- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:500.3-501.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注释了《物理学》第3卷第6章(206b33–207a18)中亚里士多德的论述,反驳了将无限视为“其外无物的全体”这一先行错误观念,并通过对圆环的比喻以及亚历山大解释的探讨,论证了将无限定义为“对于依数量而取者来说其外总有某种东西”的合理性。
" — 207 a 18 Συμβαίνει δὲ τοὐναντίον ἄπειρον εἶναι ἕως τοῦ οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἔστι τῷ παντὶ καὶ ὅλῳ τὸ ἄπειρον." Ὑποδείξας τὴν τοῦ ἀπείρου φύσιν ἐν διαιρέσει καὶ προσθέσει τὴν ὑπόστασιν ἔχουσαν καὶ κατὰ τὸ ἐπ’ ἄπειρον θεωρουμένην, καὶ τὰς ἀδιορθώτους ἐννοίας τὰς περὶ τοῦ ἀπείρου ἐφεξῆς διορθῶσαι προτίθεται. εἰ γὰρ καλῶς ἡμεῖς τὸ ἄπειρον ἐθέμεθα, συμβαίνει τοὐναντίον εἶναι τὸ ἄπειρον ἢ ὡς βούλονταί τινες. ἐκεῖνοι μὲν γὰρ ἄπειρον εἶναι λέγουσιν, οὗ μηδέν ἐστιν ἔξω λαβεῖν, ἡμεῖς δὲ οὗ πάντως ἔστι τι λαβεῖν ἔξω. καὶ γὰρ κατὰ τὴν διαίρεσιν δεῖ τι εἶναι πάντως τὸ διαιρεθησόμενον καὶ κατὰ τὴν πρόσθεσιν τὸ προστεθησόμενον. καὶ μή τις ἡμᾶς ἀπεμφαίνοντα λέγειν οἰέσθω ἄπειρον λέγοντας, οὗ πάντως ἔστιν ἔξω τι λαβεῖν. οἶδε γὰρ καὶ ἡ συνήθεια τὸ τοιοῦτον ὄνομα, εἴπερ ἀπείρους λέγουσι δακτυλίους τοὺς σφενδόνην μὴ ἔχοντας,1 διότι ἔστι τι ἀεὶ λαβεῖν ἔξω τοῦ λαμβανομένου. καὶ τοῦτο μὲν ὅμοιον ἔχει τῷ ἀπείρῳ ὁ κρικωτὸς δακτύλιος ἤτοι ὁ κύκλος, ὡς ὕστερον ὀνομάσει· διαφέρει δὲ καθόσον ἐπὶ τοῦ κύκλου, κἂν ἀεί τι ἕτερον λαμβάνωμεν, ἀλλὰ καὶ πάλιν τὸ αὐτὸ κατὰ τὴν περιστροφήν, ἐπὶ δὲ τοῦ ἀπείρου ἀεὶ μὲν ἕτερον, οὐδέποτε δὲ τὸ αὐτό. οἷον γὰρ κατ’ εὐθεῖάν ἐστιν ἡ τοιαύτη ἀπειρία καὶ οὐ κατὰ ἀνακύκλωσιν ὡς ἐπὶ τῶν κύκλων, ὧν αἱ στροφαὶ καὶ ὑπ’ ἀριθμὸν πίπτουσι διὰ τὸ πάλιν ἀπὸ τοῦ αὐτοῦ ἄρχεσθαι, καὶ οὐ κυρίως ἔχουσι τὸ ἄπειρον, ἀλλὰ καθ’ ὁμοιότητα μόνον τινά, καθόσον ἀεί τι ἔξω ἐν ἑκατέρῳ. τῷ δὲ ἀπείρῳ προσεῖναι δεῖ καὶ τὸ μηδέποτε τὸ αὐτὸ λαμβάνεσθαι, ὥστε καλῶς ὁριζόμενοι λέγομεν οὐχὶ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν, ἀλλ’ οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν ἀεί τί ἐστιν ἔξω.2 καὶ δῆλον ὅτι κατὰ τὸ ποσὸν εἰπὼν καὶ τὸ κατὰ τὸ συνεχὲς καὶ τὸ κατὰ τὸ διωρισμένον ἄπειρον περιέλαβε· ποσὸν γάρ ἐστιν ἑκάτερον. μήποτε δὲ διὰ τοῦ κατὰ τὸ ποσὸν3 τὴν διαφορὰν τὴν πρὸς τοὺς κύκλους τοῦ κυρίως ἀπείρου ἐνεδείξατο· ἐπὶ μὲν γὰρ τοῦ κύκλου, ὅταν συμπεράναντες αὐτὸν πάλιν ἀπὸ τοῦ αὐτοῦ ἀρχώμεθα, οὐκ ἔστι τι κατὰ τὸ ποσὸν ἔξω (οὐ γὰρ προστίθεταί τι τῷ κύκλῳ), ἐπὶ δὲ τοῦ κυρίως ἀπείρου ἀεί τι τοῦ εἰλημμένου ποσοῦ ἐστιν ἔξω ἢ ἐπὶ τὸ μεῖζον, ὡς ἐπὶ τῆς προσθέσεως, ἢ ἐπὶ τὸ ἔλαττον, ὡς ἐπὶ τῆς διαιρέσεως, ἔστι δὲ καὶ διαίρεσις ἔξω καὶ πρόσθεσις ἀεὶ τῆς λαμβανομένης. καὶ ἄλλως δὲ τὸ κατὰ τὸ ποσὸν οἰκείως πρόσκειται, διότι οὐ κατὰ τὸ εἶδος, ἀλλὰ κατὰ τὸ ποσόν ἐστιν ἡ προσθήκη· ὡς γὰρ σώματι οὐ προστίθεται, ἀλλ’ ὡς τοσῷδε σώματι. ὁ δὲ Ἀλέξανδρος τὸ κατὰ τὸ ποσὸν καὶ οὕτως ἐξηγεῖται· “ὃ γὰρ ζητοῦμεν, φησί, καὶ περὶ οὗ λέγομεν ἄπειρον, τὸ ἐν ποσῷ ἐστιν· εἰ δὲ τὸ ἐν ποιῷ ἦν, ἐλέγομεν ἄν, οὗ κατὰ τὸ ποιὸν λαμβάνουσιν ἀεί τί ἐστιν ἔξω”. μήποτε δὲ τὸ ποιὸν καθὸ μὲν ποιὸν οὐκ ἂν μετέχοι τῆς τοῦ πεπερασμένου καὶ ἀπείρου διαφορᾶς, καθὸ δὲ τοῦ ποσοῦ μετέχει τὸ ποιόν, κατὰ τοῦτο καὶ αὐτὸ πεπερασμένον ἢ ἄπειρον ὁπωσοῦν ἐλέγετο.
