← 辛普里丘

亚里士多德《物理学》注释

§49.2-50.4

学科原理的确证与自然学家的反驳方式

辛普里丘指出,各门科学之原理的确证属于更高级的第一哲学,因此自然哲学家虽无法作为自然哲学家从本门原理出发驳斥否定自然原理的爱利亚学派,却能够诉诸感官和归纳等论证原理来进行反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#3

διὸ καὶ ἐξ ὁρισμῶν αἱ κυρίως εἰσὶν ἀποδείξεις ὡς ἐξ ἀμέσων προτάσεων· αἱ δέ εἰσιν οἷον ἐξ ὑποθέσεως,1 οἷαί εἰσιν αἱ τῶν ὅρων ὑποστάσεις· τὸ μὲν γὰρ τὸ σημεῖον ἀμεροῦς τινος ἐννοίας παρέχεσθαι καὶ τὴν γραμμὴν ἀπλατοῦς μήκους, αὐτόπιστόν ἐστι, τὸ δὲ εἶναι ὅλως τι ἀμερὲς ἐν τοῖς μεριστοῖς καὶ ἀπλατὲς ἐν τοῖς πεπλατυσμένοις, τοῦτο ὁ γεωμέτρης ὡς ἀρχὴν λαμβάνει οὐκ ἀποδεικνὺς αὐτήν, ἀλλὰ ἀποδείκνυσιν αὐτὴν ὁ πρῶτος φιλόσοφος ἀπὸ αὐτοπίστων καὶ ἀναποδείκτων ἀρχῶν. οὗτος δέ ἐστιν ὁ κατὰ Πλάτωνα διαλεκτικός· ὁ δὲ κατὰ Ἀριστοτέλην ὁ περὶ παντὸς τοῦ προτεθέντος προβλήματος συλλογιζόμενος ἐξ ἐνδόξων, ὡς εἴρηται πρότερον, ἐνδόξοις ἀρχαῖς χρῆται. καὶ οὕτως οὔτε ἐπ’ ἄπειρον ἥξομεν ἀρχὰς πρὸ ἀρχῶν τιθέντες (εἰς ἀναποδείκτους γὰρ καὶ αὐτοπίστους ἀρχὰς καταντήσουσιν) οὔτε ἐπιστήμη τῶν ἀρχῶν ἔσται ἐκείνῳ οὗ εἰσιν ἀρχαί, εἴπερ ἡ ἐπιστήμη συλλογισμὸς ἀποδεικτικός, ὁ δὲ συλλογισμὸς ἐξ ἀρχῶν ἐγνωσμένων· ἀλλ’ αἱ ἄλλου ἀρχαὶ ἄλλῳ κατ’ ἐπιστήμην εἰσὶν ἐγνωσμέναι, ὅτι ἐξ ἄλλων ἀρχῶν αὐτοπίστων καὶ ἀναποδείκτων ἀποδείκνυσιν. ὥστε πρὸς τοὺς ἀναιροῦντας τὰς φυσικὰς ἀρχὰς οὐκ ἂν εἴη τοῦ φυσικοῦ διαλεχθῆναι. ἢ γὰρ ἐκ προτέρων, ὡς εἴρηται, καὶ οὐκέτι ὡς φυσικός, ἢ ἐξ ὑστέρων, καὶ αἰτήσεται εἶναι τὰς ἀρχὰς ὧν ὕστερα τὰ ἐξ ὧν ἀποδείκνυσι. μὴ γὰρ οὐσῶν τῶν ἀρχῶν, οὐδὲ τὰ ὕστερα τῶν ἀρχῶν ἔσται. “διόπερ, ὥς φησιν ὁ Ἀλέξανδρος, καὶ αὐτὸς Ἀριστοτέλης ἐπειδὰν λέγῃ πρὸς τοὺς ἓν καὶ ἀκίνητον τὸ ὂν λέγοντας εἶναι, οἵτινες ἀναιροῦσι τὰς φυσικὰς ἀρχάς, οὐχ ᾗ φυσικὸς ἐρεῖ, ἀλλ’ ᾗ φιλόσοφος.” μήποτε δὲ ἐπιστημονικῶς μὲν ἀδύνατός ἐστιν ὁ φυσικὸς ἀντιλέγειν πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς, ἐπιστημονικῶς δὲ οὕτως ὡς ἐξ ἀρχῶν τοῦ πράγματος.2 οὐ γὰρ οἶδεν αὐτὸς ᾗ φυσικὸς τῶν φυσικῶν ἀρχῶν ἄλλας ἀρχὰς ἀνωτέρω, ἐξ ἀρχῶν δὲ τῆς ἀποδείξεως δύναται δεικνύναι. ἀρχαὶ δὲ ἀποδείξεως καὶ τὰ φαινόμενα ἐκ τῆς ἐναργοῦς αἰσθήσεως καὶ τῶν κατὰ μέρος καὶ ὅλως ἡ ἐπαγωγὴ καλουμένη. τοιγαροῦν καὶ Ἀριστοτέλης πρὸς μὲν τοὺς ἓν τὸ ὂν λέγοντας ὑπαντᾷ δεικνὺς ὅτι ἐστὶ καὶ οὐσία καὶ ποσὸν καὶ ποιὸν ἐν τοῖς οὖσι, ταῦτα δὲ οὐχ ἕν, πρὸς δὲ τοὺς ἀκίνητον “ἡμῖν δὲ ὑποκείσθω, φησί, τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα. δῆλον δὲ ἐκ τῆς ἐπαγωγῆς”. ὥστε ὁ φυσικὸς οὐ παντὸς ἀπορήσει λόγου πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς· οὐ γὰρ δὴ καὶ τοῦ ἐκ τῶν ἀρχῶν τῆς ἀποδείξεως, ἀλλὰ τοῦ ἐκ τῶν ἀρχῶν τῶν ἀρχῶν. ταύτην δὲ τὴν δόξαν, φησὶν ὁ Ἀλέξανδρος, πρῶτον Ἀριστοτέλης προχειρίζεται, διότι αὕτη τήν τε φύσιν καὶ τὰς φυσικὰς ἀρχὰς ἀναιρεῖ. ἀποσκευασάμενος οὖν αὐτὴν καὶ πιστωσάμενος τὸ εἶναί τε τὴν φύσιν καὶ ἀρχὰς εἶναι τῶν φυσικῶν, οὕτως ἐπὶ τὰς ἄλλας δόξας τὰς περὶ τῶν φυσικῶν ἀρχῶν εἰρημένας μετελεύσεται.

