- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:505.30-507.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德关于数目的无限增长源于量度分割的论点提出疑难,指出纯思维中的单子数目以及生灭、时间、运动的数目并不能直接套用此说,并解释道只有在具有实在持存性的具质料量度上,通过分割片的相加而实现数目的增加才成立。
ἀλλ’ ἔνυλος δηλονότι, ὡς διὰ τὴν ὕλην καὶ ἐπὶ τούτου τῆς ἀπειρίας συμβαινούσης. ἀλλ’ ἡ ἀπὸ τῶν ἐπ’ ἄπειρον γινομένων διαιρεμάτων τοῦ μεγέθους πρόσθεσις μεγέθους ἐστὶν ἐπ’ ἄπειρον αὔξησις καὶ οὐκ ἀριθμοῦ· εἰ οὖν τὸν μοναδικὸν ἀριθμὸν λάβοιμεν μὴ προσποιούμενοι μέγεθος, ἆρα οὐκ ἀνάγκη καὶ ἐπὶ τούτου παντὶ τῷ λαμβανομένῳ τοιούτῳ δυνατὸν εἶναι προσθεῖναι μονάδα; ὅλως δὲ ἡ ἀεὶ γινομένη πρόσθεσις ἐπὶ τοῦ τῶν ἀνθρώπων ἢ τῶν ἄλλων τῶν ἐν γενέσει ἀριθμοῦ ἀπὸ ποίας προστίθεται διαιρέσεως; ὁ δὲ ἀριθμὸς τῆς οὐρανίας κινήσεως καὶ τοῦ χρόνου ἀπὸ ποίας προσγινομένης διαιρέσεως αὔξεται; μήποτε οὖν οὐ παντὸς ἀριθμοῦ τὴν ἐπ’ ἄπειρον αὔξησιν ἀπὸ τῆς τοῦ μεγέθους διαιρέσεως γίνεσθαί φησιν,1 ἀλλὰ τοῦ ἐν ὑποστάσει ὄντος καὶ ὑπομένοντος. πῶς γὰρ οἷόν τε αὔξεσθαι ἢ πρόσθεσιν δέχεσθαί τινα τὸ μὴ ὑφεστὼς μηδὲ ὑπομένον; ὥστε οὐδὲ τὸν μοναδικὸν ἀριθμὸν αὔξεσθαι ῥητέον (ἐν ἐπινοίᾳ γὰρ οὗτος μόνῃ τὸ εἶναι ἔχει) οὔτε τὸν τῶν ἀνθρώπων ἢ τῆς κινήσεως ἢ τοῦ χρόνου ἢ ὅλως τῶν γινομένων καὶ φθειρομένων. οἱ γὰρ τούτων ἀριθμοὶ ἐν τῷ φθείρεσθαι τὰ πρότερα τὸ εἶναι ἔχουσι. καὶ οὐχ ὑπομένει τὰ πρότερα, ὥστε προστίθεσθαι τὰ ἐφεξῆς καὶ τὸν ἐξ ἀρχῆς ἀριθμὸν αὔξεσθαι, πλὴν εἰ μὴ ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ οὐδὲ αὐτῇ ὑπομενούσῃ, ἀλλὰ μόνως ἂν τοῦτο συμβαίνοι ἐπὶ τῆς τῶν ἐκ τοῦ μεγέθους διαιρεμάτων προσθέσεως, ποτὲ μὲν ὡς μεγεθῶν, ποτὲ δὲ ὡς μονάδων λαμβανομένων, καὶ διὰ τοῦτο ποτὲ μὲν ὡς μέγεθος ἐπ’ ἄπειρον αὐξανόντων, ποτὲ δὲ ὡς