← 辛普里丘

亚里士多德《物理学》注释

§507.3-508.12

宇宙界限与量度在相加上的有限性

辛普里丘阐释了亚里士多德关于量度就分割而言是无限的、但就相加而言因受全宇宙所限而不能向无限增加的论据,并针对亚里士多德关于潜能与现实对应的命题提出了疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.63#1

" Ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον ἐστίν· ἕως τοῦ εἴη γὰρ ἄν τι τοῦ οὐρανοῦ μεῖζον." Τοῦ ἐν τοῖς μεγέθεσιν ἐπὶ μὲν τὴν διαίρεσιν εἶναι τὸ ἄπειρον, ἐπὶ δὲ τὴν πρόσθεσιν μὴ εἶναι, πρότερον μὲν ἀπεδίδου αἰτίαν τὸ τὴν μὲν ὕλην τὸ ἄπειρον οὖσαν καὶ ἐντὸς περιεχομένην χώραν διδόναι τῇ ἐπὶ τὸ ἔλαττον ἐπ’ ἄπειρον προόδῳ, τὸ δὲ εἶδος πέρας ὂν καὶ ἐκτὸς περιέχον μὴ δέχεσθαι τὴν ἐπ’ ἄπειρον πρόσθεσιν, νῦν δὲ τοῦ μὲν ἐπὶ τὸ ἔλαττον ἀεὶ προχωρεῖν1 τὸ συγκεῖσθαι μὲν ἐκ συνεχῶν τὸ συνεχὲς καὶ ἐκ μεγεθῶν τὸ μέγεθος, διαιρεῖσθαι δὲ πᾶν εἰς ἐκεῖνο ἐξ οὗ σύγκειται. μέρη γὰρ ἔχον τὸ μέγεθος μεγέθη τὴν διαίρεσιν καὶ τομὴν εἰς ταῦτα ὑπομένει ὥσπερ τὴν ἀνάλυσιν εἰς τὰ στοιχεῖα. κοινὸν δὲ ἐπ’ ἀμφοῖν τὸ ἐξ ὧν σύγκειταί τι εἰς ταῦτα καὶ διαιρεῖσθαι· ἀλλ’ εἰ μὲν τεμνόμενον, εἰς τὰ μέρη πάντως ἡ τομή,2 εἰ δὲ ἀναλυόμενον, εἰς τὰ στοιχεῖα ἡ ἀνάλυσις γίνεται. ὅτι δὲ ἐκ μεγεθῶν τὸ μέγεθος ἐν τῷ ἕκτῳ βιβλίῳ δείξει διὰ τοῦ ἢ ἐξ ἀμερῶν ἢ ἐκ μεριστῶν εἶναι, τὰ δὲ ἀμερῆ συντιθέμενα διάστασιν μὴ ποιεῖν. τοῦ δὲ μὴ ἐπ’ ἄπειρον αὔξεσθαι τὸ μέγεθος αἴτιόν φησιν εἶναι τὸ προχωροῦσιν ἡμῖν ἐπὶ τὸ μεῖζον τὸ ὅλον ὑπαντᾶν καὶ τὸ πᾶν, ὅπερ ἐστὶν ὡρισμένον, ὥσπερ ἐν τοῖς ἀριθμοῖς ἐπὶ τὸ ἔλαττον προχωροῦσιν ὑπαντήσασα ἡ ἑνὰς ὡρισμένη οὖσα ἵστησι τὴν ἐπ’ ἄπειρον πρόοδον. εἰ δὲ ἦν δυνατὸν προστιθέναι παντὶ σώματι, οὐδὲν ἂν ἦν πᾶν οὐδὲ ὅλον, ἀλλ’ οἷον οἱ φυσιολόγοι λέγουσιν αἰσθητόν τι σῶμα ἄπειρον ἐνεργείᾳ, ὅπερ δέδεικται μὴ ὄν. εἰ δὲ ἦν ἐπ’ ἄπειρον πᾶν μέγεθος αὔξεσθαι δυνάμενον, ὥστε δυνάμει εἶναι τὸ ἀεὶ ὑπερβάλλον, ἦν ἂν καὶ ἐνεργείᾳ τοσοῦτον· ὅσον γὰρ ἐνδέχεται3 δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται· ὥστε ἐπειδὴ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ μέγεθος αἰσθητὸν ὡς δέδεικται, οὐδ’ ἐπ’ ἄπειρον προϊόντας ἐνδέχεται παντὸς ὑπερβάλλειν ὡρισμένου μεγέθους, ἵνα μηδὲν ᾖ ἐνεργείᾳ τοῦ κόσμου μεῖζον, ὅσπερ ἐστὶ τὸ ὅλον καὶ πᾶν μέγεθος οὐ κατὰ Πλάτωνα μόνον ἀλλὰ καὶ κατὰ Ἀριστοτέλην. καλοῦσι δὲ ἄμφω καὶ τὸν ὅλον κόσμον οὐρανὸν ἢ ἐκ τοῦ ἐν αὐτῷ κυριωτέρου καὶ πλείστου τὸ ὅλον προσαγορεύοντες, ἢ ὅτι τὸ πρὸς τὸν ἑαυτοῦ δημιουργὸν ἐστράφθαι καὶ ὁρᾶν ἄνω, ἀφ’ οὗ καὶ οὐρανὸς καλεῖται, οὐ τῷ ἀιδίῳ μόνῳ σώματι ὑπάρχει, ἀλλὰ καὶ τῷ παντὶ κόσμῳ. ὅτι δὲ οὐδέν ἐστιν τοῦ κόσμου μεῖζον μέγεθος οὐδέ τι ἔξω τοῦ οὐρανοῦ, δείξει μὲν ἐν τῇ Περὶ οὐρανοῦ προηγουμένως, δέδεικται δὲ ὡς οἶμαι καὶ ἤδη διὰ τῶν τὸ ἄπειρον μέγεθος ἀναιρούντων λόγων. εἰ γὰρ ἦν ἔτι τοῦ κόσμου μεῖζον ἀόριστον λοιπὸν ὑπάρχον, ἄπειρον ἂν ἦν. Ἀλλὰ πῶς φησιν ὅσον γὰρ ἐνδέχεται δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται τοσοῦτον εἶναι; οὐδὲ γὰρ ἐπειδὴ παντὶ ἀριθμῷ δυνατὸν προσθεῖναι, ἤδη καὶ ἐνεργείᾳ ἐστὶν ἄπειρος ἀριθμός, οὐδὲ ἐπειδὴ μὴ ἔστιν ἐνεργείᾳ ἄπειρος ἀριθμός, ἤδη διὰ τοῦτο κωλύεται ἡ ἐπ’ ἄπειρον τοῦ ἀριθμοῦ πρόσθεσις· παντὶ γὰρ τῷ λαμβανομένῳ προσθεῖναι δυνατόν. ὥστε φαίη ἄν τις, κἂν ἄπειρον ἐνεργείᾳ μέγεθος μὴ ᾖ, τί κωλύει δυνάμει εἶναι τῷ δύνασθαι ἐπ’ ἄπειρον αὔξεσθαι; καὶ γὰρ τὸ ἐν τῇ διαιρέσει δυνάμει τῷ δύνασθαι ἀεί τι λαμβάνειν ἔλαττόν ἐστιν, οὐχ ὅτι ληφθήσεταί ποτε τὸ ἐλάχιστον. τί οὖν κωλύει καὶ τὸ ἐν τῇ προσθέσει δυνάμει οὕτως εἶναι, ὡς δύνασθαί τι ἀεὶ λαμβάνειν μεῖζον, μηδέποτε δὲ καταντᾶν εἰς τὸ μέγιστον;