“——207a18 但无限所是的恰恰相反……[至]……因为将无限与全和整体联结起来,并不是将亚麻线与亚麻线联结。” 在指明无限的本性在分割与附加中具有其实存、并在走向无限的进程中受到考察之后,他接着打算纠正关于无限的未经纠正的观念。因为如果我们对无限设定得当,那么无限所是的情形恰恰与某些人所意愿的相反。因为那些人说,无限乃是其外无物可取者,而我们则说,乃是其外必定有物可取者。因为在分割中既必须必定有将要被分割之物;在附加中,也必须有将要被附加之物。并且请不要有人认为,当我们说无限是其外必定有物可取者时,是在说不合情理之论。因为日常惯用也通晓这样的名称,如果人们确实将没有戒台的指环称为无端[无限]的指环,正是因为在所取之物之外总有某种东西可取。在这方面,环状的指环即圆圈,正如他稍后所命名的,与无限具有相似之处;但其不同之处在于,在圆圈的情形中,即使我们总是在取另一个不同的东西,却又因回旋而再次取到同一个东西;但在无限的情形中,所取的则永远是不同的,绝非同一个。因为这样的无限乃是犹如沿直线的,而不是像在圆圈的情形中那样依循循环,圆圈的回旋由于再次从同一个点开始甚至落入数中,它们并不是本真地具有无限,而仅仅是依某种相似性,就在这两者中其外总是具有某种东西而言。然而,对于无限而言,还必须具有绝不取到同一个东西这一属性,因此,在正当定义时我们所说的不是其外无物可取者,而是对于依数量而取者来说其外总有某种东西者。显然,他说“依数量”便概括了在连续物中的无限和在离散物中的无限;因为两者皆是数量。但也许,他通过“依数量”指明了本真的无限与圆圈之间的差异;因为在圆圈的情形中,每当我们完成了它又从同一点重新开始时,依数量而言其外并没有什么东西(因为并没有什么东西被附加于圆圈),而在本真的无限的情形中,在所取的数量之外总是存在某种东西,要么向更大处,如在附加中,要么向更小处,如在分割中,并且在所取之物的外侧总是存在着分割和附加。此外,从另一角度说,“依数量”也是恰当地附加上的,因为附加不是依形式,而是依数量;因为并不是附加于作为物体的〔物体〕,而是附加于作为如此大小的物体的〔物体〕。亚历山大也将“依数量”解释如下:“因为我们所探求的,”他说,“以及我们所称的‘无限’,乃是在数量中的;但如果它是在性质中的,我们就会说‘对于依性质而取者来说其外总有某种东西者’。”但也许,性质就其为性质而言并不会分有有限与无限的区别,而只是就性质分有数量而言,依此它自身才在某种程度上被称为有限或无限。
- 3.59ἀπείρους λέγουσι δακτυλίους τοὺς σφενδόνην μὴ ἔχοντας
名词 σφενδόνη 原意为“投石器”,在此处指指环上镶嵌宝石或印章的“戒面/戒台”。辛普里丘在此引述日常惯用语,即人们把没有戒台的无缝环状指环(κρικωτοὶ δακτύλιοι)称作 ἄπειροι(“无端/无限”),以此作为亚里士多德使用该词的世俗语用先例。
- 3.59οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν ἀεί τί ἐστιν ἔξω
呼应亚里士多德在 207a7–8 中的定义原句(οὗ γὰρ κατὰ ποσὸν λαμβάνουσιν ἀεί τι ἔστιν ἔξω)。此处 λαμβάνουσιν 并非第三人称复数直陈式动词,而是阳性与格复数分词(“对于依数量而取[部分]的人们来说”),作为与 ἔστι 搭配的关涉与格。οὗ 则是受副词 ἔξω 支配的关系代词属格(“在其外”)。
- 3.59μήποτε δὲ διὰ τοῦ κατὰ τὸ ποσὸν
μήποτε 在此与直陈式过去时(ἐνεδείξατο)连用,以及后文与带 ἄν 的希求法(οὐκ ἂν μετέχοι)连用,表示晚期注疏中特有的委婉推测或假说提出(“然而或许他是表明了……”)。注疏者以此提出自己对亚里士多德在定义中加入“依数量”之意图的精细考察,避免武断定论。
