- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:504.23-505.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了数目与量度在无限性上不对称的原因:数目在减少方向受单子限制但在增加方向是无限的,而量度则正相反。他解释道,由于数目由不可分的一构成,其分割必然停止,而数目在增加方向上的无限性则派生自量度的可分割性。
" Εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ ἕως τοῦ ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου." Εἰπὼν τὴν αἰτίαν τῆς ἐν τῷ μεγέθει κατὰ τὴν ἀπειρίαν διαφορᾶς, καθ’ ἣν ἐπὶ μὲν τὸ ἔλαττον ἔστιν ἀεὶ τοῦ ληφθέντος ὑπερβάλλειν, ἐπὶ δὲ τὸ μεῖζον οὐκ ἔστι, νῦν τὴν αἰτίαν παραδίδωσι τῆς ἐν τῇ ἀπειρίᾳ διαφορᾶς τοῦ τε ἀριθμοῦ καὶ τοῦ μεγέθους, διὰ τί ἐν μὲν τῷ ἀριθμῷ ἐπὶ τὸ ἔλαττον οὐκ ἔστιν ἐπ’ ἄπειρον προϊέναι (καταλήγομεν γὰρ εἰς πέρας τὴν μονάδα), ἐπὶ δὲ τὸ πλέον ἔστι (τὸν γὰρ προτιθέμενον πάντα ἀριθμὸν ἔστιν αὐξῆσαι)· ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον ἐπὶ μὲν τὸ ἔλαττον ἔστι παντὸς ὑπερβάλλειν μεγέθους, ἐπὶ δὲ τὸ μεῖζον οὐκ ἔστι. καὶ πρώτην ἀποδίδωσιν τὴν αἰτίαν τοῦ μὴ ἐπ’ ἄπειρον προϊέναι τὴν τοῦ ἀριθμοῦ διαίρεσιν. αὕτη δέ ἐστι τὸ τὸν ἀριθμὸν ἐκ πλειόνων ἑνῶν συγκεῖσθαι, τὸ δὲ ἐξ ἑνῶν συγκείμενον εἰς ἕνα καὶ διαιρεῖσθαι, τὸ δὲ ἓν καθὸ ἓν ἀδιαίρετον ὑπάρχειν. πῶς οὖν οἷόν τε ἐπ’ ἄπειρον γίνεσθαι τὴν διαίρεσιν; ἐλθόντες γὰρ εἰς τὰς ἑνάδας ἀδιαιρέτους οὔσας ἱστάμεθα. καὶ ὅτι μὲν ἐξ ὧν σύγκειται ἕκαστον πρώτων, εἰς ταῦτα διαιρεῖται ἔσχατα, καὶ ἤδη εἴρηται καὶ προφανές ἐστιν. ὅτι δὲ τὸ ἓν ἀδιαίρετόν ἐστιν, ὑπέμνησε διὰ τοῦ οἷον ἄνθρωπος εἷς ἄνθρωπος καὶ οὐ πολλοί. καθὸ γὰρ ἄνθρωπος, ἀδιαίρετος· εἰς ἀνθρώπους γὰρ ἂν διῃρεῖτο.1 ἡ γὰρ εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας διαίρεσις οὐχ ὡς ἀνθρώπου ἐστίν, ἀλλ’ ὡς ἐκ μορίων συγκειμένου. τὸ δέ γε ἓν εἶδος ὂν ὥρισται, τὸ δὲ ὡρισμένον ὂν καθὸ ὥρισται ἀδιαίρετόν ἐστιν. ἀμέλει καὶ τῶν ἀριθμῶν ἕκαστος κατὰ τὸ ἑαυτοῦ εἶδος εἷς ὢν ἀδιαίρετός ἐστι, διαιρεῖται δὲ κατὰ τὰς ἐνυπαρχούσας ἑνάδας οἷον ὕλης λόγον ἐχούσας ἐν αὐτῷ. αὕτη δὲ ἡ ἑνὰς ἢ μονὰς οὐκ ἔχουσα ὕλην οὐδὲ ἄλλο τι οὖσα ἢ εἶδος ἀδιαίρετός ἐστιν. ὅλως δὲ εἰ διαιροῖτο τὸ ἕν, εἰς τί ἂν διαιρεθείη; ἢ πάντως εἰς ἡμίση. ἀλλὰ καὶ τούτων ἕκαστον ἓν καὶ οὐδὲ ἔλαττον τοῦ ἐξ ἀρχῆς· τὸ γὰρ ἓν ἦν τὸ ἐν ἀριθμῷ ἐλάχιστον. πῶς οὖν ἂν διαιρεθείη; ὅτι δὲ ὁ ἀριθμὸς ἐξ ἑνῶν σύγκειται, ὑπέμνησε διὰ τοῦ ὁ δὲ ἀριθμὸς ἔστιν ἕνα πλείω καὶ ποσὰ ἄττα· τὰ γὰρ δύο καὶ τρία παρώνυμα ὀνόματά ἐστιν. εἰ οὖν ὁ ἀριθμὸς μηδὲν ἄλλο ἐστὶν εἰ μὴ πλείονα ἕνα, ἅτινα