因此,严格意义上的证明来自定义,犹如来自无中介的前提;而另一些[原理]则仿佛是出于假设,诸如设定定义之项的实在性。因为,点提供无部分之物的概念,线提供无宽度之长度的概念,这本身是自明的;但在具部分之物中根本存在某种无部分之物,在具宽度之物中存在某种无宽度之物,几何学家只是把这当作原理接受而不去证明它,但第一哲学家则从自明的且不可证明的原理出发来证明它。按柏拉图的看法,此人便是辩证法家;但按亚里士多德而言的〔辩证法家〕,即正如先前所说,就所提出的每一个难题从公认意见出发进行推论的人,使用的是公认的原理。这样一来,我们既不会通过在原理之前设定原理而走向无穷(因为它们终将止于不可证明且自明的诸原理),也不会对于原理所属的学者自身存在关于诸原理的科学——假使科学是论证性的推论,而推论来自已知的原理;相反,某人的原理在科学上为另一人所知,乃是因为后者从其他自明且不可证明的原理出发来证明它们。因此,与取消自然原理的人进行对话并不属于自然哲学家的分内之事。因为正如所言,若从更在先的事物出发,他便不再是作为自然哲学家;若从更在后的事物出发,他则要求承认诸原理存在,而他借以证明的事项正是后于这些原理之物。因为若原理不存在,后于原理之物亦将不存在。“所以,正如亚历山大所言,亚里士多德本人每当反驳那些主张存在是一且不动、取消自然原理的人时,他亦不是作为自然哲学家,而是作为哲学家来立论。” 然而,或许自然哲学家固然无法以科学方式反驳取消自然原理的人,但这只是指无法以源于事物本身的原理这种方式科学地反驳。因为他作为自然哲学家并不知晓高于自然原理的其他原理,但他能够从论证的原理出发来进行展示。而论证的原理亦包括源于明晰感觉和个别事例的显现,总的来说即所谓的归纳。因此,亚里士多德对于主张存在是一的人,通过指明在存在者中既有实体,亦有数量和性质,而这些并非是一来进行回应;而对于主张存在是不动的人,他说道:“我们要假定,依自然存在的事物要么全部、要么其中某些是运动的;而这由归纳即可明了。”由此可见,自然哲学家在面对取消自然原理的人时并不会缺乏一切论据;因为他绝不缺少源于论证之原理的论据,而只是缺少源于原理之原理的论据。亚历山大说,亚里士多德之所以首先处理这一见解,是因为它同时取消了自然和自然原理。因此,他在排除了这一见解,并确立了自然存在以及自然事物存在原理之后,将以这种方式进而考察关于自然原理所陈述的其他见解。

语法注2 条
  1. 1.7αἱ δέ εἰσιν οἷον ἐξ ὑποθέσεως

    此处省略的主语应补为 ἀρχαί(诸原理),承接上一节末尾的 τῶν... ἀρχῶν αἱ μέν εἰσιν αὐτόπιστοι,而非紧接着前句(διὸ καὶ ἐξ ὁρισμῶν αἱ κυρίως εἰσὶν ἀποδείξεις)出现的阴性名词 ἀποδείξεις(诸证明)。后文紧跟的 οἷαί εἰσιν αἱ τῶν ὅρων ὑποστάσεις(“诸如设定定义之项的实在性”)清楚表明这是在划分原理的种类,与前述自明的原理形成对照。

  2. 1.7μήποτε δὲ ἐπιστημονικῶς μὲν ἀδύνατός ἐστιν ὁ φυσικὸς ἀντιλέγειν πρὸς τὸν ἀναιροῦντα τὰς φυσικὰς ἀρχάς, ἐπιστημονικῶς δὲ οὕτως ὡς ἐξ ἀρχῶν τοῦ πράγματος

    μήποτε 充当副词,引出委婉的设问或保留意见(“或许……吧”或“难道不是……吗”)。第二次出现的 ἐπιστημονικῶς δὲ οὕτως ὡς... 则是对前文 ἀδύνατός ἐστιν 的限制性说明,即自然哲学家即便无法科学地反驳,也仅仅局限于“从该事物本身的原理出发”这一意义上的科学方式,从而为下文诉诸论证的原理(感知与归纳)留下空间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:49.2-50.4