δυνατὸν κατὰ τὴν ἐνυπάρχουσαν τῆς ὕλης ἀπειρίαν οὐκ ἐπὶ χωριστοῦ ἀριθμοῦ τοῦτο ποιοῦντας, ἀλλ’ ἐπὶ τοῦ τῇ διχοτομίᾳ συμπροϊόντος. καὶ δόξομέν τι λέγειν ἴσως τοῦτο λέγοντες. τάχα δὲ οὐδὲν λέγομεν, διότι τὸ μὲν μέγεθος κἂν ἐπ’ ἄπειρον ἴσχῃ τὴν ἀπὸ τῆς διαιρέσεως προσθήκην, ἀλλ’ οὐχ ὑπερβάλλει2 παντὸς μεγέθους τὸ τὴν προσθήκην δεχόμενον· ἀπὸ γὰρ τῆς διαιρέσεως ἔχει τὴν ἀπειρίαν, ἔνδον δὲ ἐκείνη καὶ οὐκ ἔξω πρόεισιν. ὁ μέντοι ἀριθμὸς ὁ ἐν τῇ διχοτομίᾳ τῇ ἐπ’ ἄπειρον γινομένῃ ἐπ’ ἄπειρον καὶ αὐτὸς προϊὼν διὰ τί μὴ παντὸς ὑπερβάλλει, καίτοι μὴ ὄντος ἀπείρου ἀριθμοῦ κατ’ ἐνέργειαν; πάλιν οὖν ἡμῖν εἰς ταὐτὸν περιελήλυθεν ἡ ἀπειρία,3 πῶς λέγει διὰ τοῦτο μὴ εἶναι ὑπερβολὴν παντὸς ὡρισμένου μεγέθους, ὅτι μὴ ἔστιν ἐνεργείᾳ μέγεθος αἰσθητὸν ἄπειρον, εἴπερ καὶ μὴ ὄντος ἐνεργείᾳ ἀπείρου ἀριθμοῦ τὸν ἀπὸ τῆς ἐπ’ ἄπειρον γινομένης διχοτομίας ἀνάγκη παντὸς ὑπερβάλλειν ἀριθμοῦ. μήποτε οὖν ἐπὶ μὲν τοῦ μεγέθους ἀδύνατον ἦν παντὸς ὑπερβολὴν εἶναι ὡρισμένου μεγέθους, εἰ μὴ ἦν μέγεθος ἄπειρον· τὸ γὰρ ὡρισμένον πᾶν πεπερασμένον. εἰ οὖν τοῦ μεγίστου τῶν ὡρισμένων μεῖζον ἦν λαβεῖν, ἀόριστον ἀνάγκη καὶ ἄπειρον εἶναι τὸ λαμβανόμενον. ἐπὶ δὲ τῆς τοῦ ἀριθμοῦ προσθέσεως καὶ μὴ ὄντος ἀπείρου ἀριθμοῦ ἀνάγκη τὴν ἐκ τῆς διχοτομίας πρόσθεσιν ἐπ’ ἄπειρον γίνεσθαι καὶ παντὸς τοῦ λαμβανομένου ἀριθμοῦ εἶναι πλείονα, ἐπειδὴ καὶ ἡ διχοτομία ἐπ’ ἄπειρον γίνεται μηδέποτε καταντῶσα εἰς τὸ ἐλάχιστον, ὥσπερ ἡ τῶν μεγεθῶν αὔξησις καταντᾷ εἰς τὸ μέγιστον τὸ ὅλον καὶ τὸ πᾶν. τί οὖν οὐχὶ καὶ ἐπὶ τούτου ἀληθές, ὅτι ὡρισμένος πᾶς ἀριθμὸς πεπερασμένος ἐστίν; εἰ οὖν τοῦ μεγίστου ὡρισμένου καὶ πεπερασμένου μείζονα θελήσαιμεν λαβεῖν, ἀνάγκη εἰς ἄπειρον ἐκπεσεῖν. τοῦ γὰρ μεγίστου ὡρισμένου καὶ πεπερασμένου μείζων ὁ ἄπειρός ἐστιν. ὥστε οὐκ ἐνδέχεται οὐδὲ ἀριθμοῦ παντὸς ὡρισμένου ὑπερβολὴν εἶναι, εἰ μὴ ἔστιν ἄπειρος ἀριθμός. πῶς οὖν ἡ ἐπ’ ἄπειρον τοῦ ἀριθμοῦ πρόσθεσις, πῶς δὲ ἡ ἐπ’ ἄπειρον τοῦ μεγέθους διαίρεσις, εἰ μὴ ἔστι μέγεθος ἐλάχιστον, εἰ ἀληθὲς τὸ ῥηθέν, ὅτι ὅσον ἐνδέχεται δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται τοσοῦτον εἶναι;
