← 辛普里丘

亚里士多德《物理学》注释

§502.13-503.35

作为质料的无限的不可知性与对柏拉图的辩护

辛普里丘针对亚里士多德在207a18处的论述进行注解,阐明了那些论述无限者如何将无限与整体相混淆并将其尊崇为包容万物者的谬误,论证了无限作为质料反而是被形式所包容且不可知的;随后他化解了关于可知界无限的柏拉图学说在表面上的困难,并为其真意进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.60

" Ἐπεὶ ἐντεῦθέν γε λαμβάνουσι τὴν σεμνότητα ἕως τοῦ καὶ τὸ ἀόριστον περιέχειν καὶ ὁρίζειν." Εἰπὼν ὅτι τὸ οὗ μηδέν ἐστιν ἔξω τῷ ὅλῳ προσῆκον ἐπὶ τὸ ἄπειρον μεταφέρουσιν αἴτιον εἶναί φησι τοῦ σεμνύνειν αὐτοὺς τὸ ἄπειρον ὡς πάντα περιέχον τὸ ὡς ὅλον αὐτὸ ἐννοεῖν,1 διότι τὸν τοῦ ὅλου ὁρισμὸν ἐπ’ αὐτὸ μεταφέρουσι. καὶ ἴσως ἔχει τινὰ πρόφασιν ὁ παραλογισμός. ἔχει γάρ τινα ὁμοιότητα τὸ ἄπειρον πρὸς τὸ ὅλον. εἰ δὲ μὴ ἔστιν ὅλον, οὐδ’ ἂν τὰ τοῦ ὅλου ἔχοι πλεονεκτήματα. πῶς δὲ ἂν εἴη ὅλον τὸ ἄπειρον, εἴπερ ὅλον μέν ἐστιν οὗ μηδέν ἐστιν ἔξω, ἄπειρον δὲ οὗ ἀεί τι λαβεῖν ἔστιν ἔξω. ἐμφερὲς δὲ εἶναι δοκεῖ τῷ ὅλῳ τὸ ἄπειρον, ὅτι ἔστι φησὶ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ἡ ὕλη. σύνθετον γὰρ ὂν τὸ τέλειον καὶ ὅλον μέγεθος ἐξ ὕλης καὶ εἴδους κατὰ μὲν τὴν ὕλην ἔχει τὸ ἄπειρον, κατὰ δὲ τὸ εἶδος πεπέρανται. διότι δὲ δυνάμει ἐστὶν ἡ ὕλη ὅπερ τὸ σύνθετον καὶ ἔχει τινὰ τὸ δυνάμει πρὸς τὸ ἐνεργείᾳ ὁμοιότητα, διὰ τοῦτο τὸ ἄπειρον ὅμοιόν πως εἶναι λέγεται τῷ ὅλῳ, ὅπερ ἦν τὸ σύνθετον. καὶ οὕτως λοιπὸν τὰ τῷ ὅλῳ ὑπάρχοντα τοῦ ἀπείρου κατηγοροῦσι τὸ περιέχειν πάντα καὶ πάντα ἐν ἑαυτῷ ἔχειν. ἄπειρος δὲ ἡ ὕλη, καὶ ὅτι κατὰ τὸν αὐτῆς λόγον ἀόριστος καὶ ἀπεράτωτος τοῦ εἴδους ἐπάγοντος τὸ πέρας καὶ τὸν ὅρον, καὶ ὅτι κατὰ τὴν ὕλην καὶ ἡ ἐπ’ ἄπειρον τομὴ τοῦ μεγέθους καὶ ἡ ἐπ’ ἄπειρον αὔξησις γίνεται τοῦ εἴδους τοῦ αὐτοῦ μένοντος. εἰ δὲ καὶ ἀεί τί ἐστιν ἔξω τῆς ὕλης τὸ εἶδος, καὶ κατὰ τοῦτο ἄπειρος ἡ ὕλη καθ’ αὑτήν, κατὰ δὲ τὸ εἶδος ἔχει τὸ πεπερασμένον καὶ ὅλον εἶναι. ὥστε οὐ περιέχει τὸ ἄπειρον, εἴπερ κατὰ τὴν ὕλην θεωρεῖται, ἀλλὰ περιέχεται μᾶλλον. τὸ γὰρ περατοῦν περιέχει τὸ περατούμενον καὶ τὸ εἶδος τὴν ὕλην. εἰ δὲ πᾶσα μὲν γνῶσις ὅρος τις οὖσα καὶ περίληψις κατὰ τὸ εἶδος γίνεται, ἡ δὲ ὕλη τῷ ἑαυτῆς λόγῳ οὔτε ἔστιν εἶδος οὔτε ἔχει εἶδος, καὶ ἔστι τὸ ἄπειρον ἡ ὕλη, εἰκότως ἄγνωστον τὸ ἄπειρον λέγεται. καὶ γὰρ καὶ ἐν τοῖς περὶ τῆς ὕλης λόγοις ἐλέγετο, ὅτι κατὰ ἀναλογίαν μόγις ἐστὶν ἡ ὕλη γνωστή. εἰ δὲ τὸ μὲν ἄπειρον κατὰ τὴν ὕλην θεωρεῖται, τὸ δὲ ὅλον κατὰ τὸ σύνθετον, καὶ ἔστι μέρος τοῦ συνθέτου καὶ ὅλου ἡ ὕλη, ὥσπερ ὁ χαλκὸς τοῦ χαλκοῦ ἀνδριάντος, δῆλον ὅτι ἐν μορίου ἂν εἴη λόγῳ τὸ ἄπειρον εἴπερ ἐν ὅλῳ.2 Δείξας δὲ ὅτι περιέχεται μᾶλλον τὸ ἄπειρον ἤπερ περιέχει καὶ ὅτι ἄγνωστόν ἐστι τῇ αὑτοῦ φύσει, τὴν ἐπιπόλαιον ἐκδοχὴν ἐλέγχει τῶν Πλάτωνος λόγων. τοῦ γὰρ Πλάτωνος ἐν τοῖς Περὶ τἀγαθοῦ λόγοις εἰπόντος τὸ μέγα καὶ τὸ μικρὸν τὴν ὕλην, ἣν καὶ ἄπειρον ἔλεγε, καὶ περιέχεσθαι ὑπὸ τοῦ ἀπείρου πάντα τὰ αἰσθητὰ καὶ ἄγνωστα εἶναι διὰ τὸ ἔνυλον καὶ ἄπειρον καὶ ῥευστὴν ἔχειν τὴν φύσιν, ἀκόλουθόν φησι δοκεῖν τῷ τοιούτῳ λόγῳ καὶ ἐν τοῖς νοητοῖς τὸ ἐκεῖ μέγα καὶ μικρόν, ὅπερ ἐστὶν ἡ ἀόριστος δυάς, ἀρχὴ καὶ αὐτὴ οὖσα μετὰ τοῦ ἑνὸς παντὸς ἀριθμοῦ καὶ πάντων τῶν ὄντων· ἀριθμοὶ γὰρ καὶ αἱ ἰδέαι. ἀκόλουθον οὖν τὸ καὶ ἐν τοῖς νοητοῖς ὑπὸ τοῦ ἐκεῖ ἀπείρου καὶ ἀγνώστου περιέχεσθαι καὶ ὁρίζεσθαι τὰ νοητὰ3 γνωστὰ ὄντα φύσει καὶ ὡρισμένα ἅτε εἴδη ὄντα. αὕτη μὲν ἡ κατὰ τὸ φαινόμενον ἀτοπία τοῦ λόγου. ἐπιστῆσαι δὲ χρὴ ὅτι τὰ μὲν ἔνυλα εἰκότως ὑπὸ τῆς ὕλης καὶ τῆς ὑλικῆς ἀπειρίας λέγει περιέχεσθαι οὐχ ὡς ὁριζούσης αὐτά, ἀλλ’ ὡς διὰ πάντων χωρούσης καὶ οἷον εἰδοποιούσης, καὶ τὸ ἄγνωστον τοῖς τῇδε εἰκότως ἡ ὑλικὴ ἀπειρία παρέχεται· τὰ μέντοι νοητὰ ἄυλα ὄντα καὶ καθαρὰ εἴδη ὑπὸ τῆς ἐκεῖ ἀύλου ἀπειρίας περιέχεται τὴν διάκρισιν τῶν εἰδῶν ἐργαζομένης κατὰ τὴν δυάδα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐν ὑπεροχῇ καὶ ἐλλείψει παρεχομένης διὰ τῆς ἐκεῖ τάξεως καὶ τὸ τῆς δυνάμεως ἀνέκλειπτον. καὶ οὐκ ἂν εἴη κατ’ ἐκείνην τὴν περιοχὴν ἄγνωστα. καὶ γὰρ καὶ τὸ ἐνταῦθα ἄπειρον ὡς ὑλικὸν ἄγνωστα τὰ τῇδε ἐποίει, ἐκεῖνο δὲ ὑπὸ τοῦ ἑνὸς καὶ τοῦ πέρατος κρατούμενον ὁ πλοῦτος καὶ ἡ γονιμότης τῶν εἰδῶν ἐστιν. εἰ δὲ κατὰ τὴν ἐκεῖ ἀπειρίαν ἡ εἰς τὸ ὂν καὶ τὴν νοητὴν ἕνωσιν ἀνάχυσις γίνεται τῶν ἐκεῖ εἰδῶν, οὐδὲν θαυμαστὸν κατὰ ταύτην καὶ τὴν γνωστὴν ὑπερδραμεῖν φύσιν τὰ εἴδη. τὸ γὰρ γνωστὸν πρὸς τοῦ πέρατος μᾶλλόν ἐστι, τὸ δὲ ἄγνωστον καὶ ἀπόρρητον πρὸς τῆς ἀπειρίας.

