← 辛普里丘

亚里士多德《物理学》注释

§497.11-498.31

通过质料类比论分割与附加之无限的现实态

针对《物理学》卷三关于量度与无限的论述(206b13),辛普里丘借助质料的类比分析了依分割与依附加的无限在潜能与现实中的存在方式,并论证了为何依附加的无限仅作为分割的反转而存在,且无法超越有限的宇宙总体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.57

" Καὶ ἐντελεχείᾳ δέ ἐστιν ἕως τοῦ ἀλλ’ ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει." Εἰπὼν ὅπως τὸ ἄπειρόν ἐστιν ἐν τῇ διαιρέσει τῶν μεγεθῶν, ὅτι τῷ δύνασθαι διαιρεῖσθαι καὶ ὅλως τῷ δυνάμει, λέγει ὅτι καὶ ἐνεργείᾳ τὰ αὐτά ἔστιν οὐχ ὡς τὰ ἁθρόα ὑφεστῶτα, ἀλλ’ ὡς τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα καὶ ἀπὸ μέρους ὑφεστῶτα, οἷά ἐστιν ὅ τε ἀγὼν καὶ ἡ ἡμέρα. καὶ ταῦτα γὰρ συμμεμιγμένον ἔχει τὸ δυνάμει τῷ ἐνεργείᾳ. καὶ τὸ ἐνεργείᾳ αὐτῶν ἕως τότε ἐστίν, ἕως ὅτε τὸ δυνάμει ἐνυπάρχει αὐτοῖς, ὡς ἐπὶ τῆς κινήσεως εἴρηται. ὁποῖον δέ ἐστι τὸ δυνάμει τοῦτο τὸ ἐνυπάρχον, ἐνδείκνυται διὰ τοῦ τῆς ὕλης παραδείγματος. ὡς γὰρ ἡ ὕλη δυνάμει οὖσα καὶ ἐνυπάρχουσα τοῖς συνθέτοις καὶ γενητοῖς πράγμασι, μετέχουσα μὲν ἄλλοτε ἄλλου εἴδους ἐνεργείᾳ ἐστὶ καθὸ ἂν ληφθῇ, κατὰ δὲ τὸ δυνάμει ἄλλοτε πρὸς ἄλλο πεφυκυῖα εἶδος ἀνέκλειπτον ποιεῖ τὴν γένεσιν, οὕτως καὶ ἐν τῇ διαιρέσει τὸ μὲν ληφθὲν ἀεὶ ἐνεργείᾳ ἐστί, τῷ δὲ πᾶν τὸ ληφθὲν ἀεὶ δύνασθαι διαιρεῖσθαι ἀνέκλειπτον φυλάττει τὴν διαίρεσιν. καὶ ὥσπερ ἡ ὕλη οὐ καθ’ ἑαυτὴν μεμόρφωται, ἀλλὰ τῷ μετέχειν εἴδους, οὕτως καὶ τὸ ἐν τῇ διαιρέσει δυνάμει οὐ κατὰ τὴν ἑαυτοῦ φύσιν πεπέρανται, ἀλλὰ κατὰ ταύτην μὲν ἄπειρόν ἐστι καὶ τοῦ ἐπ’ ἄπειρον δύνασθαι διαιρεῖσθαι τῷ μεγέθει αἴτιον, καθόσον δὲ πᾶν τὸ ληφθὲν ἐνεργείᾳ ἐστί, κατὰ τοῦτο πεπέρανται. οὐ μόνον δὲ ἐν τῷ κατὰ διαίρεσιν τὸ δυνάμει τοῦ ἀπείρου αἴτιόν ἐστιν, ἀλλὰ καὶ ἐν τῷ κατὰ πρόσθεσιν. προστιθέντες γὰρ ἐνεργείᾳ μὲν οὐδέποτε ληψόμεθα τὸ ἄπειρον, ἀλλ’ ἀεὶ τὸ ἐνεργείᾳ λαμβανόμενον πεπερασμένον, τῷ δὲ ἀεὶ δύνασθαί τι προστίθεσθαι τούτῳ τὸ ἄπειρόν ἐστιν ἐν τῇ προσθέσει ἀπὸ τῶν ἐπ’ ἄπειρον γινομένων διαιρεμάτων. Εἰπὼν δὲ ὅτι ταὐτὸν λέγομεν τρόπον τινὰ τὸ κατὰ πρόσθεσιν ἄπειρον τῷ κατὰ διαίρεσιν, καὶ ὅτι κοινὸν ἀμφοτέροις τὸ ἀεί τι εἶναι ἔξω λαμβάνειν.1 καὶ γὰρ ἐπὶ τῆς διαιρέσεως διὰ τοῦτο ἐπ’ ἄπειρον ἡ διαίρεσις, ὅτι ἀεὶ ἔστι τι ὃ διαιρεθήσεται, καὶ ἐπὶ τῆς προσθέσεως, ὅτι ἔστι τι ἀεὶ ὃ προστεθήσεται τοῦτο ἐκεῖνο, ὅπερ ἐκ τῆς ἀεὶ διαιρέσεως ἐγίνετο, καὶ τοῦτό ἐστιν ὃ δυνατὸν ἔξω ὂν διαιρεῖν ἢ προστιθέναι κοινὸν ἀμφοτέροις ὑπάρχον. διαφέρει δὲ ἀλλήλων, ὅτι ἐπὶ μὲν τοῦ κατὰ διαίρεσιν παντὸς τοῦ ληφθέντος μεγέθους ἔστιν ἔλαττον μέγεθος λαβεῖν, ἐπὶ δὲ τοῦ κατὰ πρόσθεσιν οὐ παντὸς μεγέθους ἔστι τι μεῖζον λαβεῖν· οὐ γὰρ παντὸς μεγέθους ἔστι τι ἐκτός, εἴπερ ὁ κόσμος πεπέρανται καὶ οὐδέν ἐστιν ἐκτὸς αὐτοῦ, ὡς δέδεικται ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ, ἀλλ’ ἐκείνου τοῦ μεγέθους ἔστι τι ἐκτός, ὃ τεμνόμενον ἐπὶ θάτερα ὑπὸ τῶν τοῦ ἑτέρου τμημάτων ηὐξάνετο. τὸ μέντοι κατὰ πρόσθεσιν ὑπερβάλλειν ἀεὶ παντὸς τοῦ ληφθέντος οὐδὲ δυνάμει ἔστιν, ὥσπερ ἦν ἐπὶ τῆς ἑτέρας προσθέσεως καὶ τῆς διαιρέσεως. τότε γὰρ ἂν ἦν τι δυνάμει, ὅτε ἦν τι σῶμα, ᾧ συμβέβηκεν εἶναι ἀπείρῳ, διότι παντὸς τοῦ ληφθέντος πεπερασμένου ἦν τι ἔξω, ἀφ’ οὗ δυνατὸν ἦν αὐτῷ προστιθέναι, οἷον εἶναι λέγουσί τινες τῶν φυσικῶν. εἰκότως δὲ τῶν κατὰ συμβεβηκὸς ἐνεργείᾳ τὸ ἄπειρον εἶναι λεγόντων, ἀλλ’ οὐχὶ τῶν ὡς οὐσίαν μνημονεύει, ἢ ὅτι τὸ κατὰ πρόσθεσιν καὶ διαίρεσιν ποσὸν εἶναι δεῖ, ᾧ συμβέβηκε τὸ ἀπείρῳ ἢ πεπερασμένῳ εἶναι, ἢ ὅτι περὶ φυσικῶν ὁ λόγος. τὸ δὲ φυσικὸν ἄπειρον, εἴπερ ἦν, σῶμά τι ἦν, ᾧ συμβεβήκει τὸ ἄπειρον, ἢ ὅτι τὸ ὡς οὐσία ἄπειρον, οὐ τῇ προσθέσει τὴν ἀπειρίαν λαμβάνει, ἀλλὰ τῇ φύσει αὐτοῦ τὸ ἄπειρον ἔχει, ὡς καὶ τῶν μορίων αὐτοῦ ἕκαστον εἴπερ ἔχοι μόριον ἄπειρον εἶναι. εἰ οὖν δέδεικται πρότερον, ὅτι οὐκ ἔστι σῶμα ᾧ συμβέβηκεν ἀπείρῳ 〈εἶναι〉, οὐδὲ δυνάμει ἐστὶ τὸ παντὸς τοῦ δοθέντος μεγέθους μεῖζον λαβεῖν· ἀλλ’ οὕτως μόνον ἐστὶ τὸ ἐπ’ ἄπειρον ἐπὶ τῆς προσθέσεως, ὡς εἴρηται πρότερον, τῷ τὰ 〈τοῦ〉 ἑτέρου τμήματος διαιρέματα προστιθέναι τῷ ἑτέρῳ, ὅπερ ἦν τὸ ἀντεστραμμένως.2 ἀπορήσοι δ’ ἄν τις, πῶς εἰ μὴ ἔστιν ἐνεργείᾳ σῶμα αἰσθητὸν ἄπειρον, οὐδὲ δυνάμει ἂν εἴη τὸ ἄπειρον κατὰ πρόσθεσιν. ἰδοὺ γὰρ οὐδὲ ἀριθμός ἐστιν ἐνεργείᾳ ἄπειρος, καὶ ὅμως ἔστιν ἐπὶ τῶν ἀριθμῶν ἡ ἐπ’ ἄπειρον πρόσθεσις· ἀλλ’ ἐν τοῖς ἑξῆς πάλιν τοῦτο λεγόμενον ζητηθήσεται.