ποσά τινά ἐστι, καὶ ἕκαστος τῶν ἀριθμῶν ἐκ τῶν ἐν ἑαυτῷ μονάδων ὠνόμασται (δύο γὰρ τὰ ἐκ δυεῖν μονάδων καὶ τρία τὰ ἐκ τριῶν), δῆλον ὅτι ἐκ τούτων σύγκειται ὁ ἀριθμός. εἰ οὖν ἀδιαίρετος ἡ μονὰς καὶ σύγκειται ἐκ μονάδων ὁ ἀριθμός, ἐξ ὧν δὲ σύγκειται εἰς ταῦτα καὶ διαιρεῖται, ἀνάγκη στῆναι ἐπὶ τὸ ἀδιαίρετον, τουτέστιν ἐπὶ τὸ ἐλάχιστον καὶ τὴν μονάδα. Εἰπὼν δὲ τὴν αἰτίαν τῆς ἐπὶ τὸ ἀδιαίρετον στάσεως ἐπάγει λοιπὸν τὴν αἰτίαν τῆς ἐπὶ τὸ πλέον ἐν τοῖς ἀριθμοῖς ἐπ’ ἄπειρον προκοπῆς λέγων τοῦτο τὸ ἐπ’ ἄπειρον ἀπὸ τοῦ ἐν τοῖς μεγέθεσι γίνεσθαι. τῷ γὰρ ἐκεῖνα ἐπ’ ἄπειρον τέμνεσθαι διὰ τὴν περιεχομένην ἐν αὐτοῖς τῆς ὕλης ἀπειρίαν, τούτῳ καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ἐπ’ ἄπειρον αὔξησις γίνεται.2 καὶ ἔστιν ἀμφοτέροις παρὰ τῆς ὕλης τὸ ἄπειρον. διὸ καὶ αὐτὸς ἐπήγαγεν ἀλλ’ οὐ χωριστὸς οὗτος ὁ ἀριθμός.
“在数目中的情况也合乎情理”至“正如时间以及时间的数目一样[为止]”。 在说明了在量度中关于无限性的差异的原因——按照这一差异,向更小的方向总是可以超越所取的[量度],而向更大的方向则不然——之后,他现在阐明了数目与量度在无限性上的差异的原因:为什么在数目中向更小的方向不能无限进行(因为我们终结于作为界限的单子),而向更多的方向则可以(因为凡被提出的数目都能够增加);而在量度中则正相反,向更小的方向能够超越一切量度,而向更大的方向则不然。他首先给出了数目的分割不无限进行的原因。而这就是:数目是由多个一来构成的,而由多个一来构成的物也被分割为一,并且一就其为一而言是不可分的。那么,分割怎么可能无限产生呢?因为当我们到达作为不可分的诸一(单一体)时,我们便停下来了。并且,各事物在最终被分割为其所由以构成的最初成分,这既已被说明,也是显而易见的。但是,一之所以是不可分的,乃是他通过“例如人是一个人而不是许多人”所提示的。因为就其为人而言,他是不可分的;否则他就会被分割为若干人了。因为分割为头、手和脚并不是作为人而被分割,而是作为由部分合成之物而被分割。而一作为形式已被限定,而已被限定之物就其被限定而言是不可分的。诚然,各数目就其自身的形式而言作为一也是不可分的,但它是依照其内在于其中、在其中仿佛具有质料之规定的诸一而被分割的。然而,这单一体或单子没有质料,且非他物而唯是形式,因而它是不可分的。总的来说,如果一被分割,它将被分割为什么呢?必定是被分割为两半。但这之中的每一半也是一,并且也不小于最初的那个;因为一是数目中最小的。那么,它又怎么会被分割呢?至于数目是由多个一来构成的,这是他通过“数目是多个一以及某些量”所提示的;因为“二”和“三”是派生名称。因此,如果数目不是别的,正是作为某些量的多个一,并且各数目都是从其内部的单子得名的(因为由两个单子所成之物是“二”,由三个[单子所成之物是]“三”),那么显然数目是由这些构成的。因此,如果单子是不可分的,且数目是由单子构成的,并且它又被分割为其所由以构成的事物,那么必然在不可分者处,亦即在最小者与单子处停下来。 在说明了在不可分者处停止的原因之后,他接着引入了在数目中向更多的方向无限推进的原因,说这种无限是从量度中的无限产生的。因为正由于那些[量度]因其中所包容的质料的无限性而无限被截断,数目中向无限的增长也正是由此而产生的。并且对于二者而言,无限都是来自于质料。所以他自己也补充道:“但这种数目并不是分离的”。
- 3.62καθὸ γὰρ ἄνθρωπος, ἀδιαίρετος· εἰς ἀνθρώπους γὰρ ἂν διῃρεῖτο.
分句 εἰς ἀνθρώπους γὰρ ἂν διῃρεῖτο 是带有未完成过去时直陈式加 ἄν 的与过去/现在事实相反的虚拟句,省略了条件从句,即“因为[若是作为人而被分割的话,]他就会被分割为若干人了”。
- 3.62τῷ γὰρ ἐκεῖνα ἐπ’ ἄπειρον τέμνεσθαι διὰ τὴν περιεχομένην ἐν αὐτοῖς τῆς ὕλης ἀπειρίαν, τούτῳ καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ἐπ’ ἄπειρον αὔξησις γίνεται.
带冠词不定式短语 τῷ ... τέμνεσθαι 是表示原因或手段的与格句,与主句中的指示代词与格 τούτῳ(“由此”)相呼应,构成了原因与结果的对应结构:“正由于那些被切断……,数目的增加也正是由此产生的”。