“因为他们正是由此获得了威严”至“不定者包含且规定[这是荒谬的]”。 在指出他们将属于整体的“其外无物者”移用于无限之后,他说,他们将无限尊崇为包容万物者的原因,乃在于将无限设想为整体,因为他们把整体的定义移用到了无限上。或许这一谬误推理也有某种托词;因为无限与整体确实具有某种相似性。但如果它不是整体,它也不会具有整体的优势。然而,如果整体是其外无物者,而无限是其外总有某种东西可取者,那么无限又怎能是整体呢?他说,无限之所以看似与整体相近,是因为无限乃是量度之完全性的质料。因为完全且整体的量度作为由质料与形式构成的复合体,就质料而言具有无限性,而就形式而言则是有限的。并且,由于质料在潜能上就是复合体本身,且潜能之物与现实之物具有某种相似性,因此无限才被说成是在某种程度上与作为复合体的整体相似。于是,人们便把属于整体的属性——包容万物以及在自身中拥有一切——述谓于无限。质料之所以是无限的,既是因为按其自身的规定,在形式带来界限与规定时它是无定且无界的,也是因为在形式保持同一的同时,量度的无限分割与无限增长乃是就质料而言发生的。并且,如果形式始终是质料之外的某种东西,那么就此而言质料按其自身也是无限的,而就形式而言它才具有有限性与整体性。因此,无限若就质料来考察,它并不包容,而是更倾向于被包容;因为规定者包容被规定者,形式包容质料。再者,如果一切认识作为某种限定与把握都是依照形式而产生的,而质料按其自身的规定既非形式亦不具有形式,且无限即是质料,那么无限被说成是不可知的也就是合情理的了。因为在关于质料的讨论中确实也曾说过,质料仅凭类比才勉强可知。如果无限是就质料而被考察,而整体是就复合体而被考察,且质料乃是复合体与整体的部分(正如青铜之于青铜雕像),那么显然,无限若真存在于整体之中,便应处于部分的地位。 在指明了无限是被包容而非包容、且依其自身本性是不可知的之后,他反驳了对柏拉图学说的肤浅理解。因为柏拉图在《论善》的讲座中曾说“大与小”即是质料,他也称其为无限,并说一切可感物都被无限所包容,且由于具有物质的、无限的和流动的本性而是不可知的;针对此种说法,他说似乎由此得出:在可知界中,那里的“大与小”——即不定二元体,它自身与“一”共同作为一切数与一切存在的始基(因为理念也是数)——由此得出的推论便是,在可知界中,可知之物虽然作为形式依本性是可知的且被规定的,却也要被那里的无限且不可知者所包容和规定。这就是该说法表面上的荒谬之处。但必须指出的是,他[柏拉图]合情理地说物质性事物被质料与物质的无限性所包容,并不是将其视为规定它们者,而是将其视为穿透万物且可以说是赋形于万物者,并且物质的无限性合情理地为这里的事物带来了不可知性;然而可知之物作为非物质的纯粹形式,乃是被那里的非物质的无限性所包容,后者依二元体造成形式的区分,并通过那里的秩序在过度与不及中提供“更多与更少”,并赋予能力的不竭性。依照那样的包容,它们并不会是不可知的。因为这里的无限作为物质性的东西使这里的事物成为不可知,而那里的无限被“一”与界限所支配,乃是诸形式的丰饶与多产。如果依照那里的无限性,那里的诸形式向存在与理智统一性的流溢得以产生,那么诸形式依照这无限性甚至超越了可知的本性,也就不足为奇了;因为可知者更多属于界限的一方,而不可知与不可言说者则属于无限的一方。

