- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:501.7-502.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德如何通过连锁推论证明“其外无物者”并不属于无限而属于有限的整体,并探讨了整体与完全者的关系,进而对比了巴门尼德与梅利梭关于存在的论述。
Δείξας δὲ ὅτι τῷ ἀπείρῳ προσήκει μᾶλλον τὸ οὗ ἀεί τι λαβεῖν ἔστιν ἔξω, δείκνυσιν ἐφεξῆς ὅτι τὸ παρ’ ἐκείνων λεγόμενον τὸ οὗ μηδέν ἐστιν ἔξω οὐ προσήκει τῷ ἀπείρῳ, ἀλλὰ μᾶλλον τῷ πεπερασμένῳ, δυνάμει συλλογιζόμενος οὕτως·1 τὸ οὗ μηδέν ἐστιν ἔξω, τὸ ὅλον ἐστίν· ὅλον γάρ ἐστιν οὗ τῶν μερῶν μηδὲν ἄπεστι· τὸ δὲ ὅλον καὶ τὸ τέλειον ἢ ταὐτόν ἐστιν ἢ σύνεγγυς, τὸ δὲ τέλειον τὸ τέλος ἔχον, τὸ δὲ τέλος ἔχον πέρας ἔχει, τὸ δὲ πέρας ἔχον πεπερασμένον ἐστί. καὶ ἔστιν ἡ δεῖξις ἀπὸ τοῦ ὁρισμοῦ, ὃν ἐκεῖνοι μὲν ὡς τοῦ ἀπείρου λαμβάνουσιν, ἡ δὲ χρῆσις τοῦ ὅλου καὶ παντὸς οἶδεν. ὑπομνήσας δὲ ἐκ τῶν καθ’ ἕκαστα τῶν τε φυσικῶν καὶ τῶν τεχνικῶν οἷον ἀνθρώπου καὶ κιβωτίου, ὅτι ὅλον ἐστὶν οὗ μηδὲν ἄπεστιν, ἐπήγαγεν, ὅτι ὡς ἐπὶ τῶν καθέκαστα ὅλον ἐστὶν ἕκαστον οὗ μηθὲν τῶν μερῶν ἄπεστιν, οὕτως καὶ ἐπὶ τοῦ κυρίως καὶ ἁπλῶς ὅλου. κυρίως δὲ ὅλον ἐστὶ τὸ ὂν ὅλον· τῶν μὲν γὰρ μερικῶν ὅλων ἕκαστον οὐκ ἔστι κυρίως ὅλον, διότι μέρος ἐστὶ τοῦ ὅλου ὄντος, καὶ τόδε μέν ἐστι, τόδε δὲ οὐκ ἔστι· τὸ δὲ ὂν ὅλον κυρίως ὅλον ἐστίν, ὅτι οὐδενός ἐστι μέρος πάντα ἐν ἑαυτῷ τὰ ὄντα συνειληφός. δύναται δὲ τάχα τὸ κυρίως καὶ ἐπὶ τοῦ καθόλου τοῦ παρ’ αὐτῷ λαβεῖν· πρὸς γὰρ τοῦτο μᾶλλον τὸ καθέκαστον ἀντιδιαιρεῖται. εἴτε δὲ οὕτως εἴτε ἐκείνως, ἐπιστῆσαι ἄξιον, ὅτι οὐ τὸ καθέκαστα κυρίως ἐστὶ παρ’ αὐτῷ· τοῦτο οὖν κυρίως οὗ μηδὲν ἄπεστι. Καλῶς δὲ τὸ ὅλον καὶ τέλειον ἢ τὸ αὐτὸ πάμπαν ἢ σύνεγγυς τὴν φύσιν εἶπε· καὶ γὰρ τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό ἐστι, τῷ δὲ λόγῳ διάφορα μέν, σύνεγγυς δὲ ἀλλήλων. τέλειον μὲν γάρ ἐστι τὸ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχον, ὅλον δὲ τὸ μετὰ συνοχῆς τούτων θεωρούμενον. συνεχὲς γάρ τι τὸ ὅλον. ὡς ὅταν γε διωρισμένον ᾖ τι πλῆρες, πᾶν λέγεται κυρίως καὶ οὐχὶ ὅλον. καὶ προλαμβάνει μὲν τὸ τέλειον ἔχον τινὰ διορισμὸν ἐπὶ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τοῦ τέλους· ἐπιγίνεται δὲ τὸ ὅλον ἑνοειδέστερον ὑπάρχον καὶ συνέχον τὰ ἑαυτοῦ μέρη, ὡς μήτε ἡνῶσθαι τελέως (οὐ γὰρ 〈ἂν〉 ἦν ἔτι μέρη τὰ δι’ ἀλλήλων χωροῦντα, ἀλλ’ εἴπερ ἄρα στοιχεῖα),2 μήτε διακεκρίσθαι τελέως (εἴδη γὰρ ἂν ἦν, καὶ οὐχὶ μέρη), ἀλλ’ ἐν τῷ διακρίνεσθαι τὸ εἶναι ἔχειν καὶ εἶναι διακρινόμενα. τὸ οὖν ὅλον ἐν τοῖς μετέχουσι πάντως καὶ τέλειόν ἐστι πρότερον. οὐ γὰρ οἷόν τέ τι ὅλον γενέσθαι μὴ συμπληρωθὲν πρότερον ἀρχῇ καὶ μέσῳ καὶ τέλει. ὥστε καὶ εἰκότως ἀπὸ τοῦ ὅλου ἡ τοῦ τελείου μετάληψις γέγονεν. εἰ δὲ τὸ ὅλον καὶ τέλειον πεπερασμένον ἐστί, βέλτιον Παρμενίδης Μελίσσου περὶ τοῦ ὄντος ἀπεφήνατο. Μέλισσος μὲν γὰρ ἄπειρον εἰπὼν τὸ ὂν καὶ ὅλον αὐτό φησιν εἶναι. Παρμενίδης δὲ ὅλον λέγων αὐτό, ὡς δηλοῖ τὸ μεσόθεν ἰσοπαλές3 (τὸ γὰρ ἔχον μέσον καὶ πάντη ἴσον ἀπ’ αὐτοῦ διεστηκὸς πάντως ἔχει καὶ ἔσχατον), ὅλον οὖν λέγων καὶ πεπερασμένον εἰκότως αὐτό φησιν. ὁ δὲ Μέλισσος τὰ ἀντικείμενα συνάγει. εἰ γὰρ τὸ ἄπειρον ὅλον, τὸ δὲ ὅλον πεπερασμένον, τὸ ἄπειρον ἂν εἴη πεπερασμένον. ὥστε οὐ τὰ συγκλώθεσθαι πεφυκότα συγκλώθει ὁ τὸ ἄπειρον ὅλον καὶ πᾶν λέγων· ἐπὶ τούτων γὰρ λέγεται ἡ παροιμία.
