← 辛普里丘

亚里士多德《物理学》注释

§4.11-5.26

著作的题名传统与自然哲学的功用

在记述了关于亚里士多德《物理学》标题的历史记载(包括全书及前后部分的题名)之后,作者论证了自然研究对实践诸美德、明智、超越性沉思以及对神的敬畏等全灵完善的巨大功用,从而断定这部传授最初原理的著作具有至高无上的有用性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#3

Ἄδραστος δὲ ἐν τῷ Περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων ἱστορεῖ παρὰ μέν τινων ‘Περὶ ἀρχῶν’ ἐπιγεγράφθαι τὴν πραγματείαν, ὑπ’ ἄλλων δὲ ‘Φυσικῆς ἀκροάσεως’, τινὰς δὲ πάλιν τὰ μὲν πρῶτα πέντε ‘Περὶ ἀρχῶν’ ἐπιγράφειν φησί, τὰ δὲ λοιπὰ τρία Περὶ κινήσεως. οὕτω δὲ φαίνεται καὶ Ἀριστοτέλης αὐτῶν πολλαχοῦ μεμνημένος. Χρήσιμος δέ ἐστιν ἡ φυσιολογία οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον καὶ ἰατρικῇ καὶ μηχανικῇ τὰς ἀρχὰς παρέχουσα καὶ ταῖς ἄλλαις βοηθοῦσα τέχναις (ἑκάστη γὰρ αὐτῶν δεῖται τὴν φύσιν καὶ τὰς κατὰ τὴν φύσιν διαφορὰς τῆς ὑποκειμένης αὐτῇ ὕλης ἐπεσκέφθαι) οὐδὲ ὅτι1 τὸ ἐν ἡμῖν τῆς ψυχῆς εἶδος τὸ σύστοιχον πρὸς τὴν τῶν φυσικῶν γνῶσιν τελειοῖ ὡς θεολογία τὸ νοερὸν καὶ ἄκρον, ἀλλ’ ὅτι καὶ πρὸς τὰς ἄλλας τῆς ψυχῆς τελειώσεις τὰ μέγιστα συντελεῖ. καὶ γὰρ ταῖς πρακτικαῖς ἀρεταῖς συλλαμβάνει, δικαιοσύνῃ μὲν καθ’ ὅσον ἐπιδείκνυσι τά τε στοιχεῖα καὶ τὰ μέρη τοῦ παντὸς ἀλλήλοις εἴκοντα καὶ ἀγαπῶντα τὴν ἑαυτῶν τάξιν καὶ τὴν ἰσότητα φυλάττοντα τὴν γεωμετρικὴν καὶ διὰ τοῦτο πλεονεξίας ἀφίστησι, σωφροσύνῃ δὲ τὴν φύσιν δεικνῦσα τῆς ἡδονῆς, ὅτι προηγούμενον μὲν οὐδέν ἐστιν ἀγαθόν, παρακολούθημα δέ τι ἕως τότε σφοδρὸν καὶ αἱρετὸν δοκοῦν, ἕως ἔτι πολλῷ τῷ παρὰ φύσιν συνανακέκραται. καὶ μέντοι ἡ περὶ τὴν φυσικὴν θεωρίαν ἀσχολία ῥᾳδίως τὴν ψυχὴν μεθίστησιν ἀπό τε τῶν σωματικῶν ἡδονῶν καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας· δι’ ὧν σωφροσύνη καὶ δικαιοσύνη καὶ τὸ εὐσύμβολον ἐν τοῖς συναλλάγμασι περιγίνεται. ἀνδρεῖος δὲ τίς ἂν οὕτως εἴη ὡς ὁ ἀπὸ φυσιολογίας ἐγνωκὼς2 ὡς οὐδὲν αἰσθητὸν τοῦ παντός ἐστι μέρος τὸ ἡμέτερον ζῷον οὐδὲ τοῦ χρόνου τοῦ παντὸς τῆς ἡμετέρας ζωῆς τὸ μέτρον καὶ ὅτι τῷ γινομένῳ παντὶ φθορὰν ἀκολουθεῖν ἀναγκαῖον διάλυσιν οὖσαν εἰς τὰ ἁπλᾶ καὶ ἀπόδοσιν τῶν μερῶν εἰς τὰς οἰκείας ὁλότητας καὶ ἐκνεασμὸν τῶν γεγηρακότων καὶ ἀνάρρωσιν τῶν κεκμηκότων; τὸ δὲ νῦν ἢ μετ’ ὀλίγα ἔτη φθείρεσθαι ἐν οὐδενὶ ἂν εἴη λόγῳ πρὸς τὸν τὴν ἀπειρίαν τοῦ χρόνου διεγνωκότα·3 εἰ δὲ καὶ τὴν χωριστὴν ὑπεροχὴν τῆς ψυχῆς ἐννοῶν πρὸς τὰς ἀπὸ τοῦ σώματος προσγινομένας ἀσχολίας αὐτὴν παραβάλλοι, τότε ἂν τελέως ἀγαπήσοι τὸν θάνατον· ὁ δὲ πρὸς θάνατον οὕτως ἔχων τί ἂν ἄλλο τῶν δοκούντων δεινῶν καταπτήξειε; φρονήσεως δὲ αὐτόθεν ἐστὶ ποιητικὴ πολὺ τὸ συγγενὲς ἐχούσης πρὸς τὸ γνωστικὸν τῆς ψυχῆς. μεγαλοψύχους δὲ καὶ μεγαλόφρονας ποιεῖ πείθουσα μηδὲν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μέγα· ὀλίγοις τε ἀρκουμένους καὶ διὰ τοῦτο ὧν τε ἔχουσι κοινωνοῦντας ἑτοίμως καὶ λαμβάνειν παρ’ ἄλλων οὐδὲν δεομένους ἐλευθερίους ἀποτελεῖ. τὸ δὲ μέγιστον αὐτῆς ἀγαθόν, ὅτι καὶ πρὸς τὴν τῆς ψυχικῆς οὐσίας γνῶσιν καὶ πρὸς τὴν τῶν χωριστῶν καὶ θείων εἰδῶν θεωρίαν ὁδός ἐστι καλλίστη, ὡς καὶ Πλάτων δηλοῖ ἀπὸ τῶν φυσικῶν κινήσεων ὁρμηθεὶς ἐπὶ τὴν εὕρεσιν τῆς τε αὐτοκινήτου οὐσίας καὶ τῆς νοερᾶς καὶ θείας ὑποστάσεως, καὶ Ἀριστοτέλης δὲ ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ ἀπὸ τοῦ ἀιδίου τῆς κυκλικῆς κινήσεως τὸ ἀκίνητον καὶ πάσης κινήσεως αἴτιον ἀνερευνῶν. ἔτι δὲ τὸ πρὸς τὴν θείαν ὑπεροχὴν σέβας αὕτη μάλιστα διαθερμαίνει, καλῶς ἐκ τῆς τῶν ὑπ’ αὐτοῦ γινομένων ἀκριβοῦς κατανοήσεως εἰς θαῦμα καὶ μεγαλειότητα τοῦ ποιήσαντος ἀνεγείρουσα· τῷ δὲ θαύματι τούτῳ ἡ πρὸς τὸν θεὸν συμπάθεια καὶ πίστις καὶ ἐλπὶς ἀσφαλεῖς συνακολουθοῦσι. καὶ διὰ ταῦτα μάλιστα φυσιολογίαν ἀσκητέον. οὕτως οὖν χρησίμου τῆς φυσιολογίας οὔσης χρησιμωτάτη ἂν εἴη δικαίως ἡ παροῦσα πραγματεία τὰς ἀρχὰς ἡμᾶς τῆς ὅλης φυσιολογίας ἀναδιδάσκουσα, ὧν ἐκτὸς ἀδύνατον φυσιολογικὴν ἔχειν ἐπιστήμην, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἀρχόμενος εὐθὺς τῆς συγγραφῆς ἐνεδείξατο “τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον” εἰπών, “ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”.