语法注3 条
  1. 3.60αἴτιον εἶναί φησι τοῦ σεμνύνειν αὐτοὺς τὸ ἄπειρον ὡς πάντα περιέχον τὸ ὡς ὅλον αὐτὸ ἐννοεῖν

    带有冠词的不定式短语 τὸ ὡς ὅλον αὐτὸ ἐννοεῖν(“将无限设想为整体”)充当由 φησί 所统辖的不定式从句的主语,αἴτιον 为其表语名词。属格冠词不定式短语 τοῦ σεμνύνειν αὐτοὺς τὸ ἄπειρον ὡς πάντα περιέχον 则作为 αἴτιον 的补充成分,指示该原因所导致的结果。

  2. 3.60ἐν μορίου ἂν εἴη λόγῳ τὸ ἄπειρον εἴπερ ἐν ὅλῳ

    短语 ἐν μορίου λόγῳ 是表示“处于部分的地位/定义中”的惯用表达。随后的 εἴπερ ἐν ὅλῳ 为省略句,可补全为 εἴπερ ἐστὶν ἐν ὅλῳ(“如果它确实存在于整体之中”)或 εἴπερ ἐν ὅλου λόγῳ ἐστίν(“如果它确实处于整体的地位”);结合前文青铜作为复合体部分的类比,此处应理解为条件性让步限制:即便它处于整体之中,也只能作为部分而存在。

  3. 3.60ἀκόλουθόν φησι δοκεῖν τῷ τοιούτῳ λόγῳ καὶ ἐν τοῖς νοητοῖς ... ἀκόλουθον οὖν τὸ καὶ ἐν τοῖς νοητοῖς ὑπὸ τοῦ ἐκεῖ ἀπείρου καὶ ἀγνώστου περιέχεσθαι καὶ ὁρίζεσθαι τὰ νοητὰ

    中性形容词 ἀκόλουθον 充当表语,后接的带有冠词的不定式短语(τὸ περιέχεσθαι καὶ ὁρίζεσθαι τὰ νοητά)为其主语。在第一句中它处于间接引语结构中(ἀκόλουθόν φησι δοκεῖν),而在第二句中通过 οὖν 将亚里士多德所指责的表面荒谬性用带有冠词的不定式紧凑地加以总结。紧随其后的 αὕτη μὲν ἡ κατὰ τὸ φαινόμενον ἀτοπία τοῦ λόγου 正是指向这一推论结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:502.13-503.35