- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:496.11-497.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修探讨了亚里士多德文本中的异读,通过具体范例(从六指宽中顺次扣除一指宽)论证了为何分割必须依据相同比率而非递增比率以扣除等量,并对“在缩减中”这一用语作了说明。
τὸ δὲ τῷ αὐτῷ λόγῳ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων εἰ μὲν οὕτως εἴη γεγραμμένον,1 σαφῆ παρέχεται τὴν ἔννοιαν· εἰ γὰρ ὁ μὲν λόγος ὁ αὐτὸς εἴη ἐν ἑκάστῳ τῶν τμημάτων, οἷον παντὸς τοῦ ἀεὶ λαμβανομένου τὸ ἥμισυ ἢ τὸ τρίτον, μὴ τὸ αὐτὸ δὲ ᾖ μέγεθος τὸ ἀφ’ ἑκάστου ὅλου τοῦ ἀεὶ προτιθεμένου εἰς διαίρεσιν ἀφαιρούμενον, οἷον δακτυλιαῖον, οὐ διέξεισι τὸ πεπερασμένον· εἰ δέ, ὡς ἔν τισι φέρεται, μὴ τὸ αὐτό τι τοῦ λόγου μέρος περιλαμβάνων, ἀσαφέστερον μέν ἐστι τὸ λεγόμενον, σημαίνοι δ’ ἂν τὸ αὐτὸ τῷ πρότερον εἰρημένῳ· μὴ τὸ αὐτὸ γὰρ τοῦ λόγου μέρος λέγει οὐχ ὡς μεριζομένου τοῦ λόγου, ὥσπερ τοῦ ὅλου, ἀλλ’ ἀντὶ τοῦ μὴ τὸ αὐτὸ ὡρισμένον μέγεθος ἀπὸ τοῦ λόγου ἀφορισθὲν περιλαμβάνων, ὅπερ ἦν καὶ ἐν τῷ ἐξ ἀρχῆς προκειμένῳ εἰς διαίρεσιν μέρος τοῦ λόγου, οἷον εἴ τι τρίπηχυ ἦν τὸ διαιρούμενον καὶ τῷ τοῦ τρίτου λόγῳ διῃρέθη, τὸ δ’ ἀφορισθὲν διπηχυαῖον, τῷ μὲν αὐτῷ λόγῳ διαιρεῖσθαι χρὴ τῷ τρίτῳ, μὴ μέντοι τῷ αὐτῷ τοῦ λόγου μέρει τοῦ ἐν τῷ προτέρῳ τμήματι οἷον τῷ πηχυαίῳ (οὕτω γὰρ ἀπαρτισθήσεται τὸ ὅλον), ἀλλὰ τοῦ ἀεὶ λαμβανομένου τῷ αὐτῷ λόγῳ, μὴ τῷ αὐτῷ δὲ τῷ ἐξ ἀρχῆς μεγέθει. Ἀλλὰ διὰ τί χρὴ ἐν τῷ αὐτῷ λόγῳ γίνεσθαι τὴν διαίρεσιν; τί γὰρ κωλύει τὸ τοῦ μὲν ἐξ ἀρχῆς μεγέθους τὸ ἥμισυ λαμβάνειν, τοῦ δὲ ἡμίσεος τὸ τρίτον; ἕως γὰρ ἂν ὑπολειφθῇ τι μέγεθος, διαιρετόν ἐστι, καὶ οὐχ ἵσταται ἡ διαίρεσις. ἢ οὐ μάτην εἴρηται τὸ ἐν τῷ αὐτῷ λόγῳ.2 τοῦτο γὰρ αἴτιον γίνεται τοῦ μὴ τὸ αὐτὸ λαμβάνεσθαι ἀεὶ μέγεθος. τὸ γὰρ τρίτον εἰ τύχοι τοῦ μείζονος καὶ τοῦ ἐλάττονος μεγέθους, κἂν ἐν τῷ αὐτῷ λόγῳ ᾖ, ἀλλ’ οὐκ ἔστι τὸ αὐτό, ἐὰν δὲ ἕτερος καὶ ἕτερος ᾖ ὁ τῆς διαιρέσεως λόγος, οὐδὲν κωλύει μέγεθος τὸ αὐτὸ λαμβάνεσθαι ἐπὶ τοῦ μείζονος καὶ ἐλάττονος. τοῦ γὰρ ἐξ ἀρχῆς ἓξ ὄντος δακτύλων ἐὰν τὸ ἕκτον ἀφέλωμεν καὶ τοῦ καταλειφθέντος τὸ πέμπτον