阿德拉斯托在《论亚里士多德著作的编排》中记载,某些人将该著作题为《论原理》,另一些人则题为《物理学讲义》,而他又说,有些人将前五卷题为《论原理》,其余三卷题为《论运动》。亚里士多德本人在许多地方似乎也是这样提及它们的。 然而,自然研究不仅在实用生活中是有用的——因为它为医学和机械学提供原理并协助其他技艺(因为它们之中的每一门都需要考察自然本性以及属于其底层质料的依自然的差异)——也不仅是因为它完善了我们灵魂中与自然事物的认识相协调的部分,犹如神学完善了理智和至高的部分那样,而是因为它对灵魂的其他完善也做出了最大的贡献。 因为事实上它也协助了实践的诸美德:对于正义,它通过证明元素和宇宙的各个部分彼此让步、热爱它们自身的秩序并维持几何学平等〔而予以协助〕,且因此使人脱离贪婪;对于节制,它揭示了快乐的本性,即快乐绝非本原之善,而是一种伴随物,唯当它仍与诸多反自然的事物混合在一起时,才显得强烈而令人向往。再者,致力于自然理论的沉思很容易将灵魂从肉体快乐和对身外之物的惶恐中迁移开来;通过这些,节制、正义以及契约中的公允得以达成。 又有谁能像那通过自然研究认识到我们这肉体生命绝非宇宙中可感知的部分、我们生命的度量也绝非全部时间中〔可感知的部分〕、且生成之物必然伴随毁灭的人那样勇敢呢?这毁灭乃是瓦解为简单之物,是将部分归还给各自的整体,是衰老者的返老还童,是疲惫者的恢复苏醒。至于是在当下毁灭还是在数年之后毁灭,对于彻底认识了时间的无限性的人而言,完全不足挂齿;若进而思及灵魂在分离时的超越优越性,并将其与来自肉体的纷扰相对比,那时他将完全欣然迎受死亡。而对死亡持此态度的人,又何以会畏缩于任何其他看似可怕的事物呢? 此外,由于明智与灵魂的认知部分具有极大的亲缘性,〔自然研究〕直接就能生成它。它通过劝导人们不将任何属人之事视为伟大,使人具有宽宏之量与崇高之志;并使人成为慷慨之人,因其满足于微薄之物,因而乐于分享自己所拥有的,且无求于从他人那里获取任何事物。 而它最大的善在于,无论通向对灵魂本质的认识,还是通向对分离的、神圣的形式的观照,它都是极美妙的途径,正如柏拉图也指出的那样,他从自然运动出发,发现了自运的本质以及理智的和神圣的本体;亚里士多德也正是在这部著作中,从圆周运动的永恒性出发,探究了不动且为一切运动之原因的存在者。不仅如此,它最能激发对神圣卓越性的崇敬,从对由神所产生之物的精确理解中,精妙地唤起对造物者的惊奇与伟大感;而伴随这种惊奇而来的,是对神的牢固的同感、信任和希望。正是主要出于这些缘故,必须研习自然研究。 既然自然研究如此有用,那么当前这部向我们透彻传授整个自然研究之原理的著作,理所当然是最为有用的,若无这些原理,便不可能拥有自然科学知识,正如亚里士多德本人在著作一开端便指出的那样,他说:“因为当我们认识了最初的原因和最初的原理,直至元素时,我们才认为认识了每一事物”。