如果情况确实如此,人们就不应当由于在现实态中不存在无限的感性量度,而否定向无限的相加。那么,难道不能说:正如在量度上,由于在现实态中不存在无限的感性量度,因而不可能超出所取的每一个量度,在数目上情况也是如此吗?因为在数目上,也是由于现实态中不存在无限的数目,除了在构想中之外,便不可能超出每一个给定的数目。而这种构想往往是踏空的妄想,这一点不久就将被表明。那么,我们此前怎么能说根据这一点数目与量度正好反向相对,即数目恒常向着更多者具有无限,而量度向着更小者具有无限呢?或者,这并不是针对每一实存的数目而言,而仅仅是针对来自二分法的数目而言,即量度由于二分法的向无限推进而向无限增加的情形?因此,正如超出每一个量度是不可能的,因为不存在感性的无限量度,但通过将无限进行的二分法所产生的分割部分无限相加,将量度向着量度无限相加却是可能的;同样地,除了在构想中之外,超出每一个数目也是不可能的,因为现实态中不存在无限的数目。而仅仅对于来自恒常进行的二分法的数目而言,按照质料中内在的无限性恒常相加是可能的,并且这不是在分离的数目上进行,而是在伴随二分法一同推进的数目上进行。我们这样说,或许看起来是在表达某种道理。然而也许我们什么道理也没说出来,因为量度即便无限地接受来自分割的相加,但接受相加的那一量度却并不超出每一个量度;因为它所具有的无限性是来自分割的,而那是在内部发生而并不向外推进。然而,在向无限进行的二分法中自身也向无限推进的数目,尽管现实态中并不存在无限的数目,它又为何不能超出每一个数目呢?因此,无限对我们来说又绕回了同一个问题:既然即便在现实态中不存在无限数目的情况下,来自无限进行的二分法的数目也必然超出每一个数目,那么他又如何能说:由于现实态中不存在感性的无限量度,因而就不存在对每一个被限定量度的超出? 那么,难道不能说:在量度上,如果不存在无限量度,便不可能存在对每一个被限定量度的超出?因为一切被限定者都是有限的。因此,如果能够取一个大于被限定者中最大者的量度,所取之物就必然是未限定的且无限的。然而在数目的相加中,即使不存在无限数目,来自二分法的相加也必然向无限进行并大于所取的每一个数目,因为二分法也是向无限进行且决不像量度的增加达至最大者——即整体与全宇宙——那样达至最小者。那么,在数目上“每一个被限定的数目都是有限的”难道不也是真的吗?因此,如果我们想要取一个大于最大的被限定且有限的数目,就必然沦入无限之中。因为大于最大的被限定且有限之物的,乃是无限者。从而,如果不存在无限的数目,也就不容许存在对每一个被限定数目的超出。那么,如果“在潜能态中容许有多大,在现实态中也容许有这么大”这一说法是真的,若不存在最小的量度,数目的向无限相加又如何可能,量度的向无限分割又如何可能呢?
- 3.63μήποτε οὖν
句首的 μήποτε 与 οὖν 连用,用于提出试探性的假说或审慎的推测(“那么,难道不是……”),统摄随后的 ὥσπερ... οὕτως 对应结构。
- 3.63κἂν ἐπ’ ἄπειρον ἴσχῃ τὴν ἀπὸ τῆς διαιρέσεως προσθήκην, ἀλλ’ οὐχ ὑπερβάλλει
在让步从句(κἄν=καὶ ἐάν 搭配虚拟式 ἴσχῃ)之后,主句开头的 ἀλλά 是用于主句(归结句)中突出转折的“归结性 ἀλλά”(apodotic ἀλλά)。动词 οὐχ ὑπερβάλλει 的主语是后置的冠词分词短语 τὸ τὴν προσθήκην δεχόμενον(“接受相加之物”)。
- 3.63πάλιν οὖν ἡμῖν εἰς ταὐτὸν περιελήλυθεν ἡ ἀπειρία
主语 ἡ ἀπειρία(“无限”)在此转喻指有关无限的论题或难题。随后的间接疑问句 πῶς λέγει... 具体展开了这一难题的内容,即对亚里士多德论断的再次质疑与困惑。