“但在量度上情况正好相反;直至:因为会有某种比天更大的东西。” 关于在量度中无限就分割而言存在、但就相加而言不存在这一点,此前[亚里士多德]指出的原因是:质料作为无限且被包摄在内部,为向着更小者的无限推进提供了空间,而形式作为极限且从外部包摄,并不接受向无限的相加;但现在,对于恒常向着更小者推进[的原因,他指出]:连续者由连续者组成,量度由量度组成,并且一切事物都分割为其所由组成之物。因为具有量度作为部分的量度,接受向着这些部分的分割与切分,正如接受向着元素的分解一样。而在两者中共有的,乃是事物由何组成便分割为何物;但如果是被切分,切分无论如何都进入各部分,而如果是被分解,分解则是进入各元素。至于量度由量度组成,他将在第六卷中通过以下论证来表明:量度要么由无部分者组成,要么由具部分者组成,而无部分者组合起来并不产生延展。另一方面,关于量度不向无限增加,他说是由于当我们向着更大者推进时,整体与全宇宙——它本身是被限定的——便挡在我们面前,正如在数目中当我们向着更小者推进时,被限定的一(henad)挡在我们面前并止住了向无限的推进。如果能够对每一个物体进行相加,那么就没有任何东西是全宇宙或整体,而是会如同自然哲学家们所说的那样,存在着某种现实态中无限的感性物体,但这已被证明是不存在的。如果一切量度都能够向无限增加,从而恒常超出的东西在潜能态中存在,那么在现实态中它也会如此巨大;因为在潜能态中容许有多大,在现实态中也容许有多大。因此,既然如已证明的那样,没有任何感性量度在现实态中是无限的,那么向无限推进的人也不可能超出任何被限定的量度,以至于在现实态中没有任何东西比宇宙更大,而宇宙不仅依柏拉图而且依亚里士多德看来就是整体和全部量度。他们两人也将整个宇宙称为“天”,要么是由于根据其中更为首要且最大的部分来称呼全体,要么是因为转向自身的造物主并仰望上方(天即由此得名)不仅属于永恒物体,而且属于整个宇宙。至于没有任何量度大于宇宙,也没有任何东西居于天外,他将在《论天》中专门表明,但依我看,通过消除无限量度的诸论证这也已经被表明了。因为如果还有某种比宇宙更大的东西作为未被限定者残存着,它就会是无限的了。 但他怎么能说“在潜能态中容许有多大,在现实态中也容许有这么大”呢?因为并不能由于可以对任何数目相加,现实态中就已经存在着无限数目,也不能由于现实态中不存在无限数目,数目的向无限相加就因此受到阻碍;因为对所取的任何数目都能够进行相加。因此有人可能会说:即便不存在现实态中无限的量度,又有何妨碍它由于能够向无限增加而处于潜能态之中呢?因为分割中的潜能态也是由于能够恒常取某个更小者,而并非因为最小者终将被取到。那么,又有何妨碍相加中的潜能态也是这种情形,即能够恒常取某个更大者,但决不达至最大者呢?

