← 辛普里丘

亚里士多德《物理学》注释

§498.32-500.2

柏拉图至十之数与数之无限附加的调和

围绕206b27对柏拉图的提及,辛普利丘指出亚里士多德致力于与古人的意图保持一致,并调和了柏拉图将数作为原理仅推进至十与无限之间的表面矛盾,说明将原理之数止于十并未否定数在附加上的无限增加。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.58

" Ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο ἕως τοῦ μέχρι γὰρ δεκάδος ποιεῖ τὸν ἀριθμόν." Πάνυ μέλει τῷ Ἀριστοτέλει εἰ μὲν δυνατὸν καὶ κατὰ τὸ φαινόμενον συμφώνους τοῖς κλεινοῖς ἀνδράσι τοὺς ἑαυτοῦ λόγους ἐπιδεικνύναι, εἰ δὲ τοῦτο μὴ δυνατόν, ταῖς ἐννοίαις γοῦν τῶν παλαιῶν ὁμολογοῦντας αὐτοὺς ἀποδιδόναι. τὸν γοῦν Πλάτωνά φησιν ὑπὸ τῶν αὐτῶν ἐννοιῶν κινηθέντα ποτὲ μὲν ἀόριστον δυάδα ποιῆσαι τὸ ἄπειρον, αἰνιττόμενον τὸ ἀορίστως καὶ ἐπ’ ἄπειρον προϊὸν τῆς τε διαιρέσεως καὶ τῆς συνθέσεως, ποτὲ δὲ μέγα καὶ μικρὸν αὐτὸ λέγειν, τὴν μὲν ἐπὶ τὸ ἔλαττον γινομένην ἐπ’ ἄπειρον διαίρεσιν διὰ τοῦ μικροῦ δηλοῦντα, τὴν δὲ ἐπὶ τὸ μεῖζον κατὰ πρόσθεσιν διὰ τοῦ μεγάλου. εἰπὼν δὲ τὴν τῶν ἐννοιῶν κοινωνίαν, καὶ τὴν παραλλαγὴν ἐφεξῆς προστίθησι τοῦ φαινομένου τοῦ Πλάτωνος ἐν ἄλλοις λόγου πρὸς τὴν νῦν ῥηθεῖσαν ἔννοιαν. τὸ γὰρ ἄπειρον ἐν ταῖς ἀρχαῖς τιθεὶς ὁ Πλάτων καὶ ἀρχὰς λέγων τοὺς ἀριθμούς, εἴπερ ἀρχὰς τῶν ὄντων τὰς ἰδέας, τὰς δὲ ἰδέας ἀριθμοὺς ἔλεγεν, οὔτε τὸ κατὰ τὴν διαίρεσιν ἄπειρον ἐν αὐτοῖς ἐδύνατο θεωρεῖν (ἀδιαίρετος γάρ ἐστιν ἡ μονὰς καὶ μέχρι ταύτης ἡ διαίρεσις περαίνεται) οὔτε τὸ κατὰ πρόσθεσιν. μέχρι γὰρ δεκάδος τὴν αὔξησιν ἐποίει τῶν ἀριθμῶν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι τέλειον ἀριθμὸν τὴν δεκάδα λέγοντες καὶ τὸν ὅλον ἀριθμόν. μετὰ γὰρ τὴν δεκάδα λοιπὸν, ἀνακύκλωσις τῶν αὐτῶν ἐπιτελεῖται καὶ οἷον ἀνάκαμψις, ὅπερ ἐπ’ οὐδενὸς τῶν ἐντὸς τῆς δεκάδος συμβαίνει· ἀλλ’ οὐδὲ ἐπί τινος τῶν ἐκτός, ἀλλ’ ἀπὸ τῆς δεκάδος.1 καὶ γὰρ ὁ κ̅ καὶ λ̅ καὶ ρ̅ καὶ α̅ καὶ τῶν τοιούτων δεκάδων σύνθεσίς εἰσιν. ἀλλὰ τὸ μὲν ἐπὶ τὴν καθαίρεσιν ἄπειρον εἴη ἂν ἐπὶ τῶν μεγεθῶν, τὸ δὲ ἐπὶ τὴν αὔξησιν καὶ πρόσθεσιν ἁπλῶς οὐκ ἔστιν ἐπὶ μεγεθῶν. οὐδὲ γὰρ παντὸς τοῦ λαμβανομένου μεγέθους ἔστι μεῖζον λαβεῖν. ἀλλὰ κατ’ ἐκεῖνον μόνον προχωρεῖ τὸν τρόπον ἡ ἐπ’ ἄπειρον πρόσθεσις τὸν προστιθέντα τὰ τμήματα τῆς ἐπ’ ἄπειρον διαιρέσεως. ἀλλ’ εἴπερ ἄρα, ἐπὶ τῶν ἀριθμῶν ἡ ἐπ’ ἄπειρόν ἐστιν αὔξησις, διότι δυνατὸν παντὸς τοῦ προτεθέντος ἀριθμοῦ μείζονα λαβεῖν. εἰ δὲ μέχρι τῆς δεκάδος μόνης ὁ ἀριθμὸς προχωρεῖ, οὐδὲ ἐπὶ τοῦ ἀριθμοῦ τὴν κατὰ πρόσθεσιν ἀπειρίαν δυνατὸν λαβεῖν. οὕτω μὲν οὖν κατὰ τὸ φαινόμενον ἀναιρεῖσθαι δοκεῖ τὸ ἄπειρον ὑπὸ τῶν ἀρχὰς τοὺς ἀριθμοὺς τιθέντων καὶ μέχρι δεκάδος προαγόντων αὐτούς. εἰ δὲ ἀρχὰς τῶν ὄντων τοὺς ἀριθμοὺς λέγοντες τὴν μὲν μονάδα πέρας ἐτίθεντο, τὴν δὲ ἀόριστον δυάδα τὸ ἄπειρον, ἀρχικῶς καὶ ταῦτα,2 δῆλον ὅτι οὐκ ἀνῄρουν τὸ ἄπειρον. ὅλως δὲ εἰ μὲν μὴ ἔλεγον αὔξησιν ἀριθμοῦ μετὰ τὴν δεκάδα, τάχα ἄν τις εἶπε τὸ κατὰ πρόσθεσιν ἄπειρον αὐτοὺς ἐν τῷ ἀριθμῷ μὴ καταλιμπάνειν, εἰ δὲ δευτερωδουμένας καὶ τριτῳδουμένας μονάδας3 τιθέασι καὶ συνθέσεις ἴσασι δεκάδων καὶ χιλιετεῖς καὶ τρισχιλιετεῖς καὶ μυριετεῖς περιόδους ψυχῶν ὁ Πλάτων ἀπαριθμεῖται καὶ δυωδεκάδα τιμᾷ θεῶν, δῆλον ὅτι τοὺς ἀρχικοὺς ἀριθμοὺς μέχρι τῆς δεκάδος ἱστῶν οὐ κωλύει τὴν τοῦ ἀριθμοῦ πρόσθεσιν ἐπ’ ἄπειρον αὔξεσθαι.