语法注3 条
  1. 1.0οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον καὶ ἰατρικῇ καὶ μηχανικῇ τὰς ἀρχὰς παρέχουσα ... οὐδὲ ὅτι ... ἀλλ’ ὅτι

    全句核心骨架为 Χρήσιμος δέ ἐστιν ἡ φυσιολογία οὐ μόνον ... οὐδὲ ὅτι ... ἀλλ’ ὅτι ...,构成递进式的对照结构:“不仅通过[分词短语 παρέχουσα ... βοηθοῦσα],也不仅因为[οὐδὲ ὅτι],而是因为[ἀλλ’ ὅτι]”。

  2. 1.0ἀνδρεῖος δὲ τίς ἂν οὕτως εἴη ὡς ὁ ἀπὸ φυσιολογίας ἐγνωκὼς

    带有潜在希求法(ἄν 与 εἴη)的修辞性疑问句,含有强烈的否定意涵(“有谁能像……那样勇敢呢?[意即无人能及]”)。其后的 ὡς 是引导比较从属成分的连词,后接定冠词分词短语 ὁ ... ἐγνωκὼς(“认识到……的人”)。

  3. 1.0τὸ δὲ νῦν ἢ μετ’ ὀλίγα ἔτη φθείρεσθαι ἐν οὐδενὶ ἂν εἴη λόγῳ πρὸς τὸν τὴν ἀπειρίαν τοῦ χρόνου διεγνωκότα

    冠词引导的不定式短语 τὸ ... φθείρεσθαι 作句子的主语。谓语部分的习语 ἐν λόγῳ εἶναι πρὸς ... 意为“对(某人)而言值得考虑/有分量”,与否定词 οὐδενί 连用表示“对……而言完全不值一提”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:4.11-5.26