语法注3 条
  1. 3.63νῦν δὲ τοῦ μὲν ἐπὶ τὸ ἔλαττον ἀεὶ προχωρεῖν

    与前文“此前……指出的原因是(πρότερον μὲν ἀπεδίδου αἰτίαν τὸ...)”相对比,属格 τοῦ...προχωρεῖν 依附于补出的动词(如 αἰτίαν ἀποδίδωσι)。随后的冠词加不定词从句 τὸ συγκεῖσθαι... 充当其宾语,表示该原因的具体内容。

  2. 3.63ἀλλ’ εἰ μὲν τεμνόμενον, εἰς τὰ μέρη πάντως ἡ τομή

    分词 τεμνόμενον 构成了省略的条件从句,相当于 εἰ μὲν τέμνοιτό τι(“如果某物被切分”)或省略系动词的形式。它与后文的 εἰ δὲ ἀναλυόμενον 相对照,简洁地对比了切分(成为部分)与分解(成为元素)的不同归宿。

  3. 3.63ὅσον γὰρ ἐνδέχεται δυνάμει εἶναι, καὶ ἐνεργείᾳ ἐνδέχεται

    此处表达了亚里士多德关于物理量度潜能与现实对应的模态原理。正如后文引述补充了“τοσοῦτον εἶναι”并作为反驳对象所显示的那样,主句中对应于关系词 ὅσον 的指示词(τοσοῦτον εἶναι,“达到如此大”)在构架上被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:507.3-508.12