“并且在现实中也有……[至]……而只是如前所述,以与分割相反的方式。” 在说明了无限在量度分割中是如何存在的——即由于能够被分割,并且总体而言是在潜能中——之后,[亚里士多德]说这些同样的事物也在现实中存在,但不是作为整体同时持存之物,而是作为在生成中拥有存在且部分地持存之物,正如竞技会与白昼那样。因为这些事物也具有与现实混合在一起的潜能。正如在运动情形中所说的那样,它们的现实存在一直持续到潜能内在存在于它们之中的那个时刻。至于这种内在的潜能是何种性质,他通过质料的范例予以表明。因为正如质料作为潜能并内在存在于复合的和生成的诸事物中,由于时而分有此种形式、时而分有彼种形式,随着不同的取法而在现实中存在,而在潜能方面则生来适于时而朝向此种形式、时而朝向彼种形式,从而使得生成永不衰竭,同样,在分割中,始终被取出之物也是在现实中的,但由于所取的一切事物始终能够被分割,它便保持了分割的永不衰竭。正如质料不是由于自身而成形,而是由于分有形式,同样,分割中在潜能中的东西也不是依据自身的本性而受限制的,而是依据本性它是无限的,并且是量度能够被无限分割的原因;但就所取的一切都在现实中而言,依此它是受限制的。潜能不仅在依分割的无限中是原因,在依附加的无限中同样如此。因为在附加时,我们绝不会在现实中取出无限,而在现实中所取之物始终是有限的,但由于始终有某种东西能够被附加于其上,依附加的无限乃是由无限进行的分割所得的诸片段而来的。 他在说明了我们在某种意义上将依附加的无限与依分割的无限说成是同一的,并且两者共有的是始终有某种东西可在外取入——因为在分割中也正因此分割是至无限的,即始终有某种将要被分割的东西;而在附加中也是因为始终有某种将要被附加的东西,即从始终进行的分割中产生的那样东西,这正是处于外在而能够被分割或被附加的东西,共同属于两者——之后,[指出]它们彼此有所不同:在依分割的情形中,针对所取的任何大小都可能取出一个更小的大小;而在依附加的情形中,并非针对每一个大小都可能取出某种更大的东西。因为,如果宇宙确实是有限的且其外一无所有(正如在《论天》第一卷中所证明的那样),那么并非针对每一个大小都有某种东西处于其外,而仅仅针对那个在一侧被切分、由另一侧的诸切片予以增加的大小,才有某种东西处于其外。然而,通过附加而始终超越所取的每一个大小,甚至在潜能中也是不存在的,这并不像在另一种附加和分割的情形中那样。因为只有当存在某种具有无限之偶性的物体,且在所取的每一个有限物之外存在某种东西、使人们可能从中对其进行附加时,它在潜能中才会是某种东西,正如某些自然哲学家所声称存在的那样。他理所当然地提及了那些主张无限在现实中作为偶性存在的人,而未提及那些主张无限作为实体存在的人,这要么是因为依附加和分割之物必须是数量,对数量而言作为无限或有限乃是偶性;要么是因为论述是关于自然事物的。而自然的无限者如果确实存在,必然是某种具有无限之偶性的物体;抑或是因为作为实体的无限者并不是通过附加获得无限性,而是通过自身的本性拥有无限,以致其每一个部分(假如有部分的话)也是无限的。因此,如果先前已经证明不存在具有无限之偶性的物体,那么即便在潜能中也不存在取出大于每一个给定大小之物;相反,依附加的至无限的进程仅仅在此种方式下存在,即如前所述,通过将另一截段的分割片段附加于这一截段,这正是“以相反的方式”所指的意思。但有人或许会提出疑难:如果现实中不存在感觉上的无限物体,为何在潜能中也不会存在依附加的无限呢?因为看哪,数目在现实中也不是无限的,然而在数目上却存在至无限的附加;不过这将在后续部分再度论及时予以探讨。

语法注2 条
  1. 3.57Εἰπὼν δὲ ὅτι ταὐτὸν λέγομεν τρόπον τινὰ τὸ κατὰ πρόσθεσιν ἄπειρον τῷ κατὰ διαίρεσιν, καὶ ὅτι κοινὸν ἀμφοτέροις τὸ ἀεί τι εἶναι ἔξω λαμβάνειν.

    分词 Εἰπὼν 在句中缺乏直接支配它的限定动词,在插入了解释分句(καὶ γὰρ ἐπὶ τῆς διαιρέσεως...)之后,语流由 διαφέρει δὲ ἀλλήλων(“然而它们彼此不同”)接续,构成破格句(anacoluthon)。亦可将其视作引出对亚里士多德论述之总结的悬置分词短语。

  2. 3.57τῷ τὰ 〈τοῦ〉 ἑτέρου τμήματος διαιρέματα προστιθέναι τῷ ἑτέρῳ, ὅπερ ἦν τὸ ἀντεστραμμένως

    与格冠词不定词短语 τῷ ... προστιθέναι 对前述主句(ἀλλ’ οὕτως μόνον ἐστὶ τὸ ἐπ’ ἄπειρον ἐπὶ τῆς προσθέσεως)表示手段或方式。中性关系代词 ὅπερ 的先行词是整个不定词短语所表示的动作(将一截段的分割片段附加于另一截段),并以名词化的副词短语 τὸ ἀντεστραμμένως 作为表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:497.11-498.31