ἀριθμόν.2 τοῦτο δέ ἐστι τὸ ἐνεργείᾳ μηδέποτε τὸ ἄπειρον ἀπολαβεῖν μήτε τὸ μέγεθος μήτε τὸν ἀριθμόν, δυνάμει δὲ ἐνυπάρχειν τὸ δύνασθαι ἐπ’ ἄπειρον ἀεὶ προχωρεῖν διὰ τὸ δυνάμει καὶ τὸ ἄπειρον τῆς ἐνυπαρχούσης ὕλης, δι’ ἣν καὶ ἐν τῇ προσθέσει τῶν ἐνύλων ἀριθμῶν τὸ ἐπ’ ἄπειρον ὑφέστηκεν. ἔοικε δὲ καὶ ὁ Ἀριστοτέλης ἐνδείκνυσθαι τὴν ὑπ’ ἐμοῦ ῥηθεῖσαν λύσιν διὰ τοῦ ἀεὶ μὲν ὑπερβάλλειν τὰ λαμβανόμενα παντὸς ὡρισμένου πλήθους. ἀλλ’ οὐ χωριστὸς οὗτος ὁ ἀριθμός. ἀλλ’ οὐδὲ μένει ἡ ἀπειρία, ἀλλ’ ἀεὶ γίνεται ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου. λέγει γὰρ ὅτι κἂν ἀεὶ ὑπερβάλλῃ τὰ λαμβανόμενα παντὸς ὡρισμένου πλήθους, ἀλλ’ οὐκ ἐπὶ χωριστοῦ τινος ἀριθμοῦ καὶ ἐν ἐπινοίᾳ κειμένου τοῦτο θεατέον, ἀλλ’ ἐπὶ τοῦ σωματικοῦ, ἐφ’ οὗ καὶ ἡ διαίρεσις ἡ τῆς προσθέσεως αἰτία τοῖς ὑπομένουσι διὰ τὴν ὕλην ἔχει τὸ ἐπ’ ἄπειρον. οὐ γὰρ ἕστηκεν ἡ ἀπειρία, ἀλλ’ ὡς ἐπὶ τῆς κινήσεως καὶ τοῦ χρόνου καὶ τοῦ ταῦτα μετροῦντος ἀριθμοῦ οὐ μένει ἡ ἀπειρία ἀλλ’ ἀεὶ γίνεται, πλὴν ὅτι ἐπὶ μὲν τῆς ἐκ τῶν διαιρεμάτων προσθέσεως ὑπομένον τὸ πρότερον δέχεται τὸ ἐπιόν, κἂν τὸ ἄπειρον καὶ ἐπὶ ταύτης οὐχ ὑπομένῃ, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχῃ, ὡς καὶ ἐπὶ κινήσεως καὶ χρόνου καὶ τοῦ μοναδικοῦ ἀριθμοῦ. διάφορον δὲ ἔχει ταῦτα τὸ γίνεσθαι τὸ ἄπειρον τοῦ πρώτου φθειρομένου καὶ μηδὲ πρόσθεσιν δεχομένου.3 ἀλλὰ τί καὶ τούτοις αἴτιόν ἐστι τῆς ἐπ’ ἄπειρον προόδου ὥσπερ τοῖς ὑπομένουσι τὰ τῶν μεγεθῶν ἔνυλα διαιρέματα; ἢ τὸ ἀεὶ ἐνυπάρχον δυνάμει, ὑλικὸν καὶ αὐτὸ ὄν, τὸ ἀεὶ δύνασθαι παρέχεται, ἀριθμὸς δὲ χρόνου τὸ πρότερον καὶ ὕστερον, ὃ ἐπ’ ἄπειρον λαμβάνεται τῷ ἄλλο καὶ ἄλλο γίνεσθαι. ἀριθμὸν δὲ χρόνου λέγει, καθ’ ὃν καὶ ἀριθμεῖ καὶ ἀριθμεῖται ὁ χρόνος.