“因为柏拉图也为此……[至]……因为他把数做到十为止。” 亚里士多德非常用心,若有可能,甚至在表面上也表明自己的论述与著名人物相一致;若不可能,至少使它们被呈现为与古人的意图相符合。总之他说,柏拉图受同样意图的驱使,有时把无限设定为不定之二,暗示分割与合成的不受规定且走向无限的进程;有时则称其为大与小,通过小表明向更小处无限进行的分割,通过大表明依附加向更大处进行的进程。在说明了意图的相通性之后,他接着补充了柏拉图在其他著作中表面上的说法与刚才所说的意图之间的分歧。因为柏拉图将无限置于原理之中,并称数为原理——如果他确实称理念为存在者的原理,并称理念为数的话——,在它们之中他既不能观察到依分割的无限(因为一乃是不可分的,分割受限于此),也不能观察到依附加的无限。因为他把数的增加做到十为止,正如毕达哥拉斯学派也称十为完全的数和完备的数一样。因为在十之后,剩下的便是同类事物的循环,可以说是折回,这在十以内的任何数中都不发生;甚至在十以外的任何数中也不发生,而是源于十。因为二十、三十、一百和一千乃是此类十的合成。但向缩小方向的无限可以存在于量度中,而向增加与附加方向的无限单纯在量度中并不存在。因为不可能针对所取的任何大小都取出一个更大的。相反,向无限的附加仅仅按照将无限分割的各片段予以附加的那种方式进行。然而,如果真有的话,向无限的增加乃是存在于数中的,因为可能取出大于任何所提出的数的数。但如果数仅仅进行到十,那么即使在数的情形中也不可能取到依附加的无限性。因此,在表面上,无限似乎被那些将数设定为原理并将其推进至十的人取消了。但如果他们在称数为存在者的原理的同时,将一设定为界限,将不定之二设定为无限(这些同样是作为原理的),显然他们并没有取消无限。总体而言,如果他们未曾谈及十之后数的增加,人们或许可以说他们没有在数中留下依附加的无限;但如果他们设立了二次的一和三次的一,并知晓十的合成,且柏拉图列举了灵魂的一千年、三千年和一万年的周期,并尊崇十二诸神,显然他在将原理的数止于十的同时,并不妨碍数的附加无限增加。

语法注3 条
  1. 3.58ἀλλ’ οὐδὲ ἐπί τινος τῶν ἐκτός, ἀλλ’ ἀπὸ τῆς δεκάδος

    承前省略了谓语 συμβαίνει:ἀλλ’ οὐδὲ ἐπί τινος τῶν ἐκτός 意为“在十以外的任何数中也不发生”,接续的 ἀλλ’ ἀπὸ τῆς δεκάδος 作为表示起点的介词短语,意指这种循环乃是“源于十”而发生的。

  2. 3.58ἀρχικῶς καὶ ταῦτα

    承接前文 ἐτίθεντο 的宾语(一与不定之二),在副词性/表语性上作修饰限定,意为“这些[一与不定之二]同样是作为原理[而设定的]”。

  3. 3.58δευτερωδουμένας καὶ τριτῳδουμένας μονάδας

    此为毕达哥拉斯/柏拉图学派的技术性分词形容词,指十进制中十位上的单位(“二次的一”)与百位上的单位(“三次的一”),表明其构架中预设了超越十的高阶单位合成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:498.32-500.2