在指明了“其外总有某种东西可取者”更适于无限之后,他接着指明,那些人所说的“其外无物者”并不适于无限,而是更适于有限,其潜在的推论如下:“其外无物者”乃是整体;因为整体乃是其各部分无一缺失者;而整体与完全者要么是同一的,要么相近;而完全者乃是具有终点者;具有终点者具有界限;具有界限者乃是有限的。这一论证依据的是那个定义——那些人将其当作无限的定义,而日常惯用却知晓它是整体与全的定义。在从个别的自然物与人工物(如人和箱子)提醒我们注意“凡无物缺失者皆为整体”之后,他补充道,正如在个别事物中,各个无一部分缺失者皆是整体,在本来意义上且无条件为整体者那里也是如此。而在本来意义上的整体乃是整体的存在;因为各局部的整体并不是本来意义上的整体,因为它是整体存在的一部分,是这个而非那个;而整体的存在之所以是本来意义上的整体,是因为它不是任何东西的一部分,而是在自身中包揽了所有的存在。但或许也可以将“本来意义上的”理解为他[亚里士多德]那里的普遍;因为个别事物更多是与此相对而区分的。不过无论作此种还是彼种理解,都值得注意的是,在他看来个别事物并不是本来意义上的整体;因此,凡无物缺失者,才是本来意义上的此物。 他说整体与完全者要么完全同一,要么在本性上相近,这也是恰当的;因为在底层物上它们是同一的,但在定义上虽有差异,却彼此相近。因为完全者乃是具有始、中、终者,而整体则是连同这些的连续统合而被考察者;因为整体是某种连续物。然而,每当某种充实之物是离散的时,它在本来意义上被称为“全”而非“整体”。并且,完全者作为在始、中、终上具有某种界定者而先于存在;而整体作为更具单一体形式且维系其自身部分者随后产生,以致于〔各部分〕既非完全同一化(因为相互穿透之物将不再是部分,若真如此则充其量是元素),亦非完全分散(因为它们将是形式而非部分),而是在分散中具有其存在并作为被分散者而存在。因此,在分有者之中的整体,在各方面也预先是完全的;因为任何东西若不预先被始、中、终充实,便不可能成为整体。所以,从整体转用至完全者也是极为自然的。 如果整体与完全者是有限的,那么巴门尼德关于存在的断言比梅利梭更好。因为梅利梭在称存在为无限之后,又说它是整体。而巴门尼德称其为整体,正如“自中间向各方均等”所表明的(因为具有中间且从中间向各处均等伸展者,必定也具有终极界限)——因此称其为整体,并且合理地说它是有限的。然而梅利梭却将对立者拼凑在一起;因为如果无限是整体,而整体是有限的,那么无限就将是有限的。因此,称无限为整体和全的人,并不是将本性上能纺在一起的东西纺在一起;因为那句谚语是针对这些东西而言的。
- 3.59δυνάμει συλλογιζόμενος οὕτως
与格 δυνάμει 用作副词,意为“潜在地”或“暗含地”。冒号之后连接的五重命题链表明,注疏者将亚里士多德文本中散见的论点重构成了一个连锁推论(sorites)。
- 3.59οὐ γὰρ 〈ἂν〉 ἦν ἔτι μέρη τὰ δι’ ἀλλήλων χωροῦντα, ἀλλ’ εἴπερ ἄρα στοιχεῖα
带有编者所补 〈ἂν〉 的 ἦν 构成了针对前文 μήτε ἡνῶσθαι τελέως(并非完全一者化)的与事实相反的虚拟条件句归结分句。主语是带冠词的分词短语 τὰ δι’ ἀλλήλων χωροῦντα(相互穿透者)。后半句 ἀλλ’ εἴπερ ἄρα στοιχεῖα 省略了 ἦν ἄν,意为“若真如此则充其量是元素”。
- 3.59τὸ μεσόθεν ἰσοπαλές
引自巴门尼德残篇(B8.44)的词句,在此作为中性名词短语充当动词 δηλοῖ 的主语(或宾语)。它被用作论据,表明“自中间向各方均等”这一表述在逻辑上蕴涵了中心以及距其等距的界限的存在。