“然而[这一数目]显然是具质料的,因为由于质料的缘故,无限性也发生在此[数目]上。”但是,由量度的无限进行的分割片所作的相加,是量度向无限的增加,而不是数目的[增加]。因此,如果我们取单子数目而不假托量度,难道在此[单子数目]上也必然能够对每一个这样所取的数目相加一个单子吗?总的来说,在人或处于生成之中的其他事物的数目上恒常产生的相加,究竟是从何种分割中相加进去的呢?天球运动和时间的数目,又是从何种附加的分割中增加的呢?那么,或许他并不是说一切数目向无限的增加都从量度的分割中产生,而是就处于实在之中且持存的数目而言的。因为既不实在存在也不持存之物,怎么可能增加或者接受某种相加呢?因此既不能说单子数目在增加(因为这一数目仅在思念中具有其存在),也不能说人的数目、运动的数目、时间的数目,或总的来说生灭之物的数目在增加。因为这些事物的数目恰在其前者的毁灭之中具有其存在。并且前者并不持存,以至于使相继者相加进来从而最初的数目增加,除非是在我们自身也并不持存的表象之中;相反,唯有在由量度而来的分割片的相加中这种情况才会发生,这些分割片有时作为量度、有时作为单子被取,并因此有时作为量度、有时作为数目而向无限增加。而这就是:量度与数目都决不在现实态中获得无限,但由于内在于其中的质料的潜能与无限性,恒常向无限推进的能力在潜能态中内在于其中,正是由于质料,在具质料数目的相加中无限才得以实在确立。而亚里士多德似乎也通过“所取之物总是超越一切限定的多数。但这一数目不是分离的。并且无限性也不留存,而是正如时间以及时间的数目一样总是处于生成之中”提示了我所陈述的解答。因为他说,即便所取之物总是超越一切限定的多数,但这也决不应当在某种分离且居于思念之中的数目上来看待,而应当在物体性的数目上来看待,正是在物体性的数目上,作为相加之原因的分割,由于质料的缘故对于持存者而言具有无限性。因为无限性并未驻足,而是正如在运动、时间以及量度这些的数目中一样,无限性并不留存而是总是处于生成之中;唯独在源于分割片的相加中,前者持存着并接受随后而来者,即便在此[相加]中无限性也并不持存,而是正如在运动、时间和单子数目中一样,在其处于生成之中具有其存在。而这些事物具有这样一个差异:无限性是在第一者毁灭且根本不接受相加的情况下生成的。但是,正如量度的具质料分割片对于持存者而言是原因一样,对于这些事物而言向无限推进的原因又是什么呢?难道不是恒常在潜能态中内在于其中的东西,由于自身也是质料性的,提供了恒常的可能,而时间的数目是前与后,前与后由于一个又一个的相继生成而被无限地取吗?他所谓的“时间的数目”,乃是时间依据它既进行计算又被计算的数目。
- 3.62μήποτε οὖν οὐ παντὸς ἀριθμοῦ τὴν ἐπ’ ἄπειρον αὔξησιν ἀπὸ τῆς τοῦ μεγέθους διαιρέσεως γίνεσθαί φησιν
μήποτε 在此并非表示担忧或恐惧,而是用来委婉提出解说性观点的惯用法(“或许……不是说”)。主句动词 φησιν 的主语是省略的亚里士多德,支配宾格加不定式结构(τὴν ἐπ’ ἄπειρον αὔξησιν... γίνεσθαι)。
- 3.62ποτὲ μὲν ὡς μέγεθος ἐπ’ ἄπειρον αὐξανόντων, ποτὲ δὲ ὡς ἀριθμόν
αὐξανόντων 是现在时主动分词属格复数,与前面的中性被动分词 λαμβανομένων(修饰 διαιρεμάτων)不同。此处它作为属格独立结构,其隐含的逻辑主语是“增加这些量度或数目的人(考察者们)”。
- 3.62διάφορον δὲ ἔχει ταῦτα τὸ γίνεσθαι τὸ ἄπειρον τοῦ πρώτου φθειρομένου καὶ μηδὲ πρόσθεσιν δεχομένου
句子的主语是 ταῦτα,动词是 ἔχει,宾语是名词化不定式短语 τὸ γίνεσθαι τὸ ἄπειρον,διάφορον 作宾语补足语(“这些事物具有……这一差异”)。随后的 τοῦ πρώτου φθειρομένου... 是不定式短语内部表示伴随情况的属格独立结构。