εἶτα πάλιν τοῦ καταλειφθέντος τὸ τέταρτον, καὶ ἐφεξῆς οὕτως δάκτυλον καθ’ ἑκάστην διαίρεσιν ἀφαιροῦντες δαπανήσομεν τὸ ὅλον, καὶ οὐκ ἔσται ἐπ’ ἄπειρον ἡ διαίρεσις. διὰ τοῦτο οὖν ἐν τῷ αὐτῷ λόγῳ χρὴ γίνεσθαι τὴν διαίρεσιν. οὕτως γὰρ οὐδέποτε τὸ αὐτὸ ληφθήσεται μέγεθος, ὥστε ἀπαρτίσαι. καὶ τοῦτό ἐστιν ὃ ἐδήλωσε διὰ τοῦ ἄν δὲ οὕτως αὔξῃ τὸν λόγον, ὥστε ἀεὶ τὸ αὐτὸ περιλαμβάνεσθαι μέγεθος, διέξεισι. τὸ γὰρ πέμπτον, ὡς εἴρηται, τοῦ ἕκτου μεῖζόν ἐστι καὶ τὸ τέταρτον τοῦ πέμπτου, καὶ ἑξῆς τοῦ αὐτοῦ ἀεὶ περιλαμβανομένου μεγέθους τοῦ δακτυλιαίου καθ’ ἕκαστον. τὸ δὲ ἐπὶ καθαιρέσει ἐπὶ διαιρέσει καὶ ἐπὶ μειώσει εἴρηται. ἠρκέσθη δὲ τῇ καθαιρέσει, ἐπειδὴ ἐκ ταύτης καὶ ἡ πρόσθεσις ἔχει τὸ ἄπειρον.
关于“依据相同的比率,并未纳取总体的某种相同大小”这句话,如果它是这样写就的,便提供了清晰的含义。因为如果比率在每一次分割中都是相同的,例如始终取出的整体的一半或三分之一,而从始终被提出以供分割的每一个整体中扣除的大小不是相同的,例如一指宽,那么他就不会穿尽有限者。但是,正如在某些抄本中所载的那样,如果作“并未纳取比率的某种相同部分”,所言虽然较为隐晦,却与前述表达具有相同的含义。因为他说“并非比率的相同部分”,并不是由于比率像整体那样被分割为部分,而是代替“并未纳取由比率所划分出的同一确定大小”而言,这一大小也是在最初被提出以供分割之物中作为比率的部分。例如,正被分割之物若为三肘长,且按三分之一的比率被分割,被划分出的部分为两肘长,那么应当依据相同的比率即三分之一进行分割,然而却不依前一次切分中比率的相同部分,如一肘长之物(因为这样总体就会被完全耗尽),而是依始终取出之物的相同比率,并不依据与最初相同的大小。但是,为什么分割必须在相同的比率中进行呢?因为又有何妨碍取最初大小的一半,再取那一半的三分之一呢?毕竟只要还剩下某种大小,它就是可分的,分割就不会停止。抑或,“在相同的比率中”之说并非徒然?因为这正是始终不取出相同大小的原因所在。因为举例来说,更大大小与更小大小的三分之一,纵然处于相同的比率中,却不是相同的;但如果分割的比率各不相同,则丝毫不妨碍在更大者与更小者上取出的都是相同的大小。因为如果最初的大小为六指宽,我们扣除六分之一,从剩余部分扣除五分之一,再从剩余部分扣除四分之一,并依此顺序在每次分割中扣除一指宽,我们就将耗尽总体,分割便不会是至无限的。因此,分割必须在相同的比率中进行。因为这样一来,就绝不会取相同的大小以致完全耗尽。这正是他通过“但如果他如此增大比率,以致始终纳取相同的大小,他就将穿尽它”所表明的内容。因为正如所说,五分之一大于六分之一,四分之一大于五分之一,而在每次分割中依序始终纳取的都是相同的大小即一指宽。至于“在缩减中”,乃是就“在分割中”和“在减少中”而言。而[亚里士多德]仅满足于提到缩减,是因为附加也是从缩减中拥有无限的。
- 3.56τὸ δὲ τῷ αὐτῷ λόγῳ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων εἰ μὲν οὕτως εἴη γεγραμμένον
句首带有中性冠词 τό 的引文“τὸ δὲ ... περιλαμβάνων”被用作整个句子的前置主题。紧随其后的条件从句“εἰ μὲν οὕτως εἴη γεγραμμένον”(如果这样书写的话)的主句谓语动词是 παρέχεται。
- 3.56ἢ οὐ μάτην εἴρηται τὸ ἐν τῷ αὐτῷ λόγῳ
连词 ἤ 用于引出对前文修辞性设问(“为什么分割必须依据相同比率?”)的纠正性解答(“抑或……”、“或者说……”)。随后的 τοῦτο γὰρ αἴτιον 即阐明该回答的根据。
