- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:504.1-504.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》207a33中如何基于形式是包容者(界限)而质料是被包容者(无限)这一原理,论证量度的无限性在分割上是无限的而在增加上却保持有限这一不对称性。
" Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν ἕως τοῦ περιέχει δὲ τὸ εἶδος." Δείξας ὅτι οὐ περιέχει τὸ ἄπειρον ἀλλὰ περιέχεται ἐν τοῖς μεγέθεσιν αἴτιον τοῦτό φησι τοῦ ἐν τῷ ἀπείρῳ ἀνομοίου, διότι τὸ μὲν ἐπὶ τὴν πρόσθεσιν οὐκ ἔστιν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν μεγέθους, τὸ δὲ ἐπὶ τὴν διαίρεσίν ἐστιν ὥστε παντὸς ἐλλείπειν.1 τούτου δὲ αἴτιον τὸ περιέχεσθαι μὲν τὴν ὕλην ἐντὸς ἄπειρον οὖσαν καὶ τῆς ἀπειρίας αἰτίαν, περιέχειν δὲ τὸ εἶδος. διὸ μικρότερον μὲν ποιεῖν ἐπ’ ἄπειρον βουλομένοις δίδωσι τὴν χορηγίαν ἐνυπάρχουσα κατὰ τὴν ἀπειρίαν ἡ ὕλη. διὰ ταύτην δὲ καὶ ἡ ἀπὸ τῶν διαιρεμάτων πρόσθεσις ἐπ’ ἄπειρον γίνεται, τὸν δὲ τοῦ εἴδους περιορισμὸν πέρατος ὄντος ὑπερπεσεῖν ἀδύνατον. ἢ οὕτω γε καὶ τὸ εἶδος αὔξεσθαι συμβήσεται· οὐ γίνεται δὲ τὸ εἶδος οὔτε μεῖζον οὔτε ἔλαττον. εἰ μὲν γὰρ ἦν τὸ ἄπειρον κατὰ πρόσθεσιν οὕτως ὥστε παντὸς ὑπερβάλλειν, ἦν ἂν τὸ ἄπειρον κατὰ τὸ περιέχον καὶ ὁρίζον καὶ περατοῦν (ἡ γὰρ προσθήκη κατὰ τοῦτο)· τὸ δὲ περατοῦν ἐστι τὸ εἶδος. καὶ ἦν ἂν οὕτως κατὰ τὸ εἶδος ἡ ἀπειρία. τοῦτο δὲ ἄτοπον· πέρατος γὰρ ἀλλ’ οὐκ ἀπειρίας αἴτιον τὸ εἶδος, ἐπειδὴ δὲ ἐπὶ τὴν διαίρεσιν ἡ ἀπειρία, οὐδὲν ἄτοπον. ἡ γὰρ ὕλη τὸ ἄπειρον οὖσα περιέχεται, καὶ ἡ διαίρεσις καὶ ἡ κατὰ τὴν διαίρεσιν πρόσθεσις κατὰ τὸ περιεχόμενον γίνεται. δόξει δὲ τὴν ὕλην κατὰ τὸν αὑτῆς λόγον μέγεθος ποιεῖν, εἴ γε ἡ διαίρεσις κατ’ αὐτήν. ἢ οὐ τὴν ὕλην διαιρεῖσθαι λέγοι ἄν,2 ἀλλὰ τὸ μέγεθος κατὰ τὴν ὕλην, ἥτις ἐστὶ τὸ ἐν αὐτῷ ἄπειρον.
“按照增加而言的情况也合乎情理地产生”至“而形式予以包容[为止]”。 在指明了在量度中无限并不是包容而是被包容之后,他说,这就是无限中不对称性的原因,即按增加而言,它并不是以超越一切量度的方式成为无限,而按分割而言,它是以小于一切[量度]的方式成为无限。而这的原因乃在于:作为无限且作为无限性之原因的质料在内部被包容,而形式予以包容。因此,对于那些期望将其无限变小的人,内在的质料按照其无限性提供了资源。并且由于这质料,由分割所得之物而来的增加也是无限进行的,但要越过作为界限的形式的限定范围是不可能的。否则,形式自身也会跟着发生增长;然而形式既不会变得更大,也不会变得更小。因为,如果按增加而言的无限是以超越一切量度的方式存在,那么无限就将依随那包容、规定和限定者而存在(因为增加乃是依随此者的);而限定者乃是形式。这样一来,无限性就将依随形式了。但这是荒谬的;因为形式是界限的原因,而不是无限性的原因。然而,既然无限性是就分割而言的,那就没有任何荒谬之处;因为作为无限的质料是被包容的,并且分割以及依照分割的增加都是依随被包容者而发生的。但是,如果分割确实是依照质料而产生的,似乎就会使质料按照自身的规定成为量度。或者可以说,并不是质料被分割,而是量度依照质料(即其内在的无限)被分割。
- 3.61ὥστε παντὸς ἐλλείπειν
在由 ὥστε 引导的结果从句中,动词 ἐλλείπειν 支配表示比较与不足的属格 παντός。与前文的 παντὸς ὑπερβάλλειν μεγέθους 相对照,παντός 之后承前省略了 μεγέθους。
- 3.61ἢ οὐ τὴν ὕλην διαιρεῖσθαι λέγοι ἄν
连词 ἤ 引入了针对前文疑难(似乎使质料按照自身的规定成为量度)的替代性解决方案,而 ἄν 搭配希求式(λέγοι ἄν)表达谨慎的推测。其省略的主语是不定代词(“人们”或“学者”)。
